The Text-Critical Greek New Testament
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 11
Peter Reports to the Church in Jerusalem
Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ Θεοῦ. 1Καὶ ὅτε ἀνέβη Πέτρος εἰς 2Ἱεροσόλυμα, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς, λέγοντες ὅτι 3Πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας εἰσῆλθες, καὶ συνέφαγες αὐτοῖς. Ἀρξάμενος δὲ 4ὁ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων, Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος, καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι, ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρις ἐμοῦ· εἰς ἣν ἀτενίσας κατενόουν, καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. Ἤκουσα 5δὲ φωνῆς λεγούσης μοι, Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. Εἶπον δέ, Μηδαμῶς, Κύριε· ὅτι 6πᾶν κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου. Ἀπεκρίθη δέ 7μοι 8φωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ, Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου. Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ 9πάλιν ἀνεσπάσθη ἅπαντα εἰς τὸν οὐρανόν. Καὶ ἰδού, ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ 10ἤμην, ἀπεσταλμένοι ἀπὸ 11Καισαρείας πρός με. Εἶπε δέ 12μοι τὸ πνεῦμα συνελθεῖν αὐτοῖς, μηδὲν 13διακρινόμενον. Ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός· ἀπήγγειλέ 14τε ἡμῖν πῶς εἶδε τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα, καὶ εἰπόντα 15αὐτῷ, Ἀπόστειλον εἰς Ἰόππην 16ἄνδρας, καὶ μετάπεμψαι Σίμωνα, τὸν ἐπικαλούμενον Πέτρον, ὃς λαλήσει ῥήματα πρός σε, ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου. Ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν, ἐπέπεσε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ᾽ αὐτούς, ὥσπερ καὶ ἐφ᾽ ἡμᾶς ἐν ἀρχῇ. Ἐμνήσθην δὲ τοῦ ῥήματος 17Κυρίου, ὡς 18ἔλεγεν, 19Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ. Εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ Θεὸς ὡς καὶ ἡμῖν, πιστεύσασιν ἐπὶ τὸν Κύριον Ἰησοῦν 20Χριστόν, ἐγὼ 21δὲ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν Θεόν; Ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν, καὶ 22ἐδόξαζον τὸν Θεόν, λέγοντες, Ἄρα 23γε καὶ τοῖς ἔθνεσιν ὁ Θεὸς τὴν μετάνοιαν 24ἔδωκεν εἰς ζωήν.
The Church in Antioch
Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις. Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες 25εἰσελθόντες εἰς Ἀντιόχειαν, ἐλάλουν 26πρὸς τοὺς Ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν. Καὶ ἦν χεὶρ Κυρίου μετ᾽ αὐτῶν· πολύς τε ἀριθμὸς 27πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν Κύριον. Ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς 28ἐν 29Ἱεροσολύμοις περὶ αὐτῶν· καὶ ἐξαπέστειλαν Βαρνάβαν 30διελθεῖν ἕως Ἀντιοχείας· ὃς παραγενόμενος καὶ ἰδὼν τὴν 31χάριν τοῦ Θεοῦ ἐχάρη, καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν 32τῷ Κυρίῳ· ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος Ἁγίου καὶ πίστεως· καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ. Ἐξῆλθε δὲ εἰς Ταρσὸν 33ὁ Βαρνάβας ἀναζητῆσαι Σαῦλον, καὶ εὑρὼν 34αὐτὸν ἤγαγεν αὐτὸν εἰς Ἀντιόχειαν. Ἐγένετο δὲ 35αὐτοὺς ἐνιαυτὸν ὅλον συναχθῆναι 36τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε 37πρῶτον ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.
Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν. Ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἄγαβος, 38ἐσήμανε διὰ τοῦ πνεύματος λιμὸν 39μέγαν μέλλειν ἔσεσθαι ἐφ᾽ ὅλην τὴν οἰκουμένην· 40ὅστις καὶ ἐγένετο ἐπὶ Κλαυδίου 41Καίσαρος. Τῶν δὲ μαθητῶν καθὼς 42εὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς· ὃ καὶ ἐποίησαν, ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου.
Source notes (42)
- Footnote και οτε 87.8% ¦ οτε δε CT 7.4%
- Footnote ιεροσολυμα ¦ ιερουσαλημ CT
- Footnote προς ανδρας ακροβυστιαν εχοντας εισηλθες και συνεφαγες ¦ εισηλθες προς ανδρας ακροβυστιαν εχοντας και συνεφαγες ECM† NA PCK SBL TH ¦ εισηλθε προς ανδρας ακροβυστιαν εχοντας και συνεφαγεν ECM† WH
- Footnote ο ¦ --- CT
- Footnote δε ¦ δε και CT
- Footnote παν ¦ --- CT
- Footnote μοι ¦ --- CT
- Footnote φωνη εκ δευτερου ¦ εκ δευτερου φωνη PCK WH
- Footnote παλιν ανεσπασθη ¦ ανεσπασθη παλιν CT
- Footnote ημην ¦ ημεν CT
- Footnote καισαρειας ¦ καισαριας WH
- Footnote μοι το πνευμα ¦ το πνευμα μοι CT
- Footnote διακρινομενον ¦ διακριναντα CT
- Footnote τε ¦ δε CT PCK
- Footnote αυτω ¦ --- CT
- Footnote ανδρας ¦ --- CT PCK
- Footnote κυριου 𝔐15 ¦ του κυριου 𝔐10 CT PCK
- Footnote ελεγεν ¦ ελεγεν οτι PCK
- Footnote ιωαννης ¦ ιωανης WH
- Footnote χριστον ¦ --- PCK
- Footnote δε ¦ --- CT PCK
- Footnote εδοξαζον ¦ εδοξασαν ECM† NA SBL TH WH
- Footnote γε ¦ --- CT
- Footnote εδωκεν εις ζωην ¦ εις ζωην εδωκεν ECM† NA SBL TH WH
- Footnote εισελθοντες ¦ ελθοντες CT
- Footnote προς ¦ και προς CT
- Footnote πιστευσας ¦ ο πιστευσας ECM† NA SBL TH WH
- Footnote εν ¦ ουσης εν CT
- Footnote ιεροσολυμοις ¦ ιερουσαλημ CT
- Footnote διελθειν ¦ --- ECM SBL TH WH
- Footnote χαριν ¦ χαριν την ECM NA SBL WH
- Footnote τω ¦ εν τω WH
- Footnote ο βαρναβας ¦ --- CT
- Footnote αυτον ηγαγεν αυτον 𝔐28 ANT TR ¦ αυτον ηγαγεν 𝔐16 ¦ ηγαγεν αυτον 𝔐0 HF RP ¦ ηγαγεν CT PCK
- Footnote αυτους ¦ αυτοις και CT
- Footnote τη ¦ εν τη ANT CT TR
- Footnote πρωτον ¦ πρωτως CT
- Footnote εσημανε ¦ εσημαινε WH
- Footnote μεγαν ¦ μεγαλην CT
- Footnote οστις και ¦ ητις CT
- Footnote καισαρος ¦ --- CT
- Footnote ευπορειτο 𝔐14 ¦ ηυπορειτο 𝔐11 ANT TR
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.