The Text-Critical Greek New Testament
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 10
Cornelius' Vision
Ἀνὴρ δέ τις 1ἦν ἐν 2Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ 3σπείρης τῆς καλουμένης Ἰταλικῆς, εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν 4τε ἐλεημοσύνας πολλὰς τῷ λαῷ, καὶ δεόμενος τοῦ Θεοῦ διὰ παντός. Εἶδεν ἐν ὁράματι φανερῶς, ὡσεὶ 5ὥραν 6ἐνάτην τῆς ἡμέρας, ἄγγελον τοῦ Θεοῦ εἰσελθόντα πρὸς αὐτόν, καὶ εἰπόντα αὐτῷ, Κορνήλιε. Ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπε, Τί ἐστι, Κύριε; Εἶπε δὲ αὐτῷ, Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον 7ἐνώπιον τοῦ Θεοῦ. Καὶ νῦν πέμψον 8εἰς Ἰόππην ἄνδρας, καὶ μετάπεμψαι 9Σίμωνα 10τὸν ἐπικαλούμενον Πέτρον· οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ 11θάλασσαν. Ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος 12ὁ λαλῶν 13τῷ Κορνηλίῳ, φωνήσας δύο τῶν οἰκετῶν 14αὐτοῦ, καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ, καὶ ἐξηγησάμενος 15αὐτοῖς ἅπαντα, ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην.
Peter's Vision
Τῇ δὲ ἐπαύριον, ὁδοιπορούντων 16ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων, ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι, περὶ ὥραν ἕκτην· ἐγένετο δὲ πρόσπεινος, καὶ ἤθελε γεύσασθαι· παρασκευαζόντων δὲ 17ἐκείνων, 18ἐπέπεσεν ἐπ᾽ αὐτὸν ἔκστασις, καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ καταβαῖνον 19ἐπ᾽ αὐτὸν σκεῦός τι ὡς ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς 20δεδεμένον, καὶ καθιέμενον ἐπὶ τῆς γῆς· ἐν ᾧ ὑπῆρχε πάντα τὰ τετράποδα 21τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. Καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν, Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. Ὁ δὲ Πέτρος εἶπε, Μηδαμῶς, Κύριε· ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν 22ἢ ἀκάθαρτον. Καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν, Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου. Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς· καὶ 23πάλιν 24ἀνελήφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν.
Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδε, 25καὶ ἰδού, οἱ ἄνδρες οἱ ἀπεσταλμένοι 26ἀπὸ τοῦ Κορνηλίου, διερωτήσαντες τὴν οἰκίαν 27Σίμωνος, ἐπέστησαν ἐπὶ τὸν πυλῶνα, καὶ φωνήσαντες 28ἐπυνθάνοντο εἰ Σίμων, ὁ ἐπικαλούμενος Πέτρος, ἐνθάδε ξενίζεται. Τοῦ δὲ Πέτρου 29διενθυμουμένου περὶ τοῦ ὁράματος, εἶπεν 30αὐτῷ τὸ πνεῦμα, Ἰδού, 31ἄνδρες 32ζητοῦσί σε. 33Ἀλλὰ ἀναστὰς κατάβηθι, καὶ πορεύου σὺν αὐτοῖς, μηδὲν διακρινόμενος· 34διότι ἐγὼ ἀπέσταλκα αὐτούς. Καταβὰς δὲ Πέτρος πρὸς τοὺς 35ἄνδρας εἶπεν, Ἰδού, ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία δι᾽ ἣν πάρεστε; Οἱ δὲ 36εἶπον, Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν Θεόν, μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου 37ἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ. Εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισε.
Τῇ δὲ ἐπαύριον 38ὁ Πέτρος ἐξῆλθε σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ 39Ἰόππης 40συνῆλθον αὐτῷ. 41Καὶ τῇ ἐπαύριον 42εἰσῆλθον εἰς τὴν 43Καισάρειαν. Ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτούς, 44συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους. Ὡς δὲ ἐγένετο 45τοῦ εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος, πεσὼν ἐπὶ τοὺς πόδας, προσεκύνησεν. Ὁ δὲ Πέτρος 46αὐτὸν ἤγειρε λέγων, Ἀνάστηθι· 47κἀγὼ αὐτὸς ἄνθρωπός εἰμι. Καὶ συνομιλῶν αὐτῷ εἰσῆλθε, καὶ εὑρίσκει συνεληλυθότας πολλούς, ἔφη τε πρὸς αὐτούς, Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· 48καὶ ἐμοὶ 49ὁ Θεὸς ἔδειξε μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον· διὸ καὶ 50ἀναντιρρήτως ἦλθον μεταπεμφθείς. Πυνθάνομαι οὖν, τίνι λόγῳ μετεπέμψασθέ με.
Καὶ ὁ Κορνήλιος ἔφη, Ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην 51νηστεύων, καὶ τὴν ἐνάτην ὥραν προσευχόμενος ἐν τῷ οἴκῳ μου· καὶ ἰδού, ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ, καί φησι, Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχή, καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ Θεοῦ. Πέμψον οὖν εἰς Ἰόππην, καὶ μετακάλεσαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρὰ θάλασσαν· 52ὃς παραγενόμενος λαλήσει σοι. Ἐξαυτῆς οὖν ἔπεμψα πρός σε· σύ τε καλῶς ἐποίησας παραγενόμενος. Νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ Θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ 53Θεοῦ.
Peter Preaches to Cornelius' Household
Ἀνοίξας δὲ Πέτρος τὸ 54στόμα εἶπεν, Ἐπ᾽ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστι 55προσωπολήπτης ὁ Θεός· ἀλλ᾽ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστι. Τὸν λόγον 56ὃν ἀπέστειλε τοῖς υἱοῖς Ἰσραήλ, εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ—οὗτός ἐστι πάντων Κύριος— ὑμεῖς οἴδατε, τὸ γενόμενον ῥῆμα καθ᾽ ὅλης τῆς Ἰουδαίας, 57ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας, μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν 58Ἰωάννης· Ἰησοῦν τὸν ἀπὸ 59Ναζαρέτ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι Ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ Θεὸς ἦν μετ᾽ αὐτοῦ. Καὶ ἡμεῖς 60ἐσμεν μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ 61ἐν Ἱερουσαλήμ· ὃν 62καὶ 63ἀνεῖλον κρεμάσαντες ἐπὶ ξύλου. Τοῦτον ὁ Θεὸς ἤγειρε 64τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι, οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν. Καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῷ λαῷ, καὶ διαμαρτύρασθαι ὅτι 65αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν. Τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν.
The Holy Spirit Falls upon the Gentiles
Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα, ἐπέπεσε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον. Καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοί, 66ὅσοι 67συνῆλθον τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ 68Ἁγίου Πνεύματος ἐκκέχυται. Ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις, καὶ μεγαλυνόντων τὸν Θεόν. Τότε ἀπεκρίθη 69ὁ Πέτρος, Μήτι τὸ ὕδωρ 70κωλῦσαι δύναταί τις, τοῦ μὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ Πνεῦμα τὸ Ἅγιον ἔλαβον 71καθὼς καὶ ἡμεῖς; Προσέταξέ 72τε αὐτοὺς 73βαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ Κυρίου. Τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς.
Source notes (73)
- Footnote ην ¦ --- ANT CT
- Footnote καισαρεια ¦ καισαρια WH
- Footnote σπειρης 𝔐14 ¦ σπειρας 𝔐11 PCK
- Footnote τε ¦ --- CT
- Footnote ωραν ¦ περι ωραν CT
- Footnote ενατην 𝔐12 ¦ εννατην 𝔐13 TR
- Footnote ενωπιον ¦ εμπροσθεν CT
- Footnote εις ιοππην ανδρας ¦ ανδρας εις ιοππην CT
- Footnote σιμωνα ¦ σιμωνα τινα CT
- Footnote τον επικαλουμενον πετρον ¦ ος επικαλειται πετρος CT PCK TR
- Footnote θαλασσαν ¦ θαλασσαν ουτος λαλησει σοι τι σε δει ποιειν TR
- Footnote ο 𝔐17 ¦ --- 𝔐8
- Footnote τω κορνηλιω ¦ αυτω CT
- Footnote αυτου ¦ --- CT
- Footnote αυτοις απαντα ¦ απαντα αυτοις CT
- Footnote εκεινων ¦ αυτων ECM
- Footnote εκεινων ¦ αυτων CT
- Footnote επεπεσεν 78.6% ¦ εγενετο CT 10.9% ¦ επεσεν MSS 10.3%
- Footnote επ αυτον ¦ --- CT
- Footnote δεδεμενον και 88.6% ¦ --- ECM NA SBL WH 4.2%
- Footnote της γης και τα θηρια και τα ερπετα και τα 79.3% ¦ και τα θηρια και τα ερπετα της γης και τα MSS 6.3% ¦ και ερπετα της γης και CT 1.5%
- Footnote η ¦ και CT
- Footnote παλιν ¦ ευθυς CT
- Footnote ανεληφθη ¦ ανελημφθη CT
- Footnote και ¦ --- CT
- Footnote απο ¦ υπο CT PCK
- Footnote σιμωνος ¦ του σιμωνος CT
- Footnote επυνθανοντο ¦ επυθοντο WH
- Footnote διενθυμουμενου ¦ ενθυμουμενου TR
- Footnote αυτω το πνευμα 95.8% ¦ το πνευμα αυτω ECM† TH 3.8% ¦ το πνευμα WH 0.2%
- Footnote ανδρες ¦ ανδρες τρεις ANT ECM NA TH TR ¦ ανδρες δυο WH
- Footnote ζητουσι ¦ ζητουντες ECM NA SBL WH
- Footnote αλλα 𝔐14 ¦ αλλ 𝔐10 ECM NA28
- Footnote διοτι ¦ οτι CT
- Footnote ανδρας ¦ ανδρας τους απεσταλμενους απο του κορνηλιου προς αυτον TR
- Footnote ειπον ¦ ειπαν CT
- Footnote αγιου ¦ --- PCK
- Footnote ο πετρος ¦ αναστας ANT CT
- Footnote ιοππης ¦ της ιοππης ANT TR
- Footnote συνηλθον ¦ συνηλθαν WH
- Footnote και τη ¦ τη δε CT
- Footnote εισηλθον ¦ εισηλθεν ECM† NA SBL WH ¦ εισηλθαν TH
- Footnote καισαρειαν ¦ καισαριαν WH
- Footnote συγκαλεσαμενος ¦ συνκαλεσαμενος WH
- Footnote του εισελθειν 70.4% ¦ του ελθειν MSS 11.4% ¦ εισελθειν TR 8.1%
- Footnote αυτον ηγειρε 𝔐37 ¦ ηγειρεν αυτον 𝔐7 CT HF PCK
- Footnote καγω ¦ και εγω CT
- Footnote και εμοι ¦ καμοι CT
- Footnote ο θεος εδειξε ¦ εδειξεν ο θεος ECM†
- Footnote αναντιρρητως ¦ αναντιρητως WH
- Footnote νηστευων και την ενατην (εννατην TR) ωραν 93.1% ¦ την ενατην CT 3.3%
- Footnote ος παραγενομενος λαλησει σοι 93.6% ¦ --- CT 4.6%
- Footnote θεου ¦ κυριου CT
- Footnote στομα ¦ στομα αυτου ANT
- Footnote προσωποληπτης ¦ προσωπολημπτης CT
- Footnote ον ¦ --- WH
- Footnote αρξαμενον ¦ αρξαμενος CT
- Footnote ιωαννης ¦ ιωανης WH
- Footnote ναζαρετ 𝔐18 ¦ ναζαρεθ 𝔐7 CT SCR
- Footnote εσμεν ¦ --- CT
- Footnote εν ¦ --- SBL WH
- Footnote και ¦ --- TR
- Footnote ανειλον ¦ ανειλαν CT
- Footnote τη ¦ εν τη NA
- Footnote αυτος ¦ ουτος ECM† NA SBL WH
- Footnote οσοι ¦ οι WH
- Footnote συνηλθον ¦ συνηλθαν ECM NA SBL WH
- Footnote αγιου πνευματος ¦ πνευματος του αγιου WH
- Footnote ο ¦ --- CT
- Footnote κωλυσαι δυναται τις 86.1% ¦ δυναται τις κωλυσαι MSS 7.1% ¦ δυναται κωλυσαι τις CT 3.2%
- Footnote καθως ¦ ως CT PCK
- Footnote τε ¦ δε ECM† NA SBL TH WH
- Footnote βαπτισθηναι εν τω ονοματι του κυριου ¦ βαπτισθηναι εν τω ονοματι του κυριου ιησου PCK ¦ εν τω ονοματι ιησου χριστου βαπτισθηναι CT
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.