Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 8

Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ.

Saul Persecutes the Church

Ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις· πάντες 1δὲ διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ 2Σαμαρείας, πλὴν τῶν ἀποστόλων. Συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς, καὶ 3ἐποιήσαντο κοπετὸν μέγαν ἐπ᾽ αὐτῷ. Σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν, κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν.

Philip Preaches the Good News in Samaria

Οἱ μὲν οὖν διασπαρέντες διῆλθον, εὐαγγελιζόμενοι τὸν λόγον. Φίλιππος δὲ κατελθὼν εἰς 4πόλιν τῆς 5Σαμαρείας, ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν. Προσεῖχόν 6τε οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδόν, ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει. 7Πολλῶν γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα, βοῶντα 8φωνῇ μεγάλῃ 9ἐξήρχετο· πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν. 10Καὶ ἐγένετο 11χαρὰ μεγάλη ἐν τῇ πόλει ἐκείνῃ.

Simon the Magician

Ἀνὴρ δέ τις ὀνόματι Σίμων προϋπῆρχεν ἐν τῇ πόλει μαγεύων καὶ 12ἐξιστῶν τὸ ἔθνος τῆς 13Σαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν· ᾧ 14προσεῖχον ἀπὸ μικροῦ ἕως μεγάλου, λέγοντες, Οὗτός ἐστιν ἡ δύναμις τοῦ Θεοῦ ἡ 15μεγάλη. Προσεῖχον δὲ αὐτῷ, διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς 16μαγείαις 17ἐξεστακέναι αὐτούς. Ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳ 18τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ καὶ τοῦ ὀνόματος 19Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες. Ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσε, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ· θεωρῶν τε 20δυνάμεις καὶ σημεῖα γινόμενα, ἐξίστατο.

Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ 21Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς 22τὸν Πέτρον καὶ 23Ἰωάννην· οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν, ὅπως λάβωσι Πνεῦμα Ἅγιον· 24οὔπω γὰρ ἦν ἐπ᾽ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ 25Χριστοῦ Ἰησοῦ. Τότε 26ἐπετίθουν τὰς χεῖρας ἐπ᾽ αὐτούς, καὶ ἐλάμβανον Πνεῦμα Ἅγιον. 27Θεασάμενος δὲ ὁ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα 28τὸ Ἅγιον, προσήνεγκεν αὐτοῖς χρήματα, λέγων, Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ 29ἐὰν ἐπιθῶ τὰς χεῖρας, λαμβάνῃ Πνεῦμα Ἅγιον. Πέτρος δὲ εἶπε πρὸς αὐτόν, Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι. Οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ. Ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα 30ἐνώπιον τοῦ Θεοῦ. Μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ 31Θεοῦ, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου. Εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα. Ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπε, Δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν 32Κύριον, ὅπως μηδὲν ἐπέλθῃ ἐπ᾽ ἐμὲ ὧν εἰρήκατε.

Οἱ μὲν οὖν 33διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ Κυρίου, 34ὑπέστρεψαν εἰς 35Ἱερουσαλήμ, πολλάς τε κώμας τῶν 36Σαμαρειτῶν 37εὐηγγελίσαντο.

Philip Baptizes the Ethiopian Eunuch

Ἄγγελος δὲ Κυρίου ἐλάλησε πρὸς Φίλιππον, λέγων, Ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος. Καὶ ἀναστὰς ἐπορεύθη· καὶ ἰδού, ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης Κανδάκης 38τῆς βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς Ἱερουσαλήμ, ἦν 39τε ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ, 40καὶ ἀνεγίνωσκε τὸν προφήτην Ἠσαΐαν. Εἶπε δὲ τὸ πνεῦμα τῷ Φιλίππῳ, Πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ. Προσδραμὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος 41τὸν προφήτην Ἠσαΐαν, καὶ εἶπεν, Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; Ὁ δὲ εἶπε, Πῶς γὰρ ἂν δυναίμην, ἐὰν μή τις 42ὁδηγήσῃ με; Παρεκάλεσέ τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ. Ἡ δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη,

Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη,

καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ 43κείροντος αὐτὸν ἄφωνος, 44

οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.

Ἐν τῇ ταπεινώσει 45αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη,

τὴν 46δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται;

Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ.

Ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπε, Δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; Περὶ ἑαυτοῦ, ἢ περὶ ἑτέρου τινός; Ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ, καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης, εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν. Ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν, ἦλθον ἐπί τι ὕδωρ· καί φησιν ὁ εὐνοῦχος, Ἰδού, ὕδωρ· τί κωλύει με 47βαπτισθῆναι; Καὶ ἐκέλευσε στῆναι τὸ ἅρμα· καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ, ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος· καὶ ἐβάπτισεν αὐτόν. Ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, πνεῦμα Κυρίου ἥρπασε τὸν Φίλιππον· καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος, ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων. Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον· καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας, ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς 48Καισάρειαν.

Source notes (48)
  1. Footnote δε ¦ τε TR
  2. Footnote σαμαρειας ¦ σαμαριας WH
  3. Footnote εποιησαντο ¦ εποιησαν ANT CT
  4. Footnote πολιν ¦ την πολιν ECM† NA SBL WH
  5. Footnote σαμαρειας ¦ σαμαριας WH
  6. Footnote τε ¦ δε ANT CT PCK
  7. Footnote πολλων ¦ πολλοι CT
  8. Footnote φωνη μεγαλη ¦ μεγαλη φωνη TR
  9. Footnote εξηρχετο ¦ εξηρχοντο CT
  10. Footnote και εγενετο ¦ εγενετο δε CT
  11. Footnote χαρα μεγαλη ¦ πολλη χαρα CT
  12. Footnote εξιστων ¦ εξιστανων CT
  13. Footnote σαμαρειας ¦ σαμαριας WH
  14. Footnote προσειχον ¦ προσειχον παντες ANT CT TR
  15. Footnote μεγαλη 90.4% ¦ καλουμενη μεγαλη CT 6.6%
  16. Footnote μαγειαις ¦ μαγιαις WH
  17. Footnote εξεστακεναι 𝔐17 ¦ εξιστακεναι 𝔐6
  18. Footnote τα ¦ --- ECM† NA SBL TH WH
  19. Footnote ιησου ¦ του ιησου TR
  20. Footnote δυναμεις και σημεια γινομενα ¦ σημεια και δυναμεις μεγαλας γινομενας CT ST
  21. Footnote σαμαρεια ¦ σαμαρια WH
  22. Footnote τον ¦ --- CT
  23. Footnote ιωαννην ¦ ιωανην WH
  24. Footnote ουπω ¦ ουδεπω CT
  25. Footnote χριστου 𝔐14 ¦ κυριου 𝔐8 ANT CT TR
  26. Footnote επετιθουν ¦ επετιθεσαν CT
  27. Footnote θεασαμενος 𝔐17 ¦ ιδων 𝔐7 ANT CT
  28. Footnote το αγιον 98.9% ¦ --- ECM NA SBL WH 0.4%
  29. Footnote εαν 𝔐13 ¦ αν 𝔐8 PCK ST
  30. Footnote ενωπιον ¦ εναντιον ECM† PCK ¦ εναντι ECM† NA SBL TH WH
  31. Footnote θεου ¦ κυριου CT
  32. Footnote κυριον ¦ θεον ANT
  33. Footnote διαμαρτυραμενοι 𝔐29 ¦ διαμαρτυρομενοι 𝔐30
  34. Footnote υπεστρεψαν ¦ υπεστρεφον CT
  35. Footnote ιερουσαλημ ¦ ιεροσολυμα CT
  36. Footnote σαμαρειτων ¦ σαμαριτων ECM NA SBL
  37. Footnote ευηγγελισαντο ¦ ευηγγελιζοντο CT
  38. Footnote της ¦ --- CT
  39. Footnote τε ¦ δε WH
  40. Footnote και ¦ --- SCR
  41. Footnote τον προφητην ησαιαν ¦ ησαιαν τον προφητην CT
  42. Footnote οδηγηση 𝔐18 ¦ οδηγησει 𝔐7 NA SBL TH WH
  43. Footnote κειροντος 𝔐25 ¦ κειραντος 𝔐20 ECM† HF NA SBL TH
  44. Footnote ουτως 𝔐15 ¦ ουτος 𝔐10
  45. Footnote αυτου ¦ --- ECM† SBL TH WH
  46. Footnote δε ¦ --- ECM† NA SBL TH WH
  47. Footnote βαπτισθηναι 86.5% ¦ βαπτισθηναι 37 ειπε δε αυτω ει πιστευεις εξ ολης της καρδιας σου εξεστιν αποκριθεις δε ειπε πιστευω τον υιον του θεου ειναι ιησουν χριστον ECM 6.2% ¦ βαπτισθηναι 37 ειπε δε ο φιλιππος ει πιστευεις εξ ολης της καρδιας εξεστιν αποκριθεις δε ειπε πιστευω τον υιον του θεου ειναι τον ιησουν χριστον ANT TR 0.2% {Note: ECM encloses verse 37 with double brackets.}
  48. Footnote καισαρειαν ¦ καισαριαν WH

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.