Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 12

James Killed and Peter Imprisoned

Κατ᾽ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. Ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν 1Ἰωάννου 2μαχαίρᾳ. 3Καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστι τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον—ἦσαν δὲ 4αἱ ἡμέραι τῶν ἀζύμων— ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ Πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ. Ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν 5ἐκτενὴς 6γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν 7ὑπὲρ αὐτοῦ.

An Angel Frees Peter from Prison

Ὅτε δὲ 8ἔμελλεν 9αὐτὸν προάγειν ὁ Ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν, δεδεμένος ἁλύσεσι δυσί· φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. Καὶ ἰδού, ἄγγελος Κυρίου ἐπέστη, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου, ἤγειρεν αὐτὸν λέγων, Ἀνάστα ἐν τάχει. Καὶ 10ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν. Εἶπέ 11τε ὁ ἄγγελος πρὸς αὐτόν, 12Περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. Ἐποίησε δὲ οὕτω. Καὶ λέγει αὐτῷ, Περιβαλοῦ τὸ ἱμάτιόν σου, καὶ ἀκολούθει μοι. Καὶ ἐξελθὼν ἠκολούθει 13αὐτῷ· καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστι τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν. Διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν, 14ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν, τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη 15ἠνοίχθη αὐτοῖς· καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ᾽ αὐτοῦ. Καὶ ὁ Πέτρος, 16γενόμενος ἐν ἑαυτῷ, εἶπε, Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε 17Κύριος τὸν ἄγγελον αὐτοῦ, καὶ 18ἐξείλετό με ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων. Συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν 19Μαρίας τῆς μητρὸς 20Ἰωάννου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι. Κρούσαντος δὲ 21τοῦ Πέτρου τὴν θύραν τοῦ πυλῶνος, προσῆλθε παιδίσκη ὑπακοῦσαι, ὀνόματι Ῥόδη. Καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου, ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξε τὸν πυλῶνα, εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος. Οἱ δὲ πρὸς αὐτὴν 22εἶπον, Μαίνῃ. Ἡ δὲ διϊσχυρίζετο οὕτως ἔχειν. Οἱ 23δὲ ἔλεγον, Ὁ ἄγγελος 24αὐτοῦ ἐστιν. Ὁ δὲ Πέτρος ἐπέμενε κρούων· ἀνοίξαντες δὲ 25εἶδον αὐτόν, καὶ ἐξέστησαν. Κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾷν, διηγήσατο αὐτοῖς πῶς ὁ Κύριος 26αὐτὸν ἐξήγαγεν ἐκ τῆς φυλακῆς. Εἶπε 27δέ, Ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. Καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον.

Γενομένης δὲ ἡμέρας, ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο. Ἡρῴδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρών, ἀνακρίνας τοὺς φύλακας, ἐκέλευσεν ἀπαχθῆναι. Καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς 28τὴν 29Καισάρειαν διέτριβεν.

The Death of Herod

Ἦν δὲ 30ὁ Ἡρῴδης θυμομαχῶν Τυρίοις καὶ Σιδωνίοις· ὁμοθυμαδὸν 31δὲ παρῆσαν πρὸς αὐτόν, καὶ πείσαντες Βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως, ᾐτοῦντο εἰρήνην, διὰ τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς. Τακτῇ δὲ ἡμέρᾳ ὁ Ἡρῴδης ἐνδυσάμενος ἐσθῆτα βασιλικήν, 32καὶ καθίσας ἐπὶ τοῦ βήματος, ἐδημηγόρει πρὸς αὐτούς. Ὁ δὲ δῆμος ἐπεφώνει, 33Φωνὴ Θεοῦ καὶ οὐκ ἀνθρώπου. Παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος Κυρίου, ἀνθ᾽ ὧν οὐκ ἔδωκε 34δόξαν τῷ Θεῷ· καὶ γενόμενος σκωληκόβρωτος, ἐξέψυξεν.

Ὁ δὲ λόγος τοῦ 35Θεοῦ ηὔξανε καὶ ἐπληθύνετο. Βαρνάβας δὲ καὶ Σαῦλος ὑπέστρεψαν 36εἰς Ἱερουσαλήμ, πληρώσαντες τὴν διακονίαν, 37συμπαραλαβόντες 38καὶ 39Ἰωάννην τὸν ἐπικληθέντα Μάρκον.

Source notes (39)
  1. Footnote ιωαννου ¦ ιωανου WH
  2. Footnote μαχαιρα ¦ μαχαιρη CT
  3. Footnote και ιδων ¦ ιδων δε CT
  4. Footnote αι 𝔐15 ¦ --- 𝔐10 ECM† SBL TH TR WH
  5. Footnote εκτενης ¦ εκτενως CT
  6. Footnote γινομενη 𝔐18 ¦ γενομενη 𝔐7
  7. Footnote υπερ ¦ περι CT
  8. Footnote εμελλεν 𝔐18 ¦ ημελλεν 𝔐7 CT
  9. Footnote αυτον προαγειν ¦ προαγειν αυτον PCK ¦ προαγαγειν αυτον ECM NA SBL ¦ προσαγαγειν αυτον TH WH
  10. Footnote εξεπεσον ¦ εξεπεσαν CT
  11. Footnote τε ¦ δε CT
  12. Footnote περιζωσαι ¦ ζωσαι CT
  13. Footnote αυτω ¦ --- CT
  14. Footnote ηλθον ¦ ηλθαν CT
  15. Footnote ηνοιχθη ¦ ηνοιγη CT
  16. Footnote γενομενος εν εαυτω ¦ εν εαυτω γενομενος CT
  17. Footnote κυριος ¦ ο κυριος NA SBL WH
  18. Footnote εξειλετο ¦ εξειλατο CT
  19. Footnote μαριας ¦ της μαριας CT
  20. Footnote ιωαννου ¦ ιωανου WH
  21. Footnote του πετρου ¦ αυτου ANT CT
  22. Footnote ειπον ¦ ειπαν CT
  23. Footnote δε ¦ δ TR
  24. Footnote αυτου εστιν ¦ εστιν αυτου CT
  25. Footnote ειδον ¦ ειδαν ECM NA SBL WH
  26. Footnote αυτον εξηγαγεν ¦ εξηγαγεν αυτον ANT
  27. Footnote δε ¦ τε ECM† NA SBL TH WH
  28. Footnote την ¦ --- CT
  29. Footnote καισαρειαν ¦ καισαριαν WH
  30. Footnote ο ηρωδης 𝔐16 ¦ ηρωδης 𝔐8 ANT ¦ --- CT
  31. Footnote δε ¦ τε ANT PCK
  32. Footnote και ¦ --- WH
  33. Footnote φωνη θεου ¦ θεου φωνη ANT CT PCK TR
  34. Footnote δοξαν ¦ την δοξαν ANT CT TR
  35. Footnote θεου ¦ κυριου WH
  36. Footnote εις ιερουσαλημ 58.4% ¦ εξ ιερουσαλημ εις αντιοχειαν MSS 12.6% ¦ απο ιερουσαλημ MSS 11.1% ¦ απο ιερουσαλημ εις αντιοχειαν MSS 8.6% ¦ εις αντιοχειαν PCK 4.9% ¦ εξ ιερουσαλημ ANT TR 3.3%
  37. Footnote συμπαραλαβοντες ¦ συνπαραλαβοντες TH WH
  38. Footnote και ¦ --- CT
  39. Footnote ιωαννην ¦ ιωανην WH

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.