The Text-Critical Greek New Testament
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 17
The Uproar in Thessalonica
Διοδεύσαντες δὲ τὴν Ἀμφίπολιν καὶ 1Ἀπολλωνίαν, ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ἦν 2ἡ συναγωγὴ τῶν Ἰουδαίων· κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ εἰσῆλθε πρὸς αὐτούς, καὶ ἐπὶ σάββατα τρία 3διελέξατο αὐτοῖς ἀπὸ τῶν γραφῶν, διανοίγων καὶ παρατιθέμενος, ὅτι Τὸν Χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι Οὗτός ἐστιν 4ὁ Χριστὸς Ἰησοῦς, ὃν ἐγὼ καταγγέλλω ὑμῖν. Καί τινες ἐξ αὐτῶν ἐπείσθησαν, καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, τῶν τε σεβομένων Ἑλλήνων 5πολὺ πλῆθος, γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι. 6Προσλαβόμενοι δὲ οἱ Ἰουδαῖοι οἱ ἀπειθοῦντες, τῶν ἀγοραίων 7τινὰς ἄνδρας πονηρούς, καὶ ὀχλοποιήσαντες, ἐθορύβουν τὴν πόλιν· 8ἐπιστάντες τε τῇ οἰκίᾳ Ἰάσονος, ἐζήτουν αὐτοὺς 9ἀγαγεῖν εἰς τὸν δῆμον. Μὴ εὑρόντες δὲ αὐτούς, ἔσυρον 10τὸν Ἰάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας, βοῶντες ὅτι Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες, οὗτοι καὶ ἐνθάδε πάρεισιν, οὓς ὑποδέδεκται Ἰάσων· καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος 11πράσσουσι, βασιλέα 12λέγοντες ἕτερον εἶναι, Ἰησοῦν. Ἐτάραξαν δὲ τὸν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούοντας ταῦτα. Καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσονος καὶ τῶν λοιπῶν, ἀπέλυσαν αὐτούς.
Paul and Silas in Berea
Οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ 13τῆς νυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ τὸν Σίλαν εἰς 14Βέροιαν· οἵτινες παραγενόμενοι εἰς τὴν συναγωγὴν 15ἀπῄεσαν τῶν Ἰουδαίων. Οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ, οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προθυμίας, 16τὸ καθ᾽ ἡμέραν ἀνακρίνοντες τὰς γραφάς, εἰ ἔχοι ταῦτα οὕτω. Πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν, καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν οὐκ ὀλίγοι. Ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰουδαῖοι ὅτι καὶ ἐν τῇ 17Βεροίᾳ κατηγγέλη ὑπὸ τοῦ Παύλου ὁ λόγος τοῦ Θεοῦ, ἦλθον κἀκεῖ 18σαλεύοντες τοὺς ὄχλους. Εὐθέως δὲ τότε τὸν Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύεσθαι 19ὡς ἐπὶ τὴν θάλασσαν· 20ὑπέμενον δὲ ὅ τε Σίλας καὶ ὁ Τιμόθεος ἐκεῖ. Οἱ δὲ 21καθιστῶντες τὸν Παῦλον, ἤγαγον 22αὐτὸν ἕως Ἀθηνῶν· καὶ λαβόντες ἐντολὴν πρὸς τὸν Σίλαν καὶ 23Τιμόθεον, ἵνα ὡς τάχιστα ἔλθωσι πρὸς αὐτόν, ἐξῄεσαν.
Paul in Athens
Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, 24θεωροῦντι κατείδωλον οὖσαν τὴν πόλιν. Διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις, καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας. Τινὲς δὲ 25καὶ τῶν 26Ἐπικουρείων καὶ 27τῶν 28Στοϊκῶν φιλοσόφων 29συνέβαλλον αὐτῷ. Καί τινες ἔλεγον, Τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν; Οἱ δέ, Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι· ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν 30εὐηγγελίζετο. Ἐπιλαβόμενοί 31τε αὐτοῦ, ἐπὶ τὸν Ἄρειον πάγον ἤγαγον λέγοντες, Δυνάμεθα γνῶναι, τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή; Ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι, 32τί ἂν θέλοι ταῦτα εἶναι— Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον 33εὐκαίρουν, ἢ λέγειν τι 34καὶ 35ἀκούειν καινότερον.
Σταθεὶς δὲ 36ὁ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου πάγου ἔφη, Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. Διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν, εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο, Ἀγνώστῳ Θεῷ. 37Ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. Ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος, οὐρανοῦ καὶ γῆς 38Κύριος ὑπάρχων, οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, οὐδὲ ὑπὸ χειρῶν 39ἀνθρώπων θεραπεύεται, προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν 40κατὰ πάντα· ἐποίησέ τε ἐξ ἑνὸς 41αἵματος πᾶν ἔθνος ἀνθρώπων, κατοικεῖν ἐπὶ 42πᾶν τὸ πρόσωπον τῆς γῆς, ὁρίσας 43προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν· ζητεῖν τὸν 44Κύριον, εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν 45καὶ εὕροιεν, 46καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. Ἐν αὐτῷ γὰρ ζῶμεν καὶ 47κινούμεθα καὶ ἐσμέν· ὡς καί τινες τῶν καθ᾽ ὑμᾶς ποιητῶν εἰρήκασι,
Τοῦ γὰρ καὶ γένος ἐσμέν.
Γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ, οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον. Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεός, τὰ νῦν 48παραγγέλλει τοῖς ἀνθρώποις 49πᾶσι πανταχοῦ μετανοεῖν· 50διότι ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.
Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν, οἱ μὲν ἐχλεύαζον· οἱ δὲ 51εἶπον, Ἀκουσόμεθά σου 52πάλιν περὶ τούτου. Καὶ οὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν. Τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ, ἐπίστευσαν· ἐν οἷς καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης, καὶ γυνὴ ὀνόματι Δάμαρις, καὶ ἕτεροι σὺν αὐτοῖς.
Source notes (52)
- Footnote απολλωνιαν ¦ την απολλωνιαν CT
- Footnote η ¦ --- CT
- Footnote διελεξατο ¦ διελεγετο ANT PCK TR
- Footnote ο χριστος ιησους ECM† ¦ ιησους ο χριστος PCK ¦ ο χριστος ο ιησους ECM† NA SBL WH ¦ χριστος ιησους ECM† TH
- Footnote πολυ πληθος ¦ πληθος πολυ CT PCK
- Footnote προσλαβομενοι δε οι ιουδαιοι οι απειθουντες ¦ ζηλωσαντες δε οι απειθουντες ιουδαιοι και προσλαβομενοι TR ¦ προσλαβομενοι δε οι απειθουντες ιουδαιοι ANT ¦ ζηλωσαντες δε οι ιουδαιοι και προσλαβομενοι CT
- Footnote τινας ανδρας ¦ ανδρας τινας CT PCK
- Footnote επισταντες τε ¦ και επισταντες CT
- Footnote αγαγειν ¦ προαγαγειν CT
- Footnote τον ¦ --- CT
- Footnote πρασσουσι ¦ πραττουσι TR
- Footnote λεγοντες ετερον ¦ ετερον λεγοντες ANT CT PCK
- Footnote της ¦ --- CT
- Footnote βεροιαν ¦ βερροιαν PCK
- Footnote απηεσαν των ιουδαιων ¦ των ιουδαιων απηεσαν CT TR
- Footnote το ¦ --- ECM NA PCK TH
- Footnote βεροια ¦ βερροια PCK
- Footnote σαλευοντες 77.1% ¦ σαλευοντες και ταρασσοντες CT 22%
- Footnote ως ¦ εως CT
- Footnote υπεμενον δε ¦ υπεμειναν τε CT
- Footnote καθιστωντες ¦ καθιστανοντες ECM† NA SBL TH WH
- Footnote αυτον ¦ --- CT
- Footnote τιμοθεον ¦ τον τιμοθεον ECM† NA SBL TH WH
- Footnote θεωρουντι ¦ θεωρουντος CT
- Footnote και ¦ --- ANT TR
- Footnote επικουρειων ¦ επικουριων WH
- Footnote των ¦ --- CT
- Footnote στοικων 𝔐16 ¦ στωικων 𝔐8 PCK TR WH
- Footnote συνεβαλλον 𝔐13 ¦ συνεβαλον 𝔐11 PCK
- Footnote ευηγγελιζετο ¦ αυτοις ευηγγελιζετο TR ¦ ευηγγελιζετο αυτοις ANT
- Footnote τε ¦ δε WH
- Footnote τι αν θελοι ¦ τινα θελει CT
- Footnote ευκαιρουν ¦ ηυκαιρουν CT
- Footnote και ¦ η ECM† NA SBL TH WH
- Footnote ακουειν ¦ ακουειν τι ECM† NA SBL TH WH
- Footnote ο ¦ --- SBL TH WH
- Footnote ον … τουτον 89.4% ¦ ο … τουτο CT 1.5%
- Footnote κυριος υπαρχων ¦ υπαρχων κυριος CT
- Footnote ανθρωπων ¦ ανθρωπινων CT
- Footnote κατα ¦ και τα CT SCR
- Footnote αιματος 95% ¦ --- CT 4.4%
- Footnote παν το προσωπον ¦ παντος προσωπου CT
- Footnote προστεταγμενους ¦ προτεταγμενους TR
- Footnote κυριον 𝔐15 ¦ θεον 𝔐10 CT
- Footnote και ¦ η ECM†
- Footnote και γε ¦ καιτοιγε TR
- Footnote κινουμεθα ¦ κεινουμεθα TH
- Footnote παραγγελλει ¦ απαγγελλει WH
- Footnote πασι ¦ παντας CT
- Footnote διοτι ¦ καθοτι CT
- Footnote ειπον ¦ ειπαν CT
- Footnote παλιν περι τουτου και ¦ περι τουτου και παλιν CT
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.