The Text-Critical Greek New Testament
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 14
Paul and Barnabas in Iconium
Ἐγένετο δὲ ἐν Ἰκονίῳ, κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων, καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος. Οἱ δὲ 1ἀπειθοῦντες Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν. Ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷ Κυρίῳ τῷ μαρτυροῦντι 2τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, 3διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν. Ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως· καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς ἀποστόλοις. Ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν, ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς, συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας, Λύστραν καὶ Δέρβην, καὶ τὴν περίχωρον· κἀκεῖ 4ἦσαν εὐαγγελιζόμενοι.
Paul and Barnabas in Lystra
Καί τις ἀνὴρ 5ἐν Λύστροις ἀδύνατος τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ 6ὑπάρχων, ὃς οὐδέποτε 7περιπεπατήκει. Οὗτος 8ἤκουε τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ, καὶ ἰδὼν ὅτι 9πίστιν ἔχει τοῦ σωθῆναι, εἶπε μεγάλῃ 10τῇ φωνῇ, Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου 11ὀρθῶς. Καὶ 12ἥλλετο καὶ περιεπάτει. Οἱ 13δὲ ὄχλοι, ἰδόντες ὃ ἐποίησεν 14ὁ Παῦλος, ἐπῆραν 15τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες, Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς. Ἐκάλουν τε τὸν 16μὲν Βαρνάβαν, Δία· τὸν δὲ Παῦλον, Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου. Ὁ 17δὲ ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως 18αὐτῶν, ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας, σὺν τοῖς ὄχλοις 19ἤθελε θύειν. Ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος, διαρρήξαντες τὰ ἱμάτια 20αὐτῶν, 21εἰσεπήδησαν εἰς τὸν ὄχλον, κράζοντες καὶ λέγοντες, Ἄνδρες, τί ταῦτα ποιεῖτε; Καὶ ἡμεῖς ὁμοιοπαθεῖς 22ἐσμεν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ 23τὸν Θεὸν τὸν ζῶντα, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασε πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν. 24Καίτοιγε οὐκ ἀμάρτυρον 25ἑαυτὸν ἀφῆκεν 26ἀγαθοποιῶν, οὐρανόθεν 27ὑμῖν 28ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας 29ἡμῶν. Καὶ ταῦτα λέγοντες, μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς. 30
Ἐπῆλθον δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους, καὶ λιθάσαντες τὸν Παῦλον, 31ἔσυρον ἔξω τῆς πόλεως, 32νομίσαντες αὐτὸν τεθνάναι. Κυκλωσάντων δὲ 33αὐτὸν τῶν μαθητῶν, ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν· καὶ τῇ ἐπαύριον ἐξῆλθε σὺν τῷ Βαρνάβᾳ εἰς Δέρβην.
Paul and Barnabas Return to Antioch in Syria
Εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην, καὶ μαθητεύσαντες ἱκανούς, ὑπέστρεψαν εἰς 34τὴν Λύστραν καὶ 35Ἰκόνιον καὶ 36Ἀντιόχειαν, ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει, καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Χειροτονήσαντες δὲ αὐτοῖς 37πρεσβυτέρους κατ᾽ ἐκκλησίαν, 38προσευξάμενοι μετὰ νηστειῶν, παρέθεντο αὐτοὺς τῷ Κυρίῳ εἰς ὃν 39πεπιστεύκεισαν.
Καὶ διελθόντες τὴν Πισιδίαν 40ἦλθον εἰς 41Παμφυλίαν. Καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον, κατέβησαν εἰς 42Ἀττάλειαν· κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ Θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν. Παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν, 43ἀνήγγειλαν ὅσα ἐποίησεν ὁ Θεὸς μετ᾽ αὐτῶν, καὶ ὅτι ἤνοιξε τοῖς ἔθνεσι θύραν πίστεως. Διέτριβον δὲ 44ἐκεῖ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.
Source notes (44)
- Footnote απειθουντες ¦ απειθησαντες CT
- Footnote τω ¦ επι τω NA
- Footnote διδοντι ¦ και διδοντι TR
- Footnote ησαν ευαγγελιζομενοι ¦ ευαγγελιζομενοι ησαν CT
- Footnote εν λυστροις αδυνατος ¦ αδυνατος εν λυστροις ECM NA SBL WH
- Footnote υπαρχων ¦ --- CT
- Footnote περιπεπατηκει ¦ περιεπεπατηκει SCR ¦ περιεπατησεν CT
- Footnote ηκουε 𝔐29 ¦ ηκουσε 𝔐15 ANT ECM HF NA RP SBL TH
- Footnote πιστιν εχει ¦ εχει πιστιν CT
- Footnote τη ¦ --- NA SBL TH WH
- Footnote ορθως 𝔐27 ¦ ορθος 𝔐17 ANT CT HF PCK TR
- Footnote ηλλετο 𝔐9 ¦ ηλλατο 𝔐6 PCK ¦ ηλατο 𝔐6 ANT CT
- Footnote δε ¦ τε ECM† NA SBL TH WH
- Footnote ο ¦ --- CT
- Footnote την φωνην αυτων 𝔐16 ¦ αυτων την φωνην 𝔐8
- Footnote μεν ¦ --- CT
- Footnote δε ¦ τε CT
- Footnote αυτων ¦ --- CT
- Footnote ηθελε 𝔐15 ¦ ηθελον 𝔐9
- Footnote αυτων ¦ εαυτων WH
- Footnote εισεπηδησαν ¦ εξεπηδησαν CT
- Footnote εσμεν υμιν ¦ υμιν εσμεν PCK
- Footnote τον θεον τον ¦ θεον CT
- Footnote καιτοιγε ¦ καιτοι CT
- Footnote ἑαυτὸν ¦ αὐτὸν ECM NA TH ¦ αὑτὸν SBL WH
- Footnote αγαθοποιων ¦ αγαθουργων CT
- Footnote υμιν ¦ ημιν TR
- Footnote υετους διδους ¦ διδους υετους ECM†
- Footnote ημων 𝔐16 ¦ υμων 𝔐8 ANT CT
- Footnote επηλθον ¦ επηλθαν CT
- Footnote εσυρον ¦ εσυραν ANT PCK
- Footnote νομισαντες αυτον τεθναναι ¦ νομιζοντες αυτον τεθνηκεναι CT
- Footnote αυτον των μαθητων ¦ των μαθητων αυτον CT PCK
- Footnote την ¦ --- PCK
- Footnote ικονιον ¦ εις ικονιον CT
- Footnote αντιοχειαν ¦ εις αντιοχειαν CT
- Footnote πρεσβυτερους κατ εκκλησιαν ¦ κατ εκκλησιαν πρεσβυτερους CT
- Footnote προσευξαμενοι ¦ και προσευξαμενοι ANT
- Footnote πεπιστευκεισαν ¦ πεπιστευκασι ANT
- Footnote ηλθον ¦ ηλθαν WH
- Footnote παμφυλιαν ¦ την παμφυλιαν ECM† NA SBL TH WH
- Footnote ατταλειαν ¦ ατταλιαν WH
- Footnote ανηγγειλαν ¦ ανηγγελλον CT
- Footnote εκει ¦ --- CT
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.