Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 13

Barnabas and Saul Are Commissioned

Ἦσαν δέ 1τινες ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι, ὅ τε Βαρνάβας καὶ Συμεὼν ὁ 2καλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ 3τετράρχου σύντροφος, καὶ Σαῦλος. Λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων, εἶπε τὸ Πνεῦμα τὸ Ἅγιον, Ἀφορίσατε δή μοι τὸν 4Βαρνάβαν καὶ 5τὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς. Τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες 6τὰς χεῖρας αὐτοῖς, ἀπέλυσαν.

Barnabas and Saul on Cyprus

7

Οὗτοι μὲν 8οὖν, ἐκπεμφθέντες ὑπὸ τοῦ 9Πνεύματος τοῦ Ἁγίου, κατῆλθον εἰς 10τὴν 11Σελεύκειαν· ἐκεῖθεν 12δὲ ἀπέπλευσαν εἰς 13τὴν Κύπρον. Καὶ γενόμενοι ἐν Σαλαμῖνι, κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην. Διελθόντες δὲ 14τὴν νῆσον ἄχρι Πάφου, εὗρόν 15τινα μάγον ψευδοπροφήτην Ἰουδαῖον, ᾧ ὄνομα 16Βαρϊησοῦν, ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. Οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ. Ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας, ὁ μάγος—οὕτω γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ—ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς Πνεύματος Ἁγίου, 17καὶ ἀτενίσας 18εἰς αὐτὸν εἶπεν, Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς 19Κυρίου τὰς εὐθείας; Καὶ νῦν ἰδού, χεὶρ 20Κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλός, μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. Παραχρῆμα 21δὲ 22ἐπέπεσεν ἐπ᾽ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς. Τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν, 23ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ Κυρίου.

Paul and Barnabas in Antioch of Pisidia

Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ 24τὸν Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας. 25Ἰωάννης δὲ ἀποχωρήσας ἀπ᾽ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης, παρεγένοντο εἰς Ἀντιόχειαν 26τῆς Πισιδίας, καὶ 27εἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων, ἐκάθισαν. Μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν, ἀπέστειλαν 28οἱ ἀρχισυνάγωγοι πρὸς αὐτούς, λέγοντες, Ἄνδρες ἀδελφοί, εἰ 29ἔστι λόγος ἐν ὑμῖν παρακλήσεως πρὸς τὸν λαόν, λέγετε.

Ἀναστὰς δὲ Παῦλος, καὶ κατασείσας τῇ χειρί, εἶπεν, Ἄνδρες 30Ἰσραηλῖται, καὶ οἱ φοβούμενοι τὸν Θεόν, ἀκούσατε. Ὁ Θεὸς τοῦ λαοῦ 31τούτου ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ 32Αἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς. Καὶ ὡς 33τεσσαρακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ. 34Καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χαναάν, 35κατεκληρονόμησεν 36αὐτοῖς τὴν γῆν αὐτῶν. 37Καὶ μετὰ ταῦτα, ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα, ἔδωκε κριτὰς ἕως Σαμουὴλ 38τοῦ προφήτου. Κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὸν Σαοὺλ υἱὸν 39Κίς, ἄνδρα ἐκ φυλῆς 40Βενιαμίν, ἔτη 41τεσσαράκοντα. Καὶ μεταστήσας αὐτόν, ἤγειρεν 42αὐτοῖς τὸν Δαυὶδ εἰς βασιλέα, ᾧ καὶ εἶπε μαρτυρήσας, Εὗρον 43Δαυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. Τούτου ὁ Θεὸς ἀπὸ τοῦ σπέρματος κατ᾽ ἐπαγγελίαν 44ἤγαγε τῷ Ἰσραὴλ σωτηρίαν, προκηρύξαντος 45Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας 46τῷ Ἰσραήλ. Ὡς δὲ ἐπλήρου 47ὁ 48Ἰωάννης τὸν δρόμον, ἔλεγε, 49Τίνα με ὑπονοεῖτε εἶναι; Οὐκ εἰμὶ ἐγώ. Ἀλλ᾽ ἰδού, ἔρχεται μετ᾽ ἐμέ, οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.

Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραάμ, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν, 50ὑμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης 51ἀπεστάλη. Οἱ γὰρ κατοικοῦντες 52ἐν Ἱερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν, τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας, κρίναντες ἐπλήρωσαν. Καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες, ᾐτήσαντο 53Πιλάτον ἀναιρεθῆναι αὐτόν. Ὡς δὲ ἐτέλεσαν 54πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου, ἔθηκαν εἰς μνημεῖον. Ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν· ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλήμ, οἵτινές 55εἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. Καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοις 56αὐτῶν ἡμῖν, ἀναστήσας Ἰησοῦν· ὡς καὶ ἐν τῷ ψαλμῷ 57τῷ δευτέρῳ γέγραπται,

Υἱός μου εἶ σύ,

ἐγὼ σήμερον γεγέννηκά σε.

Ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν, μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν ὅτι

Δώσω ὑμῖν τὰ ὅσια 58Δαυὶδ τὰ πιστά. 59

Διὸ καὶ ἐν ἑτέρῳ λέγει,

Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν· 60

Δαυὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ ἐκοιμήθη, καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, καὶ εἶδε διαφθοράν· ὃν δὲ ὁ Θεὸς ἤγειρεν, οὐκ εἶδε διαφθοράν. Γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται· 61καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν 62τῷ νόμῳ 63Μωϋσέως δικαιωθῆναι, ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται. Βλέπετε οὖν μὴ ἐπέλθῃ 64ἐφ᾽ ὑμᾶς τὸ εἰρημένον ἐν τοῖς προφήταις,

Ἴδετε, οἱ καταφρονηταί,

καὶ θαυμάσατε, καὶ ἀφανίσθητε·

ὅτι ἔργον 65ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, 66

ὃ οὐ μὴ πιστεύσητε,

ἐάν τις ἐκδιηγῆται ὑμῖν.

Ἐξιόντων δὲ 67ἐκ τῆς συναγωγῆς τῶν Ἰουδαίων, παρεκάλουν 68τὰ ἔθνη εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ 69ῥήματα. Λυθείσης δὲ τῆς συναγωγῆς, ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ· οἵτινες 70προσλαλοῦντες, ἔπειθον 71αὐτοὺς ἐπιμένειν τῇ χάριτι τοῦ Θεοῦ.

Τῷ 72τε ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ 73Θεοῦ. Ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου, καὶ ἀντέλεγον τοῖς ὑπὸ 74τοῦ Παύλου 75λεγομένοις, 76ἀντιλέγοντες καὶ βλασφημοῦντες. Παρρησιασάμενοι 77δὲ ὁ Παῦλος καὶ ὁ Βαρνάβας 78εἶπον, Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ. 79Ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτόν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. Οὕτω γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος,

Τέθεικά σε εἰς φῶς ἐθνῶν,

τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.

Ἀκούοντα δὲ τὰ ἔθνη 80ἔχαιρε, καὶ 81ἐδόξαζον τὸν λόγον τοῦ 82Κυρίου, καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον. Διεφέρετο δὲ ὁ λόγος τοῦ Κυρίου 83δι᾽ ὅλης τῆς χώρας. Οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας 84καὶ τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως, καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ 85τὸν Βαρνάβαν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν. Οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν 86αὐτῶν ἐπ᾽ αὐτούς, ἦλθον εἰς Ἰκόνιον. Οἱ 87δὲ μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ Πνεύματος Ἁγίου.

Source notes (87)
  1. Footnote τινες ¦ --- CT
  2. Footnote καλουμενος ¦ επικαλουμενος ANT
  3. Footnote τετραρχου ¦ τετρααρχου ECM NA SBL WH
  4. Footnote βαρναβαν ¦ τε βαρναβαν TR
  5. Footnote τον ¦ --- CT
  6. Footnote τας χειρας αυτοις ¦ αυτοις τας χειρας ANT
  7. Footnote ουτοι ¦ αυτοι CT
  8. Footnote ουν ¦ --- PCK
  9. Footnote πνευματος του αγιου ¦ αγιου πνευματος CT
  10. Footnote την ¦ --- CT
  11. Footnote σελευκειαν ¦ σελευκιαν WH
  12. Footnote δε ¦ τε ANT CT PCK TR
  13. Footnote την ¦ --- CT
  14. Footnote την ¦ ολην την CT
  15. Footnote τινα ¦ ανδρα τινα CT
  16. Footnote βαριησουν 𝔐34 ¦ βαριησους 𝔐11 ANT RP TH TR WH ¦ βαριησου ECM NA SBL
  17. Footnote και ¦ --- CT
  18. Footnote εις ¦ προς ANT
  19. Footnote κυριου ¦ του κυριου ECM† NA WH
  20. Footnote κυριου ¦ του κυριου TR
  21. Footnote δε ¦ τε ECM† NA
  22. Footnote επεπεσεν ¦ επεσεν ANT NA SBL TH WH
  23. Footnote εκπλησσομενος ¦ εκπληττομενος PCK WH
  24. Footnote τον ¦ --- CT
  25. Footnote ιωαννης ¦ ιωανης WH
  26. Footnote της πισιδιας ¦ την πισιδιαν CT
  27. Footnote εισελθοντες ¦ ελθοντες TH WH
  28. Footnote οι αρχισυναγωγοι προς αυτους ¦ προς αυτους οι αρχισυναγωγοι PCK
  29. Footnote εστι λογος εν υμιν ¦ τις εστιν εν υμιν λογος CT
  30. Footnote ισραηλιται ¦ ισραηλειται TH WH
  31. Footnote τουτου ¦ τουτου ισραηλ ANT CT TR
  32. Footnote αιγυπτω ¦ αιγυπτου CT
  33. Footnote τεσσαρακονταετη ¦ τεσσερακονταετη CT
  34. Footnote και ¦ --- WH
  35. Footnote κατεκληρονομησεν ¦ κατεκληροδοτησεν TR
  36. Footnote αυτοις ¦ --- CT
  37. Footnote και μετα ταυτα ως ετεσι τετρακοσιοις και πεντηκοντα 90.4% ¦ ως ετεσι τετρακοσιοις και πεντηκοντα και μετα ταυτα CT 5.2%
  38. Footnote του ¦ --- ECM† WH
  39. Footnote κις ¦ κεις TH WH
  40. Footnote βενιαμιν ¦ βενιαμειν TH WH
  41. Footnote τεσσαρακοντα ¦ τεσσερακοντα CT
  42. Footnote αυτοις τον δαυιδ ¦ αυτοις τον δαβιδ HF TR ¦ τον δαυιδ αυτοις ECM† NA SBL ¦ τον δαυειδ αυτοις TH WH
  43. Footnote δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
  44. Footnote ηγαγε τω ισραηλ σωτηριαν 𝔐12 ¦ ηγειρεν τω ισραηλ σωτηριαν 𝔐6 ¦ ηγειρε τω ισραηλ σωτηρα ιησουν TR ¦ ηγαγε τω ισραηλ σωτηρα ιησουν CT
  45. Footnote ιωαννου ¦ ιωανου WH
  46. Footnote τω ¦ παντι τω λαω ANT CT TR
  47. Footnote ο 𝔐13 ¦ --- 𝔐12 ECM† NA SBL TH WH
  48. Footnote ιωαννης ¦ ιωανης WH
  49. Footnote τινα με ¦ τι εμε CT
  50. Footnote υμιν ¦ ημιν ECM† NA SBL TH WH
  51. Footnote απεσταλη ¦ εξαπεσταλη CT PCK
  52. Footnote εν 𝔐38 ¦ --- 𝔐7 HF PCK
  53. Footnote πιλατον ¦ πειλατον WH
  54. Footnote παντα ¦ απαντα TR
  55. Footnote εισι ¦ νυν εισι ECM NA SBL WH
  56. Footnote αυτων ημιν 95% ¦ ημων SBL WH 1.5% ¦ ημιν ECM 0%
  57. Footnote τω δευτερω γεγραπται ¦ γεγραπται τω δευτερω CT
  58. Footnote δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
  59. Footnote διο ¦ διοτι ECM† NA SBL TH WH
  60. Footnote δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
  61. Footnote και ¦ --- ECM†
  62. Footnote τω ¦ --- CT PCK
  63. Footnote μωυσεως 𝔐18 ¦ μωσεως 𝔐22 HF TR ¦ μωυσεος PCK
  64. Footnote εφ υμας ¦ --- CT
  65. Footnote εγω εργαζομαι ¦ εργαζομαι εγω CT
  66. Footnote ο ¦ ω PCK ¦ εργον ω ANT TR ¦ εργον ο CT
  67. Footnote εκ της συναγωγης των ιουδαιων 59.8% ¦ αυτων εκ της συναγωγης των ιουδαιων ANT 20.9% ¦ αυτων CT 15.8%
  68. Footnote τα εθνη ¦ --- CT
  69. Footnote ρηματα 𝔐34 ¦ ρηματα ταυτα 𝔐11 ANT CT HF PCK TR
  70. Footnote προσλαλουντες ¦ προσλαλουντες αυτοις ANT CT TR
  71. Footnote αυτους επιμενειν ¦ επιμενειν αυτους PCK ¦ αυτους προσμενειν ANT CT
  72. Footnote τε ¦ δε CT TR
  73. Footnote θεου ¦ κυριου ECM NA SBL TH
  74. Footnote του ¦ --- ECM† NA SBL TH WH
  75. Footnote λεγομενοις ¦ λαλουμενοις ECM† NA SBL TH WH
  76. Footnote αντιλεγοντες και 79.1% ¦ --- CT 19.3%
  77. Footnote δε ¦ τε CT
  78. Footnote ειπον ¦ ειπαν CT
  79. Footnote επειδη δε ECM† ¦ επειδη ECM† NA SBL WH ¦ επει δε ECM†
  80. Footnote εχαιρε 𝔐13 ¦ εχαιρον 𝔐11 ANT CT PCK TR
  81. Footnote εδοξαζον ¦ εδεξαντο ANT
  82. Footnote κυριου ¦ θεου WH
  83. Footnote δι ¦ καθ ECM†
  84. Footnote και ¦ --- CT
  85. Footnote τον ¦ --- CT
  86. Footnote αυτων ¦ --- CT
  87. Footnote δε ¦ τε ECM† NA SBL TH WH

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.