The Text-Critical Greek New Testament
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 16
Timothy Joins Paul and Silas
Κατήντησε 1δὲ εἰς Δέρβην καὶ 2Λύστραν· καὶ ἰδού, μαθητής τις ἦν ἐκεῖ, ὀνόματι Τιμόθεος, υἱὸς γυναικός 3τινος Ἰουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος· ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν. Τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν, καὶ λαβὼν περιέτεμεν αὐτόν, διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις· 4ᾔδεισαν γὰρ ἅπαντες 5τὸν πατέρα αὐτοῦ, ὅτι Ἕλλην ὑπῆρχεν. Ὡς δὲ διεπορεύοντο τὰς πόλεις, 6παρεδίδουν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων καὶ 7τῶν πρεσβυτέρων τῶν ἐν 8Ἱερουσαλήμ. Αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει, καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθ᾽ ἡμέραν.
Paul's Vision of the Macedonian Man
Διελθόντες δὲ τὴν Φρυγίαν καὶ 10τὴν Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ Ἁγίου Πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ, 11ἐλθόντες κατὰ τὴν Μυσίαν ἐπείραζον 12κατὰ τὴν Βιθυνίαν 13πορεύεσθαι· καὶ οὐκ εἴασεν αὐτοὺς τὸ 14πνεῦμα· παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρῳάδα. Καὶ ὅραμα διὰ 15τῆς νυκτὸς 16ὤφθη τῷ Παύλῳ· ἀνήρ 17τις ἦν Μακεδὼν ἑστώς, 18παρακαλῶν αὐτὸν καὶ λέγων, Διαβὰς εἰς 19Μακεδονίαν, βοήθησον ἡμῖν. Ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν εἰς 20τὴν Μακεδονίαν, 21συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ 22Κύριος εὐαγγελίσασθαι αὐτούς.
The Conversion of Lydia
Ἀναχθέντες 23οὖν ἀπὸ 24τῆς Τρῳάδος, εὐθυδρομήσαμεν εἰς 25Σαμοθρᾴκην, τῇ 26τε ἐπιούσῃ εἰς 27Νεάπολιν, 28ἐκεῖθέν τε εἰς Φιλίππους, ἥτις ἐστὶ 29πρώτη τῆς μερίδος τῆς Μακεδονίας πόλις, 30κολωνεία· ἦμεν δὲ ἐν 31αὐτῇ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς. Τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς 32πόλεως παρὰ ποταμόν, οὗ 33ἐνομίζετο προσευχὴ εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξί. Καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων, σεβομένη τὸν Θεόν, ἤκουεν· ἧς ὁ Κύριος διήνοιξε τὴν καρδίαν, προσέχειν τοῖς λαλουμένοις ὑπὸ 34τοῦ Παύλου. Ὡς δὲ 35ἐβαπτίσθη, καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσε λέγουσα, Εἰ κεκρίκατέ με πιστὴν τῷ Κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου, 36μείνατε. Καὶ παρεβιάσατο ἡμᾶς.
Paul and Silas Imprisoned in Philippi
Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς 37προσευχήν, παιδίσκην τινὰ ἔχουσαν πνεῦμα 38Πύθωνος 39ἀπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχε τοῖς κυρίοις αὐτῆς, μαντευομένη. Αὕτη 40κατακολουθήσασα τῷ Παύλῳ καὶ 41ἡμῖν, ἔκραζε λέγουσα, Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες 42καταγγέλλουσιν 43ἡμῖν ὁδὸν σωτηρίας. Τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. Διαπονηθεὶς δὲ 44ὁ Παῦλος, καὶ ἐπιστρέψας, τῷ πνεύματι εἶπε, Παραγγέλλω σοι ἐν 45τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, ἐξελθεῖν ἀπ᾽ αὐτῆς. Καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ.
Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν, εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας, καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς 46εἶπον, Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν, Ἰουδαῖοι ὑπάρχοντες, καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν, Ῥωμαίοις οὖσι. Καὶ συνεπέστη ὁ ὄχλος κατ᾽ αὐτῶν, καὶ οἱ στρατηγοὶ 47περιρρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν. Πολλάς 48τε ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς· ὅς, παραγγελίαν τοιαύτην 49εἰληφώς, ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακήν, καὶ τοὺς πόδας 50αὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον.
Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν Θεόν, ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι· ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου· 51ἀνεῴχθησάν 52τε παραχρῆμα αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη. Ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ, καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος 53μάχαιραν, 54ἔμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους. Ἐφώνησε δὲ 55φωνῇ μεγάλῃ ὁ Παῦλος λέγων, Μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε. Αἰτήσας δὲ φῶτα εἰσεπήδησε, καὶ ἔντρομος γενόμενος προσέπεσε τῷ Παύλῳ καὶ 56τῷ Σίλᾳ, καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη, Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ; Οἱ δὲ 57εἶπον, Πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν 58Χριστόν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου. Καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ 59Κυρίου, 60καὶ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. Καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ 61πάντες παραχρῆμα. Ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον 62αὐτοῦ παρέθηκε τράπεζαν, καὶ 63ἠγαλλιᾶτο 64πανοικὶ πεπιστευκὼς τῷ Θεῷ.
Ἡμέρας δὲ γενομένης, ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες, Ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους. Ἀπήγγειλε δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους 65τούτους πρὸς τὸν Παῦλον ὅτι 66Ἀπεστάλκασιν οἱ στρατηγοί, ἵνα ἀπολυθῆτε· νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ. Ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς, 67Δείραντες ἡμᾶς δημοσίᾳ, ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, 68ἔβαλον εἰς φυλακήν, καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; Οὐ γάρ· 69ἀλλὰ ἐλθόντες αὐτοὶ 70ἐξαγαγέτωσαν. 71Ἀνήγγειλαν δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα· 72καὶ ἐφοβήθησαν ἀκούσαντες ὅτι Ῥωμαῖοί εἰσι, καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντες ἠρώτων 73ἐξελθεῖν τῆς πόλεως. Ἐξελθόντες δὲ 74ἐκ τῆς φυλακῆς εἰσῆλθον 75πρὸς τὴν Λυδίαν· καὶ ἰδόντες 76τοὺς ἀδελφούς, παρεκάλεσαν αὐτούς, καὶ 77ἐξῆλθον.
Source notes (77)
- Footnote δε ¦ δε και CT
- Footnote λυστραν ¦ εις λυστραν CT
- Footnote τινος ¦ --- CT
- Footnote ηδεισαν ¦ ηδεσαν PCK
- Footnote τον πατερα αυτου οτι ελλην ¦ οτι ελλην ο πατηρ αυτου CT
- Footnote παρεδιδουν ¦ παρεδιδοσαν CT
- Footnote των ¦ --- CT
- Footnote ιερουσαλημ ¦ ιεροσολυμοις CT
- Footnote διελθοντες ¦ διηλθον CT
- Footnote την ¦ --- CT
- Footnote ελθοντες ¦ ελθοντες δε CT
- Footnote κατα ¦ εις CT
- Footnote πορευεσθαι ¦ πορευθηναι ECM† NA SBL TH WH
- Footnote πνευμα ¦ πνευμα ιησου CT
- Footnote της ¦ --- SBL WH
- Footnote ωφθη τω παυλω ¦ τω παυλω ωφθη CT
- Footnote τις ην μακεδων ¦ μακεδων τις ην CT
- Footnote παρακαλων ¦ και παρακαλων CT
- Footnote μακεδονιαν ¦ την μακεδονιαν PCK
- Footnote την ¦ --- CT
- Footnote συμβιβαζοντες ¦ συνβιβαζοντες WH
- Footnote κυριος ¦ θεος CT
- Footnote ουν ¦ δε NA
- Footnote της ¦ --- CT
- Footnote σαμοθρακην ¦ την σαμοθρακην PCK
- Footnote τε ¦ δε ANT CT
- Footnote νεαπολιν ¦ νεαν πολιν CT
- Footnote εκειθεν τε ¦ κακειθεν CT
- Footnote πρωτη της μεριδος της ¦ πρωτη της μεριδος ECM SBL TH WH ¦ πρωτης μεριδος της NA
- Footnote κολωνεια ¦ κολωνια ANT CT TR
- Footnote αυτη ¦ ταυτη CT TR
- Footnote πολεως ¦ πυλης CT
- Footnote ενομιζετο προσευχη ¦ ενομιζομεν προσευχην NA SBL TH WH
- Footnote του ¦ --- WH
- Footnote εβαπτισθη ¦ εβαπτισθη αυτη PCK
- Footnote μεινατε ¦ μενετε ECM† NA SBL TH WH
- Footnote προσευχην ¦ την προσευχην CT
- Footnote πυθωνος ¦ πυθωνα CT
- Footnote απαντησαι ¦ υπαντησαι CT
- Footnote κατακολουθησασα ¦ κατακολουθουσα NA SBL TH WH
- Footnote ημιν ¦ τω σιλα ANT PCK
- Footnote καταγγελλουσιν 𝔐17 ¦ καταγγελουσιν 𝔐8
- Footnote ημιν ¦ υμιν CT
- Footnote ο ¦ --- ECM† NA SBL TH WH
- Footnote τω ¦ --- CT
- Footnote ειπον ¦ ειπαν CT
- Footnote περιρρηξαντες ¦ περιρηξαντες CT
- Footnote τε ¦ δε WH
- Footnote ειληφως ¦ λαβων CT
- Footnote αυτων ησφαλισατο ¦ ησφαλισατο αυτων CT
- Footnote ανεωχθησαν ¦ ηνεωχθησαν CT
- Footnote τε ¦ δε CT PCK
- Footnote μαχαιραν ¦ την μαχαιραν NA SBL WH
- Footnote εμελλεν ¦ ημελλεν CT
- Footnote φωνη μεγαλη ο παυλος 90.7% ¦ φωνη μεγαλη παυλος TH 3.1% ¦ μεγαλη φωνη ο παυλος NA 0.6% ¦ παυλος μεγαλη φωνη WH 0.2%
- Footnote τω ¦ --- WH
- Footnote ειπον ¦ ειπαν CT
- Footnote χριστον ¦ --- CT
- Footnote κυριου ¦ θεου WH
- Footnote και ¦ συν CT
- Footnote παντες 87.4% ¦ απαντες WH 3.7%
- Footnote αυτου ¦ --- CT
- Footnote ηγαλλιατο 𝔐17 ¦ ηγαλλιασατο 𝔐7 CT TR
- Footnote πανοικι ¦ πανοικει CT
- Footnote τουτους ¦ --- WH
- Footnote απεσταλκασιν ¦ απεσταλκαν CT
- Footnote δειραντες ¦ δηραντες PCK
- Footnote εβαλον ¦ εβαλαν CT
- Footnote αλλα ¦ αλλ ECM NA28
- Footnote εξαγαγετωσαν 𝔐16 ¦ ημας εξαγαγετωσαν 𝔐7 ANT CT TR
- Footnote ανηγγειλαν ¦ απηγγειλαν CT
- Footnote και εφοβηθησαν ¦ εφοβηθησαν δε CT PCK
- Footnote εξελθειν ¦ απελθειν απο CT
- Footnote εκ ¦ απο ECM NA PCK SBL WH
- Footnote προς ¦ εις TR
- Footnote τους αδελφους παρεκαλεσαν αυτους ¦ παρεκαλεσαν τους αδελφους CT
- Footnote εξηλθον ¦ εξηλθαν CT
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.