The Text-Critical Greek New Testament
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 7
Stephen's Speech to the Council
Εἶπε δὲ ὁ ἀρχιερεύς, Εἰ 1ἄρα ταῦτα οὕτως ἔχει; Ὁ δὲ ἔφη, Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. Ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν, καὶ εἶπε πρὸς αὐτόν, Ἔξελθε ἐκ τῆς γῆς σου καὶ 2ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς 3γῆν ἣν ἄν σοι δείξω. Τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν 4ἐν Χαρράν· 5κἀκεῖθεν, μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ, μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε· καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ, οὐδὲ βῆμα ποδός· καὶ ἐπηγγείλατο 6δοῦναι αὐτῷ εἰς κατάσχεσιν 7αὐτήν, καὶ τῷ σπέρματι αὐτοῦ μετ᾽ αὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου. Ἐλάλησε δὲ οὕτως ὁ Θεός, ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν, ἔτη τετρακόσια. Καὶ τὸ ἔθνος, ᾧ 8ἐὰν 9δουλεύσωσι, κρινῶ ἐγώ, 10εἶπεν ὁ Θεός· καὶ μετὰ ταῦτα ἐξελεύσονται, καὶ λατρεύσουσί μοι ἐν τῷ τόπῳ τούτῳ. Καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς· καὶ 11οὕτως ἐγέννησε τὸν Ἰσαάκ, καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ· καὶ 12ὁ Ἰσαὰκ τὸν Ἰακώβ, καὶ 13ὁ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας.
Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον· καὶ ἦν ὁ Θεὸς μετ᾽ αὐτοῦ, καὶ 14ἐξείλετο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ᾽ Αἴγυπτον καὶ 15ὅλον τὸν οἶκον αὐτοῦ. Ἦλθε δὲ λιμὸς ἐφ᾽ ὅλην τὴν 16γῆν Αἰγύπτου καὶ Χαναάν, καὶ θλίψις μεγάλη· καὶ οὐχ 17εὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν. Ἀκούσας δὲ Ἰακὼβ ὄντα 18σῖτα ἐν Αἰγύπτῳ, ἐξαπέστειλε τοὺς πατέρας ἡμῶν πρῶτον. Καὶ ἐν τῷ δευτέρῳ 19ἀνεγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος 20τοῦ Ἰωσήφ. Ἀποστείλας δὲ Ἰωσὴφ μετεκαλέσατο 21τὸν πατέρα αὐτοῦ Ἰακώβ, καὶ πᾶσαν τὴν 22συγγένειαν, ἐν 23ψυχαῖς ἑβδομήκοντα πέντε. 24Κατέβη δὲ Ἰακὼβ εἰς Αἴγυπτον, καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν· καὶ μετετέθησαν εἰς 25Συχέμ, καὶ ἐτέθησαν ἐν τῷ μνήματι 26ὃ ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν 27Ἐμμὸρ 28τοῦ 29Συχέμ.
Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας 30ἧς 31ὤμοσεν ὁ Θεὸς τῷ Ἀβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ, ἄχρις οὗ ἀνέστη βασιλεὺς 32ἕτερος, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ. Οὗτος κατασοφισάμενος τὸ γένος ἡμῶν, ἐκάκωσε τοὺς πατέρας 33ἡμῶν, τοῦ ποιεῖν 34ἔκθετα τὰ βρέφη αὐτῶν, εἰς τὸ μὴ ζῳογονεῖσθαι. Ἐν ᾧ καιρῷ ἐγεννήθη 35Μωσῆς, καὶ ἦν ἀστεῖος τῷ Θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ 36πατρός. 37Ἐκτεθέντα δὲ αὐτόν, ἀνείλετο αὐτὸν ἡ θυγάτηρ Φαραώ, καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν. Καὶ ἐπαιδεύθη 38Μωσῆς 39πάσῃ σοφίᾳ Αἰγυπτίων· ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ 40ἔργοις.
Ὡς δὲ ἐπληροῦτο αὐτῷ 41τεσσαρακονταετὴς χρόνος, ἀνέβη 42ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ. Καὶ ἰδών τινα ἀδικούμενον, ἠμύνατο καὶ 43ἐποίησεν ἐκδίκησιν τῷ καταπονουμένῳ, πατάξας τὸν Αἰγύπτιον· ἐνόμιζε δὲ συνιέναι τοὺς ἀδελφοὺς 44αὐτοῦ ὅτι ὁ Θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν 45αὐτοῖς σωτηρίαν· οἱ δὲ οὐ συνῆκαν. Τῇ 46τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις, καὶ 47συνήλασεν αὐτοὺς εἰς εἰρήνην, εἰπών, Ἄνδρες, ἀδελφοί ἐστε 48ὑμεῖς· ἵνα τί ἀδικεῖτε ἀλλήλους; Ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο 49αὐτόν, εἰπών, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ᾽ 50ἡμᾶς; Μὴ ἀνελεῖν με σὺ θέλεις, ὃν τρόπον ἀνεῖλες 51χθὲς τὸν Αἰγύπτιον; Ἔφυγε δὲ 52Μωϋσῆς ἐν τῷ λόγῳ τούτῳ, καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ, οὗ ἐγέννησεν υἱοὺς δύο.
Καὶ πληρωθέντων ἐτῶν 53τεσσαράκοντα, ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους Σινᾶ ἄγγελος 54Κυρίου ἐν 55φλογὶ πυρὸς βάτου. Ὁ δὲ 56Μωσῆς ἰδὼν 57ἐθαύμαζε τὸ ὅραμα· προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι, ἐγένετο φωνὴ Κυρίου 58πρὸς αὐτόν, Ἐγὼ ὁ Θεὸς τῶν πατέρων σου, ὁ Θεὸς Ἀβραὰμ καὶ 59ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ. Ἔντρομος δὲ γενόμενος 60Μωσῆς οὐκ ἐτόλμα κατανοῆσαι. Εἶπε δὲ αὐτῷ ὁ Κύριος, Λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου· ὁ γὰρ τόπος 61ἐν ᾧ ἕστηκας γῆ ἁγία ἐστίν. Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦ 62αὐτῶν ἤκουσα· καὶ κατέβην ἐξελέσθαι αὐτούς· καὶ νῦν δεῦρο, 63ἀποστελῶ σε εἰς Αἴγυπτον.
Τοῦτον τὸν 64Μωσῆν ὃν ἠρνήσαντο εἰπόντες, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν; τοῦτον ὁ Θεὸς 65ἄρχοντα καὶ λυτρωτὴν 66ἀπέστειλεν ἐν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ. Οὗτος ἐξήγαγεν αὐτούς, ποιήσας τέρατα καὶ σημεῖα ἐν 67γῇ 68Αἰγύπτῳ καὶ ἐν Ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐν τῇ ἐρήμῳ ἔτη 69τεσσαράκοντα. Οὗτός ἐστιν 70ὁ 71Μωσῆς ὁ 72εἰπὼν τοῖς υἱοῖς Ἰσραήλ, Προφήτην ὑμῖν ἀναστήσει 73Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς 74ἐμέ. Οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ἡμῶν· ὃς ἐδέξατο 75λόγια ζῶντα δοῦναι 76ἡμῖν· ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, 77ἀλλ᾽ ἀπώσαντο, καὶ ἐστράφησαν 78τῇ καρδίᾳ αὐτῶν εἰς Αἴγυπτον, εἰπόντες τῷ Ἀαρών, Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ 79Μωσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί 80γέγονεν αὐτῷ. Καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. Ἔστρεψε δὲ ὁ Θεός, καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ· καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν,
Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι 81
ἔτη τεσσαράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ;
Καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολόχ,
καὶ τὸ ἄστρον τοῦ Θεοῦ 82ὑμῶν 83Ῥεμφάν,
τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς·
καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος.
Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν 84τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷ 85Μωσῇ, ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει. Ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν, ὧν ἐξῶσεν ὁ Θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν, ἕως τῶν ἡμερῶν 86Δαυίδ· ὃς εὗρε χάριν ἐνώπιον τοῦ Θεοῦ, καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ 87Θεῷ Ἰακώβ. Σολομῶν δὲ 88ᾠκοδόμησεν αὐτῷ οἶκον. Ἀλλ᾽ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις 89ναοῖς κατοικεῖ, καθὼς ὁ προφήτης λέγει,
Ὁ οὐρανός μοι θρόνος, 90
ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου·
ποῖον οἶκον οἰκοδομήσετέ μοι; λέγει Κύριος·
ἢ τίς τόπος τῆς καταπαύσεώς μου;
Οὐχὶ ἡ χείρ μου ἐποίησε ταῦτα πάντα;
Σκληροτράχηλοι καὶ ἀπερίτμητοι 91τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ Ἁγίῳ ἀντιπίπτετε· ὡς οἱ πατέρες ὑμῶν, καὶ ὑμεῖς. Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; Καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς 92γεγένησθε· οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε.
The Stoning of Stephen
Ἀκούοντες δὲ ταῦτα, διεπρίοντο ταῖς καρδίαις αὐτῶν, καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ᾽ αὐτόν. Ὑπάρχων δὲ πλήρης Πνεύματος Ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανόν, εἶδε δόξαν Θεοῦ, καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, καὶ εἶπεν, Ἰδού, θεωρῶ τοὺς οὐρανοὺς 93ἀνεῳγμένους, καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν 94ἑστῶτα τοῦ Θεοῦ. Κράξαντες δὲ φωνῇ μεγάλῃ, συνέσχον τὰ ὦτα αὐτῶν, καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ᾽ αὐτόν· καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως, ἐλιθοβόλουν· καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ 95ἱμάτια παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου. Καὶ ἐλιθοβόλουν τὸν Στέφανον, ἐπικαλούμενον καὶ λέγοντα, Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου. Θεὶς δὲ τὰ γόνατα, ἔκραξε φωνῇ μεγάλῃ, Κύριε, μὴ στήσῃς αὐτοῖς 96τὴν ἁμαρτίαν ταύτην. Καὶ τοῦτο εἰπὼν ἐκοιμήθη.
Source notes (96)
- Footnote αρα ¦ --- CT
- Footnote εκ ¦ --- WH
- Footnote γην ¦ την γην CT
- Footnote εν 𝔐11 ¦ εις 𝔐10
- Footnote κακειθεν 𝔐13 ¦ και εκειθεν 𝔐9
- Footnote δουναι αυτω ¦ αυτω δουναι TR ¦ δουναι αυτην PCK
- Footnote αυτην ¦ αυτω PCK
- Footnote εαν ¦ αν WH
- Footnote δουλευσωσι ¦ δουλευσουσι NA SBL WH
- Footnote ειπεν ο θεος ¦ ο θεος ειπε CT
- Footnote ουτως 𝔐16 ¦ ουτος 𝔐7
- Footnote ο ¦ --- CT
- Footnote ο ¦ --- CT
- Footnote εξειλετο ¦ εξειλατο CT
- Footnote ολον ¦ εφ ολον ECM† NA
- Footnote γην αιγυπτου 90.2% ¦ αιγυπτον CT 3.9%
- Footnote ευρισκον ¦ ηυρισκον ECM NA SBL WH
- Footnote σιτα εν αιγυπτω ¦ σιτια εις αιγυπτον CT
- Footnote ανεγνωρισθη ¦ εγνωρισθη WH
- Footnote του ιωσηφ ¦ ιωσηφ SBL WH ¦ αυτου TH
- Footnote τον πατερα αυτου ιακωβ ¦ ιακωβ τον πατερα αυτου CT PCK
- Footnote συγγενειαν ¦ συγγενειαν αυτου ANT PCK TR
- Footnote ψυχαις εβδομηκοντα πεντε ¦ εβδομηκοντα πεντε ψυχαις PCK
- Footnote κατεβη δε ¦ και κατεβη ECM† NA SBL TH
- Footnote συχεμ ¦ σιχεμ SCR
- Footnote ο 𝔐16 ¦ ω 𝔐7 ANT CT
- Footnote εμμορ ¦ εμμωρ CT PCK ¦ εμορ SCR
- Footnote του ¦ εν CT
- Footnote συχεμ ¦ σιχεμ SCR
- Footnote ης ¦ ην ANT
- Footnote ωμοσεν 96.3% ¦ ωμολογησεν CT 2.2%
- Footnote ετερος ¦ ετερος επ αιγυπτον ECM† NA SBL TH WH
- Footnote ημων ¦ --- ECM† SBL TH WH
- Footnote εκθετα τα βρεφη ¦ τα βρεφη εκθετα CT
- Footnote μωσης ¦ μωυσης ANT CT PCK
- Footnote πατρος 𝔐17 ¦ πατρος αυτου 𝔐6 ANT TR
- Footnote εκτεθεντα δε αυτον ανειλετο αυτον 𝔐21 ¦ εκτεθεντα δε αυτον ανειλατο αυτον 𝔐11 ¦ εκτεθεντα δε αυτον ανειλετο 𝔐5 HF PCK RP ¦ εκτεθεντος δε αυτου ανειλατο αυτον CT
- Footnote μωσης ¦ μωυσης ANT CT PCK
- Footnote παση ¦ εν παση NA
- Footnote εργοις 𝔐9 ¦ εν εργοις 𝔐9 ANT TR ¦ εργοις αυτου ECM† NA SBL TH WH
- Footnote τεσσαρακονταετης ¦ τεσσερακονταετης CT
- Footnote επι ¦ εις ANT
- Footnote εποιησεν ¦ εποιησατο ANT
- Footnote αυτου ¦ --- SBL WH
- Footnote αυτοις σωτηριαν ¦ σωτηριαν αυτοις CT
- Footnote τε ¦ δε SCR
- Footnote συνηλασεν ¦ συνηλλασσεν CT
- Footnote υμεις ¦ --- CT
- Footnote αυτον ¦ τουτον PCK
- Footnote ημας 𝔐16 ¦ ημων 𝔐7 ANT ECM† NA SBL TH WH
- Footnote χθες ¦ εχθες CT
- Footnote μωυσης 𝔐34 ¦ μωσης 𝔐9 HF PCK RP TR
- Footnote τεσσαρακοντα ¦ τεσσερακοντα CT
- Footnote κυριου ¦ --- CT
- Footnote φλογι πυρος ¦ πυρι φλογος ECM†
- Footnote μωσης ¦ μωυσης ANT CT
- Footnote εθαυμαζε ¦ εθαυμασε PCK SBL TH TR WH
- Footnote προς αυτον ¦ --- CT
- Footnote ο θεος ισαακ και ο θεος ¦ ισαακ και CT
- Footnote μωσης ¦ μωυσης ANT CT PCK
- Footnote εν ¦ εφ CT
- Footnote αυτων ¦ αυτου SBL WH
- Footnote αποστελω ¦ αποστειλω CT
- Footnote μωσην ¦ μωυσην ANT CT PCK TR
- Footnote αρχοντα ¦ αρχηγον PCK ¦ και αρχοντα ECM† NA SBL WH
- Footnote απεστειλεν εν ¦ απεσταλκε συν CT
- Footnote γη ¦ τη WH
- Footnote αιγυπτω ¦ αιγυπτου TR
- Footnote τεσσαρακοντα ¦ τεσσερακοντα CT
- Footnote ο 𝔐12 ¦ --- 𝔐11 PCK
- Footnote μωσης ¦ μωυσης ANT CT PCK TR
- Footnote ειπων ¦ ειπας CT
- Footnote κυριος ο θεος υμων 𝔐30 ¦ κυριος ο θεος ημων 𝔐11 HF PCK RP ¦ ο θεος CT
- Footnote εμε ¦ εμε αυτου ακουσεσθε ANT TR
- Footnote λογια 𝔐34 ¦ λογον 𝔐22 RP
- Footnote ημιν ¦ υμιν WH
- Footnote αλλ ¦ αλλα NA27 SBL TH WH
- Footnote τη καρδια ¦ ταις καρδιαις TR ¦ εν ταις καρδιαις CT
- Footnote μωσης ¦ μωυσης ANT CT PCK
- Footnote γεγονεν ¦ εγενετο CT
- Footnote ετη τεσσαρακοντα εν τη ερημω ¦ εν τη ερημω ετη τεσσαρακοντα PCK ¦ ετη τεσσερακοντα εν τη ερημω CT
- Footnote υμων ¦ --- SBL WH
- Footnote ρεμφαν 𝔐17 ¦ ρεφαν 𝔐13 TH TR ¦ ρεφφαν 𝔐6 PCK ¦ ραιφαν ECM NA SBL ¦ ρομφα WH
- Footnote τοις ¦ εν τοις ST
- Footnote μωση ¦ μωυση ANT CT PCK
- Footnote δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
- Footnote θεω ¦ οικω ECM† NA
- Footnote ωκοδομησεν ¦ οικοδομησεν ECM NA SBL WH
- Footnote ναοις ¦ --- CT
- Footnote η δε ¦ και η WH
- Footnote τη καρδια ¦ καρδιαις ECM NA SBL WH ¦ ταις καρδιαις υμων TH
- Footnote γεγενησθε ¦ εγενεσθε CT
- Footnote ανεωγμενους ¦ διηνοιγμενους CT
- Footnote εστωτα του θεου ¦ του θεου εστωτα ANT
- Footnote ιματια ¦ ιματια αυτων ANT CT TR
- Footnote την αμαρτιαν ταυτην ¦ ταυτην την αμαρτιαν ECM† NA SBL TH WH
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.