The Text-Critical Greek New Testament
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 6
Seven Chosen to Serve
Ἐν δὲ ταῖς ἡμέραις ταύταις, πληθυνόντων τῶν μαθητῶν, ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. Προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν, 1εἶπον, Οὐκ ἀρεστόν ἐστιν ἡμᾶς, καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ, διακονεῖν τραπέζαις. Ἐπισκέψασθε 2οὖν, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτά, πλήρεις Πνεύματος 3Ἁγίου καὶ σοφίας, οὓς 4καταστήσωμεν ἐπὶ τῆς χρείας ταύτης. Ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου 5προσκαρτερήσομεν. Καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους· καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα 6πλήρης πίστεως καὶ Πνεύματος Ἁγίου, καὶ Φίλιππον, καὶ Πρόχορον, καὶ Νικάνορα, καὶ Τίμωνα, καὶ Παρμενᾶν, καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα, οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων· καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας.
Καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουον τῇ πίστει.
The Arrest of Stephen
Στέφανος δὲ πλήρης 7πίστεως καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ. Ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων, καὶ Κυρηναίων, καὶ Ἀλεξανδρέων, καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας, 8συζητοῦντες τῷ Στεφάνῳ. Καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει. Τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι Ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς 9Μωσῆν καὶ τὸν Θεόν. 10Συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς, καὶ ἐπιστάντες συνήρπασαν αὐτόν, καὶ ἤγαγον εἰς τὸ συνέδριον, ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας, Ὁ ἄνθρωπος οὗτος οὐ παύεται 11ῥήματα βλάσφημα λαλῶν κατὰ τοῦ τόπου τοῦ 12ἁγίου καὶ τοῦ νόμου· ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον, καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν 13Μωϋσῆς. Καὶ ἀτενίσαντες εἰς αὐτὸν 14ἅπαντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ, 15εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου.
Source notes (15)
- Footnote ειπον ¦ ειπαν CT
- Footnote ουν ¦ δε ECM NA SBL WH
- Footnote αγιου ¦ --- CT
- Footnote καταστησωμεν 𝔐11 ¦ καταστησομεν 𝔐13 ANT CT PCK TR
- Footnote προσκαρτερησομεν 𝔐11 ¦ προσκαρτερησωμεν 𝔐13 ECM†
- Footnote πληρης 𝔐17 ¦ πληρη 𝔐7 ANT PCK TR WH
- Footnote πιστεως 78.4% ¦ χαριτος CT 19.8%
- Footnote συζητουντες ¦ συνζητουντες TH WH
- Footnote μωσην 𝔐11 ¦ μωυσην 𝔐12 ANT CT
- Footnote συνεκινησαν ¦ συνεκεινησαν TH
- Footnote ρηματα βλασφημα λαλων ¦ λαλων ρηματα CT
- Footnote αγιου ¦ αγιου τουτου ECM† NA TR WH
- Footnote μωυσης 𝔐32 ¦ μωσης 𝔐12 HF PCK RP
- Footnote απαντες ¦ παντες CT
- Footnote ειδον ¦ ειδαν WH
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.