The Text-Critical Greek New Testament
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 4
Peter and John Brought Before the Council
Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαόν, ἐπέστησαν αὐτοῖς οἱ 1ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι, διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαόν, καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν 2τῶν νεκρῶν. Καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας, καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον· ἦν γὰρ ἑσπέρα ἤδη. Πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν· καὶ ἐγενήθη 3ὁ ἀριθμὸς τῶν ἀνδρῶν 4ὡσεὶ χιλιάδες πέντε.
Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ 5πρεσβυτέρους καὶ 6γραμματεῖς 7εἰς Ἱερουσαλήμ, καὶ 8Ἄνναν τὸν ἀρχιερέα, καὶ Καϊάφαν, καὶ Ἰωάννην, καὶ Ἀλέξανδρον, καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ. Καὶ στήσαντες αὐτοὺς ἐν 9μέσῳ ἐπυνθάνοντο, Ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς; Τότε Πέτρος πλησθεὶς Πνεύματος Ἁγίου εἶπε πρὸς αὐτούς, Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι 10τοῦ Ἰσραήλ, εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος 11σέσῳσται· γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραήλ, ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής. Οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ᾽ ὑμῶν τῶν 12οἰκοδομούντων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας. Καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία· 13οὔτε γὰρ ὄνομά 14ἐστιν ἕτερον 15τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.
Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ 16Ἰωάννου, καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσι καὶ ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν. Τὸν 17δὲ ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα 18τὸν τεθεραπευμένον, οὐδὲν εἶχον ἀντειπεῖν. Κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν, 19συνέβαλλον πρὸς ἀλλήλους, λέγοντες, Τί 20ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; Ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονε δι᾽ αὐτῶν, πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ φανερόν, καὶ οὐ δυνάμεθα 21ἀρνήσασθαι. Ἀλλ᾽ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν, 22ἀπειλῇ 23ἀπειλησώμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ 24ἀνθρώπων. Καὶ καλέσαντες αὐτούς, παρήγγειλαν 25αὐτοῖς 26τὸ καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ. Ὁ δὲ Πέτρος καὶ 27Ἰωάννης ἀποκριθέντες 28πρὸς αὐτοὺς εἶπον, Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ Θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ Θεοῦ, κρίνατε. Οὐ δυνάμεθα γὰρ ἡμεῖς, ἃ 29εἴδομεν καὶ 30ἠκούσαμεν, μὴ λαλεῖν. Οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶς 31κολάσονται αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν Θεὸν ἐπὶ τῷ γεγονότι. Ἐτῶν γὰρ ἦν πλειόνων 32τεσσαράκοντα ὁ ἄνθρωπος ἐφ᾽ ὃν 33ἐγεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως.
The Believers Pray for Boldness
Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους, καὶ 34ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι 35εἶπον. Οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν Θεόν, καὶ 36εἶπον, Δέσποτα, σὺ 37ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· ὁ 38διὰ στόματος Δαυὶδ παιδός σου εἰπών,
Ἵνα τί ἐφρύαξαν ἔθνη,
καὶ λαοὶ ἐμελέτησαν κενά;
Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς,
καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ
κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ·
συνήχθησαν γὰρ ἐπ᾽ ἀληθείας 39ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος 40Πιλάτος, σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραήλ, ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλή 41σου προώρισε γενέσθαι. Καὶ τὰ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου, ἐν τῷ τὴν χεῖρά 42σου ἐκτείνειν σε εἰς ἴασιν, καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου Ἰησοῦ. Καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες 43Πνεύματος Ἁγίου, καὶ ἐλάλουν τὸν λόγον τοῦ Θεοῦ μετὰ παρρησίας.
The Believers Share Their Belongings
Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν 44ἡ καρδία καὶ 45ἡ ψυχὴ μία· καὶ 46οὐδὲ εἷς τι τῶν ὑπαρχόντων 47αὐτῶν ἔλεγεν ἴδιον εἶναι, ἀλλ᾽ ἦν αὐτοῖς 48ἅπαντα κοινά. Καὶ 49μεγάλῃ δυνάμει ἀπεδίδουν 50τὸ μαρτύριον οἱ ἀπόστολοι 51τῆς ἀναστάσεως τοῦ Κυρίου Ἰησοῦ, χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς. Οὐδὲ γὰρ ἐνδεής τις 52ὑπῆρχεν ἐν αὐτοῖς· ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων, καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων· 53διεδίδοτο δὲ ἑκάστῳ 54καθότι ἄν τις χρείαν εἶχεν. 55Ἰωσῆς δέ, ὁ ἐπικληθεὶς Βαρνάβας 56ἀπὸ τῶν ἀποστόλων—ὅ ἐστι, μεθερμηνευόμενον, υἱὸς παρακλήσεως—57Λευΐτης, Κύπριος τῷ γένει, ὑπάρχοντος αὐτῷ ἀγροῦ, πωλήσας ἤνεγκε τὸ χρῆμα, καὶ ἔθηκε 58παρὰ τοὺς πόδας τῶν ἀποστόλων.
Source notes (58)
- Footnote ιερεις ¦ αρχιερεις WH
- Footnote των ¦ την εκ CT TR
- Footnote ο ¦ --- WH
- Footnote ωσει ¦ ως NA SBL TH WH
- Footnote πρεσβυτερους ¦ τους πρεσβυτερους ANT CT
- Footnote γραμματεις ¦ τους γραμματεις CT
- Footnote εις ¦ εν CT PCK
- Footnote ανναν τον αρχιερεα και καιαφαν και ιωαννην και αλεξανδρον ¦ αννας ο αρχιερευς και καιαφας και ιωαννης και αλεξανδρος CT
- Footnote μεσω ¦ τω μεσω ANT ECM† NA SBL TH TR WH
- Footnote του ισραηλ 96.9% ¦ --- CT 1.8%
- Footnote σεσωσται ¦ σεσωται ECM NA
- Footnote οικοδομουντων ¦ οικοδομων CT
- Footnote ουτε ¦ ουδε ANT ECM† NA PCK SBL TH WH
- Footnote εστιν ετερον ¦ ετερον εστιν ECM† PCK
- Footnote το 𝔐40 ¦ υπο τον ουρανον το 𝔐4 ANT CT HF PCK TR
- Footnote ιωαννου ¦ ιωανου WH
- Footnote δε ¦ τε CT
- Footnote τον ¦ --- PCK
- Footnote συνεβαλλον ¦ συνεβαλον TR
- Footnote ποιησομεν 𝔐24 ¦ ποιησωμεν 𝔐21 ECM† HF NA SBL TH WH
- Footnote αρνησασθαι ¦ αρνεισθαι CT
- Footnote απειλη ¦ --- CT
- Footnote απειλησομεθα 𝔐28 ¦ απειλησωμεθα 𝔐17 ANT CT HF PCK TR
- Footnote ανθρωπων ¦ ανθρωπω PCK
- Footnote αυτοις ¦ --- CT
- Footnote το ¦ --- WH
- Footnote ιωαννης ¦ ιωανης WH
- Footnote προς αυτους ειπον ¦ ειπον προς αυτους ECM NA SBL TH ¦ ειπαν προς αυτους WH
- Footnote ειδομεν ¦ ειδαμεν CT
- Footnote ηκουσαμεν ¦ α ηκουσαμεν PCK
- Footnote κολασονται ¦ κολασωνται ECM† NA SBL TH TR WH
- Footnote τεσσαρακοντα ¦ τεσσερακοντα CT
- Footnote εγεγονει ¦ γεγονει ECM NA SBL WH
- Footnote απηγγειλαν ¦ ανηγγειλαν PCK
- Footnote ειπον ¦ ειπαν CT
- Footnote ειπον ¦ ειπαν CT
- Footnote ο θεος ¦ --- ANT ECM† NA SBL TH WH
- Footnote δια στοματος δαυιδ (δαβιδ HF) 64% ¦ δια στοματος δαβιδ του TR 24.5% ¦ του πατρος ημων δια πνευματος αγιου στοματος δαυιδ (δαυειδ TH WH) ECM NA SBL 5.2%
- Footnote επι ¦ εν τη πολει ταυτη επι CT
- Footnote πιλατος ¦ πειλατος WH
- Footnote σου ¦ --- ECM† SBL WH
- Footnote σου ¦ --- WH
- Footnote πνευματος αγιου ¦ του αγιου πνευματος CT
- Footnote η ¦ --- ECM† NA SBL TH WH
- Footnote η ¦ --- ECM† NA SBL TH WH
- Footnote ουδε ¦ ουδ SCR
- Footnote αυτων 𝔐14 ¦ αυτω 𝔐11 ANT CT PCK TR
- Footnote απαντα ¦ παντα SBL WH
- Footnote μεγαλη δυναμει ¦ δυναμει μεγαλη ECM† NA PCK SBL TH WH
- Footnote το μαρτυριον οι αποστολοι 𝔐18 ¦ οι αποστολοι το μαρτυριον 𝔐7 PCK
- Footnote της αναστασεως του κυριου ιησου 78.4% ¦ της αναστασεως του κυριου ιησου χριστου MSS 16.3% ¦ του κυριου ιησου της αναστασεως ECM† WH 0.2%
- Footnote υπηρχεν 73.8% ¦ ην CT PCK 24.4%
- Footnote διεδιδοτο ¦ διεδιδετο CT
- Footnote καθοτι αν 𝔐9 ¦ καθο 𝔐10 ¦ καθο αν 𝔐4
- Footnote ιωσης ¦ ιωσηφ CT
- Footnote απο 𝔐17 ¦ υπο 𝔐8 TR
- Footnote λευιτης ¦ λευειτης WH
- Footnote παρα ¦ προς ECM NA
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.