The Text-Critical Greek New Testament
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 9
The Conversion of Saul
Ὁ δὲ Σαῦλος ἔτι 1ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ, ᾐτήσατο παρ᾽ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ 2τῆς ὁδοῦ ὄντας ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἱερουσαλήμ. Ἐν δὲ τῷ πορεύεσθαι, ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ· 3καὶ ἐξαίφνης 4περιήστραψεν αὐτὸν φῶς 5ἀπὸ τοῦ οὐρανοῦ· καὶ πεσὼν ἐπὶ τὴν γῆν, ἤκουσε φωνὴν λέγουσαν αὐτῷ, Σαούλ, Σαούλ, τί με διώκεις; Εἶπε δέ, Τίς εἶ, Κύριε; Ὁ δὲ 6Κύριος εἶπεν, Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ 7διώκεις· 8ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι 9τί σε δεῖ ποιεῖν. Οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ 10εἱστήκεισαν 11ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες. Ἠγέρθη δὲ 12ὁ Σαῦλος ἀπὸ τῆς γῆς· ἀνεῳγμένων 13τε τῶν ὀφθαλμῶν αὐτοῦ, 14οὐδένα ἔβλεπε, χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν. Καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.
Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἀνανίας, καὶ εἶπε πρὸς αὐτὸν 15ὁ Κύριος ἐν ὁράματι, Ἀνανία. Ὁ δὲ εἶπεν, Ἰδοὺ ἐγώ, Κύριε. Ὁ δὲ Κύριος πρὸς αὐτόν, 16Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν, καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι, Ταρσέα· ἰδοὺ γὰρ προσεύχεται, καὶ εἶδεν 17ἐν ὁράματι ἄνδρα 18ὀνόματι Ἀνανίαν εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ 19χεῖρα, ὅπως ἀναβλέψῃ. Ἀπεκρίθη δὲ 20Ἀνανίας, Κύριε, 21ἀκήκοα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ 22ἐποίησε τοῖς ἁγίοις σου ἐν Ἱερουσαλήμ· καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων, δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου. Εἶπε δὲ πρὸς αὐτὸν ὁ Κύριος, Πορεύου, ὅτι σκεῦος ἐκλογῆς 23μοί ἐστιν οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον 24ἐθνῶν 25καὶ βασιλέων, υἱῶν τε Ἰσραήλ· ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν. Ἀπῆλθε δὲ Ἀνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ᾽ αὐτὸν τὰς χεῖρας εἶπε, Σαοὺλ ἀδελφέ, ὁ Κύριος ἀπέσταλκέ με, 26ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς Πνεύματος Ἁγίου. Καὶ εὐθέως 27ἀπέπεσον 28ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ 29ὡσεὶ λεπίδες, ἀνέβλεψέ 30τε καὶ ἀναστὰς ἐβαπτίσθη, καὶ λαβὼν τροφὴν 31ἐνίσχυσεν.
Paul Preaches Christ in Damascus
Ἐγένετο δὲ 32ὁ Σαῦλος μετὰ 33τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς. Καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσε τὸν 34Χριστόν, ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ. Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον, Οὐχ οὗτός ἐστιν ὁ πορθήσας 35ἐν Ἱερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο 36ἐλήλυθεν ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς; Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο, καὶ 37συνέχυνε 38τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, 39συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ Χριστός.
Saul Escapes Death
Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν· ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν. 40Παρετήρουν τε τὰς πύλας ἡμέρας τε καὶ νυκτός, ὅπως αὐτὸν ἀνέλωσι· λαβόντες δὲ 41αὐτὸν οἱ μαθηταὶ νυκτός, 42καθῆκαν διὰ τοῦ τείχους, χαλάσαντες ἐν 43σπυρίδι.
Saul in Jerusalem
Παραγενόμενος δὲ 44ὁ Σαῦλος 45ἐν Ἱερουσαλήμ, 46ἐπειρᾶτο κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶ μαθητής. Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγε πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδε τὸν Κύριον, καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι 47τοῦ Ἰησοῦ. Καὶ ἦν μετ᾽ αὐτῶν 48εἰσπορευόμενος 49εἰς Ἱερουσαλήμ, 50καὶ παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ 51Κυρίου Ἰησοῦ, ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν 52αὐτὸν ἀνελεῖν. Ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς 53Καισάρειαν, καὶ ἐξαπέστειλαν 54αὐτὸν εἰς Ταρσόν. 55
Αἱ μὲν οὖν ἐκκλησίαι καθ᾽ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ 56Σαμαρείας εἶχον εἰρήνην οἰκοδομούμεναι, καὶ πορευόμεναι τῷ φόβῳ τοῦ Κυρίου καὶ τῇ παρακλήσει τοῦ Ἁγίου Πνεύματος ἐπληθύνοντο.
Peter Heals Aeneas
Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας 57Λύδδαν. Εὗρε δὲ ἐκεῖ ἄνθρωπόν τινα 58Αἰνέαν ὀνόματι, ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ 59κραββάτῳ, ὃς ἦν παραλελυμένος. Καὶ εἶπεν αὐτῷ ὁ Πέτρος, Αἰνέα, ἰᾶταί σε Ἰησοῦς 60ὁ Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. Καὶ εὐθέως ἀνέστη. Καὶ 61εἶδον αὐτὸν πάντες οἱ κατοικοῦντες 62Λύδδαν καὶ τὸν 63Ἀσσάρωνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν Κύριον.
Peter Raises Dorcas
Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι 64Ταβιθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης 65ἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ 66αὐτὴν ἔθηκαν ἐν 67ὑπερῴῳ. Ἐγγὺς δὲ οὔσης 68Λύδδης τῇ Ἰόππῃ, οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, 69ἀπέστειλαν πρὸς αὐτόν, παρακαλοῦντες μὴ 70ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν. Ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ᾽ αὐτῶν οὖσα ἡ Δορκάς. Ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος 71θεὶς τὰ γόνατα προσηύξατο· καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα, εἶπε, 72Ταβιθά, ἀνάστηθι. Ἡ δὲ ἤνοιξε τοὺς ὀφθαλμοὺς αὐτῆς· καὶ ἰδοῦσα τὸν Πέτρον, ἀνεκάθισε. Δοὺς δὲ αὐτῇ χεῖρα, ἀνέστησεν αὐτήν· φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας, παρέστησεν αὐτὴν ζῶσαν. Γνωστὸν δὲ ἐγένετο καθ᾽ ὅλης 73τῆς Ἰόππης, καὶ 74πολλοὶ ἐπίστευσαν ἐπὶ τὸν Κύριον. Ἐγένετο δὲ 75ἡμέρας ἱκανὰς μεῖναι αὐτὸν ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ.
Source notes (75)
- Footnote εμπνεων ¦ ενπνεων WH
- Footnote της οδου οντας ¦ οντας της οδου ECM†
- Footnote και εξαιφνης ¦ εξαιφνης τε ECM NA SBL ¦ εξεφνης τε TH WH
- Footnote περιηστραψεν αυτον ¦ αυτον περιηστραψε CT
- Footnote απο ¦ εκ CT
- Footnote κυριος ειπεν ¦ --- CT
- Footnote διωκεις ¦ διωκεις σκληρον σοι προς κεντρα λακτιζειν τρεμων τε και θαμβων ειπε κυριε τι με θελεις ποιησαι και ο κυριος προς αυτον TR
- Footnote αλλα ¦ αλλ ECM NA28 ¦ --- TR
- Footnote τι ¦ οτι ECM ¦ ο τι NA SBL TH WH
- Footnote ειστηκεισαν ¦ ιστηκεισαν TH WH
- Footnote ενεοι 𝔐11 ¦ εννεοι 𝔐14 TR
- Footnote ο ¦ --- CT
- Footnote τε ¦ δε CT TR
- Footnote ουδενα ¦ ουδεν NA SBL TH WH
- Footnote ο κυριος εν οραματι ¦ εν οραματι ο κυριος CT
- Footnote αναστας ¦ αναστα WH
- Footnote εν οραματι ανδρα ¦ ανδρα ECM ¦ ανδρα εν οραματι NA SBL TH WH
- Footnote ονοματι ανανιαν ¦ ανανιαν ονοματι CT PCK
- Footnote χειρα ¦ τας χειρας NA WH ¦ χειρας ECM SBL TH
- Footnote ανανιας ¦ ο ανανιας TR
- Footnote ακηκοα ¦ ηκουσα CT
- Footnote εποιησε τοις αγιοις σου ¦ τοις αγιοις σου εποιησεν ECM† NA SBL TH WH
- Footnote μοι εστιν ¦ εστι μοι CT
- Footnote εθνων ¦ των εθνων WH
- Footnote και ¦ τε και CT
- Footnote ο ¦ ιησους ο ANT CT TR
- Footnote απεπεσον ¦ απεπεσαν CT
- Footnote απο των οφθαλμων αυτου ¦ αυτου απο των οφθαλμων CT
- Footnote ωσει ¦ ως ECM† NA SBL TH WH
- Footnote τε 𝔐16 ¦ τε παραχρημα 𝔐9 PCK TR
- Footnote ενισχυσεν ¦ ενισχυθη WH
- Footnote ο σαυλος ¦ --- CT
- Footnote των 𝔐20 ¦ των οντων 𝔐25 ANT
- Footnote χριστον ¦ ιησουν ANT CT PCK
- Footnote εν ¦ εις NA
- Footnote εληλυθεν ¦ εληλυθει CT TR
- Footnote συνεχυνε ¦ συνεχυννε ECM NA SBL WH
- Footnote τους ¦ --- WH
- Footnote συμβιβαζων ¦ συνβιβαζων WH
- Footnote παρετηρουν τε ¦ παρετηρουντο δε και CT
- Footnote αυτον οι μαθηται 86.6% ¦ οι μαθηται αυτου CT 2.1%
- Footnote καθηκαν δια του τειχους ¦ δια του τειχους καθηκαν αυτον CT
- Footnote σπυριδι ¦ σφυριδι WH
- Footnote ο σαυλος ¦ --- CT
- Footnote εν ¦ εις ANT CT TR
- Footnote επειρατο ¦ επειραζε ECM† NA SBL TH WH
- Footnote του ιησου ¦ του κυριου ιησου PCK ¦ ιησου WH
- Footnote εισπορευομενος ¦ εισπορευομενος και εκπορευομενος ANT CT PCK TR
- Footnote εις ¦ εν ANT PCK TR
- Footnote και ¦ --- CT
- Footnote κυριου ιησου ¦ ιησου PCK ¦ κυριου CT
- Footnote αυτον ανελειν ¦ ανελειν αυτον CT PCK
- Footnote καισαρειαν ¦ καισαριαν WH
- Footnote αυτον ¦ --- ECM† PCK
- Footnote αι … εκκλησιαι … ειχον … οικοδομουμεναι … πορευομεναι … επληθυνοντο 87.6% ¦ η … εκκλησια … ειχεν … οικοδομουμενη … πορευομενη … επληθυνετο CT 7.8%
- Footnote σαμαρειας ¦ σαμαριας WH
- Footnote λυδδαν ¦ λυδδα CT
- Footnote αινεαν ονοματι ¦ ονοματι αινεαν CT
- Footnote κραββατω 𝔐16 ¦ κραβαττω 𝔐8 ANT ¦ κραβαττου ECM† NA SBL TH WH
- Footnote ο ¦ --- ECM† NA SBL TH WH
- Footnote ειδον ¦ ειδαν CT
- Footnote λυδδαν ¦ λυδδα CT
- Footnote ασσαρωνα 𝔐9 ¦ σαρωνα 𝔐8 ANT CT SCR ¦ σαρωναν 𝔐5 ST
- Footnote ταβιθα 𝔐26 ¦ ταβηθα 𝔐17 PCK RP ¦ ταβειθα WH
- Footnote αγαθων εργων ¦ εργων αγαθων ECM† NA SBL TH WH
- Footnote αυτην εθηκαν ¦ εθηκαν αυτην ECM† NA SBL TH ¦ εθηκαν WH
- Footnote υπερωω ¦ τω υπερωω PCK
- Footnote λυδδης ¦ λυδδας CT
- Footnote απεστειλαν ¦ απεστειλαν δυο ανδρας ANT CT TR
- Footnote οκνησαι διελθειν εως αυτων ¦ οκνησης διελθειν εως ημων CT
- Footnote θεις ¦ και θεις CT
- Footnote ταβιθα 𝔐35 ¦ ταβηθα 𝔐10 PCK RP ¦ ταβειθα WH
- Footnote της ¦ --- WH
- Footnote πολλοι επιστευσαν ¦ επιστευσαν πολλοι CT
- Footnote ημερας ικανας μειναι αυτον ECM† ¦ αυτον ημερας ικανας μειναι ECM† PCK TH ¦ ημερας ικανας μειναι ECM† NA SBL WH
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.