The Text-Critical Greek New Testament
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 15
The Jerusalem Council
Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας, ἐδίδασκον τοὺς ἀδελφοὺς ὅτι Ἐὰν μὴ 1περιτέμνησθε τῷ ἔθει 2Μωϋσέως, οὐ δύνασθε σωθῆναι. Γενομένης 3οὖν στάσεως καὶ 4ζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ πρὸς αὐτούς, ἔταξαν ἀναβαίνειν Παῦλον καὶ Βαρνάβαν καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἱερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου. Οἱ μὲν οὖν, προπεμφθέντες ὑπὸ τῆς ἐκκλησίας, διήρχοντο τὴν 5Φοινίκην 6καὶ 7Σαμάρειαν, ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν· καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσι τοῖς ἀδελφοῖς. Παραγενόμενοι δὲ εἰς 8Ἱερουσαλήμ, 9ἀπεδέχθησαν 10ὑπὸ τῆς ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα ὁ Θεὸς ἐποίησε μετ᾽ 11αὐτῶν. Ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες ὅτι Δεῖ περιτέμνειν αὐτούς, παραγγέλλειν τε τηρεῖν τὸν νόμον 12Μωϋσέως.
Συνήχθησαν 13δὲ οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου. Πολλῆς δὲ 14συζητήσεως γενομένης, ἀναστὰς Πέτρος εἶπε πρὸς αὐτούς, Ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπίστασθε ὅτι ἀφ᾽ ἡμερῶν ἀρχαίων 15ὁ Θεὸς 16ἐν ἡμῖν 17ἐξελέξατο, διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου, καὶ πιστεῦσαι. Καὶ ὁ καρδιογνώστης Θεὸς ἐμαρτύρησεν αὐτοῖς, δοὺς 18αὐτοῖς τὸ Πνεῦμα τὸ Ἅγιον, καθὼς καὶ ἡμῖν· καὶ 19οὐθὲν διέκρινε μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν. Νῦν οὖν τί πειράζετε τὸν Θεόν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι; Ἀλλὰ διὰ τῆς χάριτος 20τοῦ Κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι, καθ᾽ ὃν τρόπον κἀκεῖνοι.
Ἐσίγησε δὲ πᾶν τὸ πλῆθος, καὶ ἤκουον Βαρνάβα καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ Θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσι δι᾽ αὐτῶν. Μετὰ δὲ τὸ σιγῆσαι αὐτούς, ἀπεκρίθη Ἰάκωβος λέγων, Ἄνδρες ἀδελφοί, ἀκούσατέ μου· Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ Θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν 21ἐπὶ τῷ ὀνόματι αὐτοῦ. Καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν, καθὼς γέγραπται,
Μετὰ ταῦτα ἀναστρέψω,
καὶ ἀνοικοδομήσω τὴν σκηνὴν 22Δαυὶδ τὴν πεπτωκυῖαν·
καὶ τὰ 23κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω,
καὶ ἀνορθώσω αὐτήν·
ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν Κύριον,
καὶ πάντα τὰ ἔθνη, ἐφ᾽ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ᾽ αὐτούς,
λέγει Κύριος 24ὁ ποιῶν 25ταῦτα πάντα.
Γνωστὰ ἀπ᾽ αἰῶνός ἐστι τῷ Θεῷ πάντα τὰ ἔργα αὐτοῦ. Διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν Θεόν· 26ἀλλὰ ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι 27ἀπὸ τῶν ἀλισγημάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶ 28τοῦ πνικτοῦ καὶ τοῦ αἵματος. 29Μωϋσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει, ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος.
The Letter to Gentile Believers
Τότε ἔδοξε τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ, ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺν 30Παύλῳ καὶ Βαρνάβᾳ, Ἰούδαν τὸν 31ἐπικαλούμενον 32Βαρσαββᾶν, καὶ Σίλαν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς, γράψαντες διὰ χειρὸς αὐτῶν 33τάδε, Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι 34καὶ οἱ ἀδελφοὶ τοῖς κατὰ 35τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν, χαίρειν· ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμῶν 36ἐξελθόντες ἐτάραξαν ὑμᾶς λόγοις, ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν, 37λέγοντες περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον, οἷς οὐ διεστειλάμεθα· ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδόν, 38ἐκλεξαμένους ἄνδρας πέμψαι πρὸς ὑμᾶς, σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρνάβᾳ καὶ Παύλῳ, ἀνθρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σίλαν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά. Ἔδοξε γὰρ τῷ 39Ἁγίῳ Πνεύματι, καὶ ἡμῖν, μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος, πλὴν 40τῶν ἐπάναγκες τούτων, ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ 41πνικτοῦ καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτούς, εὖ πράξετε. Ἔρρωσθε.
Οἱ μὲν οὖν ἀπολυθέντες 42ἦλθον εἰς Ἀντιόχειαν· καὶ συναγαγόντες τὸ πλῆθος, ἐπέδωκαν τὴν ἐπιστολήν. Ἀναγνόντες δέ, ἐχάρησαν ἐπὶ τῇ παρακλήσει. Ἰούδας 43τε καὶ Σίλας, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφούς, καὶ ἐπεστήριξαν. Ποιήσαντες δὲ χρόνον, ἀπελύθησαν μετ᾽ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς 44ἀποστόλους. 45Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ, διδάσκοντες καὶ εὐαγγελιζόμενοι, μετὰ καὶ ἑτέρων πολλῶν, τὸν λόγον τοῦ Κυρίου.
Paul and Barnabas Part Company
Μετὰ δέ τινας ἡμέρας εἶπε 46Παῦλος πρὸς Βαρνάβαν, Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς 47ἡμῶν κατὰ 48πᾶσαν πόλιν, ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ Κυρίου, πῶς ἔχουσι. Βαρνάβας δὲ 49ἐβουλεύσατο 50συμπαραλαβεῖν 51τὸν 52Ἰωάννην, τὸν 53καλούμενον Μάρκον. Παῦλος δὲ ἠξίου, τὸν ἀποστάντα ἀπ᾽ αὐτῶν ἀπὸ Παμφυλίας, καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον, μὴ 54συμπαραλαβεῖν τοῦτον. Ἐγένετο 55οὖν παροξυσμός, ὥστε 56ἀποχωρισθῆναι αὐτοὺς ἀπ᾽ ἀλλήλων, τόν τε Βαρνάβαν παραλαβόντα τὸν Μάρκον ἐκπλεῦσαι εἰς Κύπρον· Παῦλος δὲ ἐπιλεξάμενος Σίλαν ἐξῆλθε, παραδοθεὶς τῇ χάριτι τοῦ 57Θεοῦ ὑπὸ τῶν ἀδελφῶν. Διήρχετο δὲ τὴν Συρίαν καὶ 58Κιλικίαν, ἐπιστηρίζων τὰς ἐκκλησίας.
Source notes (58)
- Footnote περιτεμνησθε ¦ περιτμηθητε CT
- Footnote μωυσεως 𝔐31 ¦ μωυσεος 𝔐11 PCK ¦ μωσεως 𝔐3 HF ¦ τω μωυσεως ECM† NA SBL TH WH
- Footnote ουν ¦ δε CT
- Footnote ζητησεως ¦ συζητησεως TR
- Footnote φοινικην ¦ τε φοινικην ECM† NA SBL TH WH
- Footnote και 𝔐14 ¦ και την 𝔐11
- Footnote σαμαρειαν ¦ σαμαριαν WH
- Footnote ιερουσαλημ ¦ ιεροσολυμα SBL TH WH
- Footnote απεδεχθησαν ¦ παρεδεχθησαν ECM† NA SBL TH WH
- Footnote υπο ¦ απο NA SBL WH
- Footnote αυτων 𝔐14 ¦ αυτων και οτι ηνοιξε τοις εθνεσι θυραν πιστεως 𝔐11 ANT
- Footnote μωυσεως 𝔐30 ¦ μωσεως 𝔐9 HF PCK
- Footnote δε ¦ τε ECM† NA SBL WH
- Footnote συζητησεως ¦ ζητησεως ECM† NA SBL TH WH
- Footnote ο θεος ¦ --- CT
- Footnote εν ημιν 61.8% ¦ εν υμιν CT PCK 34%
- Footnote εξελεξατο ¦ εξελεξατο ο θεος CT
- Footnote αυτοις ¦ --- CT
- Footnote ουθεν 𝔐32 ¦ ουδεν 𝔐13 ANT HF PCK RP TR
- Footnote του κυριου ιησου ¦ κυριου ιησου χριστου TR
- Footnote επι ¦ --- CT
- Footnote δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
- Footnote κατεσκαμμενα ¦ κατεστραμμενα WH
- Footnote ο ¦ --- NA SBL WH
- Footnote ταυτα παντα γνωστα απ αιωνος εστι τω θεω παντα τα εργα αυτου 𝔐13 ¦ παντα ταυτα γνωστα απ αιωνος εστι τω θεω παντα τα εργα αυτου 𝔐12 ¦ ταυτα γνωστα απ αιωνος CT
- Footnote αλλα 𝔐14 ¦ αλλ 𝔐11 ECM NA28 PCK
- Footnote απο ¦ --- CT
- Footnote του ¦ --- WH
- Footnote μωυσης 𝔐39 ¦ μωσης 𝔐6 HF PCK TR
- Footnote παυλω ¦ τω παυλω ANT CT TR
- Footnote επικαλουμενον ¦ καλουμενον CT
- Footnote βαρσαββαν 𝔐20 ¦ βαρσαβαν 𝔐24 PCK TR
- Footnote ταδε 90.9% ¦ --- CT 1.2%
- Footnote και οι ¦ --- CT
- Footnote την ¦ --- PCK
- Footnote εξελθοντες 94.4% ¦ --- WH 1.7%
- Footnote λεγοντες περιτεμνεσθαι και τηρειν τον νομον ¦ --- CT
- Footnote εκλεξαμενους ¦ εκλεξαμενοις ECM NA PCK SBL WH
- Footnote αγιω πνευματι ¦ πνευματι τω αγιω ECM† NA SBL TH WH
- Footnote των επαναγκες τουτων ¦ τουτων των επαναγκες CT
- Footnote πνικτου ¦ πνικτων ECM† NA SBL TH WH
- Footnote ηλθον ¦ κατηλθον CT
- Footnote τε ¦ δε SCR
- Footnote αποστολους ¦ αποστειλαντας αυτους CT
- Footnote παυλος 69.3% ¦ 34 εδοξε δε τω σιλα επιμειναι αυτου 35 παυλος ANT ECM TR 18% ¦ 34 εδοξε δε τω σιλα επιμειναι αυτοθι 35 παυλος MSS 7% {Note: ECM encloses verse 34 with double brackets.}
- Footnote παυλος προς βαρναβαν ¦ προς βαρναβαν παυλος CT
- Footnote ημων ¦ --- CT
- Footnote πασαν πολιν ¦ πολιν πασαν CT
- Footnote εβουλευσατο ¦ εβουλετο CT
- Footnote συμπαραλαβειν ¦ συνπαραλαβειν TH WH
- Footnote τον ¦ και ECM PCK ¦ και τον NA SBL TH WH
- Footnote ιωαννην ¦ ιωανην WH
- Footnote καλουμενον ¦ επικαλουμενον ANT
- Footnote συμπαραλαβειν ¦ συμπαραλαμβανειν ECM NA SBL ¦ συνπαραλαμβανειν TH WH
- Footnote ουν ¦ δε CT
- Footnote αποχωρισθηναι ¦ χωρισθηναι PCK
- Footnote θεου ¦ κυριου ECM† NA SBL TH WH
- Footnote κιλικιαν ¦ την κιλικιαν NA SBL WH
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.