The Text-Critical Greek New Testament
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 5
Ananias and Sapphira
Ἀνὴρ δέ τις Ἀνανίας ὀνόματι, σὺν 1Σαπφείρῃ τῇ γυναικὶ αὐτοῦ, ἐπώλησε κτῆμα, καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς, 2συνειδυίας καὶ τῆς γυναικὸς 3αὐτοῦ, καὶ ἐνέγκας μέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκεν. Εἶπε δὲ 4Πέτρος, Ἀνανία, διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ νοσφίσασθαί 5σε ἀπὸ τῆς τιμῆς τοῦ χωρίου; Οὐχὶ μένον σοὶ ἔμενε, καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχε; Τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ. Ἀκούων δὲ 6ὁ Ἀνανίας τοὺς λόγους τούτους, πεσὼν ἐξέψυξε· καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας 7ταῦτα. Ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτόν, καὶ ἐξενέγκαντες ἔθαψαν.
Ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα, καὶ ἡ γυνὴ αὐτοῦ μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν. Ἀπεκρίθη δὲ 8αὐτῇ 9ὁ Πέτρος, Εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; Ἡ δὲ εἶπε, Ναί, τοσούτου. Ὁ δὲ Πέτρος 10εἶπε πρὸς αὐτήν, Τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ πνεῦμα Κυρίου; Ἰδού, οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ, καὶ ἐξοίσουσί σε. Ἔπεσε δὲ παραχρῆμα 11παρὰ τοὺς πόδας αὐτοῦ, καὶ ἐξέψυξεν· εἰσελθόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκράν, καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς. Καὶ ἐγένετο φόβος μέγας ἐφ᾽ ὅλην τὴν ἐκκλησίαν, καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.
The Apostles Perform Signs and Wonders
Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων 12ἐγίνετο σημεῖα καὶ τέρατα 13ἐν τῷ λαῷ πολλά· καὶ ἦσαν ὁμοθυμαδὸν 14ἅπαντες ἐν τῇ στοᾷ 15Σολομῶνος. Τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ᾽ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός· μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ, πλήθη ἀνδρῶν τε καὶ γυναικῶν· ὥστε 16κατὰ τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς, καὶ τιθέναι ἐπὶ 17κλινῶν καὶ 18κραββάτων, ἵνα ἐρχομένου 19Πέτρου κἂν ἡ σκιὰ 20ἐπισκιάσῃ τινὶ αὐτῶν. Συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων 21εἰς Ἱερουσαλήμ, φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, 22οἵτινες ἐθεραπεύοντο ἅπαντες.
An Angel Frees the Apostles from Prison
Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ—ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων—ἐπλήσθησαν ζήλου, καὶ ἐπέβαλον τὰς χεῖρας 23αὐτῶν ἐπὶ τοὺς ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ. Ἄγγελος δὲ Κυρίου διὰ 24τῆς νυκτὸς 25ἤνοιξε τὰς θύρας τῆς φυλακῆς, ἐξαγαγών τε αὐτοὺς εἶπε, Πορεύεσθε, καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης. Ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερόν, καὶ ἐδίδασκον.
Παραγενόμενος δὲ ὁ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ, συνεκάλεσαν τὸ συνέδριον καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ, καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον, ἀχθῆναι αὐτούς. Οἱ δὲ 26ὑπηρέται παραγενόμενοι οὐχ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ· ἀναστρέψαντες δὲ ἀπήγγειλαν, λέγοντες ὅτι Τὸ 27μὲν δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσφαλείᾳ, καὶ τοὺς φύλακας 28ἑστῶτας 29πρὸ τῶν θυρῶν· ἀνοίξαντες δέ, ἔσω οὐδένα εὕρομεν. Ὡς δὲ ἤκουσαν τοὺς λόγους τούτους ὅ τε 30ἱερεὺς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς, διηπόρουν περὶ αὐτῶν, τί ἂν γένοιτο τοῦτο. Παραγενόμενος δέ τις ἀπήγγειλεν αὐτοῖς 31ὅτι Ἰδού, οἱ ἄνδρες οὓς ἔθεσθε ἐν τῇ φυλακῇ εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν. Τότε ἀπελθὼν ὁ στρατηγὸς σὺν τοῖς ὑπηρέταις 32ἤγαγεν αὐτούς, οὐ μετὰ βίας, ἐφοβοῦντο γὰρ τὸν λαόν, 33ἵνα μὴ λιθασθῶσιν.
Ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συνεδρίῳ. Καὶ ἐπηρώτησεν αὐτοὺς ὁ ἀρχιερεύς, λέγων, 34Οὐ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ; Καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν, καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ᾽ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου. Ἀποκριθεὶς δὲ 35Πέτρος καὶ οἱ ἀπόστολοι 36εἶπον, Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις. Ὁ Θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑμεῖς διεχειρίσασθε, κρεμάσαντες ἐπὶ ξύλου. Τοῦτον ὁ Θεὸς ἀρχηγὸν καὶ σωτῆρα ὕψωσε τῇ δεξιᾷ αὐτοῦ, 37δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν. Καὶ ἡμεῖς ἐσμεν 38αὐτοῦ μάρτυρες τῶν ῥημάτων τούτων, καὶ τὸ Πνεῦμα 39δὲ τὸ Ἅγιον, ὃ ἔδωκεν ὁ Θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ.
Οἱ δὲ 40ἀκούοντες διεπρίοντο, καὶ 41ἐβουλεύοντο ἀνελεῖν αὐτούς. Ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος, ὀνόματι Γαμαλιήλ, νομοδιδάσκαλος, τίμιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω βραχύ 42τι τοὺς 43ἀποστόλους ποιῆσαι. Εἶπέ τε πρὸς αὐτούς, Ἄνδρες 44Ἰσραηλῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις, τί μέλλετε πράσσειν. Πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς, λέγων εἶναί τινα ἑαυτόν, ᾧ 45προσεκλήθη 46ἀριθμὸς ἀνδρῶν 47ὡσεὶ τετρακοσίων· ὃς ἀνῃρέθη, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν. Μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς, καὶ ἀπέστησε λαὸν 48ἱκανὸν ὀπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν. Καὶ τὰ νῦν λέγω ὑμῖν, ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων, καὶ 49ἐάσατε αὐτούς· ὅτι ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ 50βουλὴ ἢ τὸ ἔργον τοῦτο, καταλυθήσεται· εἰ δὲ ἐκ Θεοῦ ἐστιν, οὐ 51δύνασθε καταλῦσαι 52αὐτό, μήποτε καὶ θεομάχοι εὑρεθῆτε. Ἐπείσθησαν δὲ αὐτῷ· καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους, 53δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ, καὶ ἀπέλυσαν 54αὐτούς. Οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι 55ὑπὲρ τοῦ ὀνόματος κατηξιώθησαν ἀτιμασθῆναι. Πᾶσάν τε ἡμέραν, ἐν τῷ ἱερῷ καὶ κατ᾽ οἶκον, οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι 56Ἰησοῦν τὸν Χριστόν.
Source notes (56)
- Footnote σαπφειρη 𝔐13 ¦ σαπφειρα 𝔐10 PCK TH ¦ σαπφιρη ECM NA SBL
- Footnote συνειδυιας ¦ συνειδυιης CT
- Footnote αυτου ¦ --- CT
- Footnote πετρος ¦ ο πετρος CT
- Footnote σε ¦ --- ANT CT TR
- Footnote ο ¦ --- TR
- Footnote ταυτα ¦ --- CT
- Footnote αυτη ¦ προς αυτην CT
- Footnote ο ¦ --- CT
- Footnote ειπε ¦ --- CT
- Footnote παρα ¦ προς ECM† NA SBL TH WH
- Footnote εγινετο ¦ εγενετο PCK ST
- Footnote εν τω λαω πολλα ¦ πολλα εν τω λαω CT
- Footnote απαντες ¦ παντες WH
- Footnote σολομωνος 𝔐34 ¦ σολομωντος 𝔐9 ANT CT HF RP TR
- Footnote κατα ¦ και εις CT
- Footnote κλινων ¦ κλιναριων CT
- Footnote κραββατων ¦ κραβαττων ANT CT
- Footnote πετρου ¦ του πετρου PCK
- Footnote επισκιαση ¦ επισκιασει WH
- Footnote εις ¦ --- CT
- Footnote οιτινες ¦ και PCK
- Footnote αυτων ¦ --- ECM† NA SBL TH WH
- Footnote της ¦ --- CT
- Footnote ηνοιξε ¦ ανοιξας ECM† NA
- Footnote υπηρεται παραγενομενοι ¦ παραγενομενοι υπηρεται CT PCK
- Footnote μεν ¦ --- CT
- Footnote εστωτας ¦ εξω εστωτας TR
- Footnote προ ¦ επι ECM† NA SBL TH WH
- Footnote ιερευς και ο 81.7% ¦ --- CT 8.1%
- Footnote οτι ¦ λεγων οτι TR
- Footnote ηγαγεν ¦ ηγεν NA TH WH
- Footnote ινα ¦ --- CT
- Footnote ου ¦ --- ECM† SBL TH WH
- Footnote πετρος ¦ ο πετρος TR
- Footnote ειπον ¦ ειπαν CT
- Footnote δουναι ¦ του δουναι NA SBL WH
- Footnote αυτου ¦ --- ECM† NA SBL TH WH
- Footnote δε ¦ --- CT
- Footnote ακουοντες 𝔐20 ¦ ακουσαντες 𝔐24 ANT CT HF TR
- Footnote εβουλευοντο 𝔐15 ¦ εβουλοντο 𝔐7 NA SBL TH WH
- Footnote βραχυ τι τους αποστολους 𝔐14 ¦ τους αποστολους βραχυ τι 𝔐10 ¦ βραχυ τους αποστολους CT
- Footnote αποστολους 98.3% ¦ ανθρωπους CT 1.1%
- Footnote ισραηλιται ¦ ισραηλειται TH WH
- Footnote προσεκληθη 𝔐13 ¦ προσεκολληθη 𝔐7 TR ¦ προσεκλιθη ANT CT PCK
- Footnote αριθμος ανδρων ¦ ανδρων αριθμος CT
- Footnote ωσει ¦ ως CT PCK
- Footnote ικανον ¦ --- CT
- Footnote εασατε ¦ αφετε ECM† NA SBL TH WH
- Footnote βουλη ¦ βουλη αυτη ANT CT TR
- Footnote δυνασθε ¦ δυνησεσθε CT PCK
- Footnote αυτο ¦ αυτους CT
- Footnote δειραντες ¦ δηραντες PCK
- Footnote αυτους ¦ --- CT
- Footnote υπερ του ονοματος κατηξιωθησαν 𝔐8 ¦ υπερ του ονοματος αυτου κατηξιωθησαν 𝔐8 ANT TR ¦ υπερ του ονοματος του κυριου ιησου κατηξιωθησαν 𝔐8 ¦ κατηξιωθησαν υπερ του ονοματος του χριστου 𝔐4 PCK ¦ υπερ του ονοματος του ιησου κατηξιωθησαν 𝔐3 HF RP ¦ υπερ του ονοματος ιησου κατηξιωθησαν 𝔐3 ¦ κατηξιωθησαν υπερ του ονοματος αυτου 𝔐3 ¦ κατηξιωθησαν υπερ του ονοματος του κυριου 𝔐3 ¦ κατηξιωθησαν υπερ του ονοματος CT
- Footnote ιησουν τον χριστον ¦ τον χριστον ιησουν CT PCK
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.