The Text-Critical Greek New Testament
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 18
Paul in Corinth
Μετὰ 1δὲ ταῦτα χωρισθεὶς 2ὁ Παῦλος ἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον. Καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας, καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ, διὰ τὸ 3τεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους 4ἐκ τῆς Ῥώμης, προσῆλθεν αὐτοῖς· καὶ διὰ τὸ ὁμότεχνον εἶναι, 5ἔμενε παρ᾽ αὐτοῖς καὶ 6εἰργάζετο· ἦσαν γὰρ σκηνοποιοὶ 7τὴν τέχνην. Διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέ τε Ἰουδαίους καὶ Ἕλληνας.
Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σίλας καὶ ὁ Τιμόθεος, συνείχετο τῷ 8πνεύματι ὁ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοις 9τὸν Χριστὸν Ἰησοῦν. Ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων, ἐκτιναξάμενος τὰ ἱμάτια, εἶπε πρὸς αὐτούς, Τὸ αἷμα ὑμῶν ἐπὶ 10τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι. Καὶ μεταβὰς ἐκεῖθεν 11ἦλθεν εἰς οἰκίαν τινὸς ὀνόματι 12Ἰούστου, σεβομένου τὸν Θεόν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ. Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσε τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ· καὶ πολλοὶ τῶν Κορινθίων 13ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο. Εἶπε δὲ ὁ Κύριος 14δι᾽ ὁράματος ἐν νυκτὶ τῷ Παύλῳ, Μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς· διότι ἐγώ εἰμι μετὰ σοῦ, καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε· διότι λαός ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ. Ἐκάθισέ 15τε ἐνιαυτὸν καὶ μῆνας ἕξ, διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ Θεοῦ.
Γαλλίωνος δὲ 16ἀνθυπατεύοντος τῆς Ἀχαΐας, κατεπέστησαν 17ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ, καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα, λέγοντες ὅτι Παρὰ τὸν νόμον 18οὗτος ἀναπείθει τοὺς ἀνθρώπους σέβεσθαι τὸν Θεόν. Μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα, εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους, Εἰ μὲν 19οὖν ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρόν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν 20ἠνεσχόμην ὑμῶν· εἰ δὲ 21ζήτημά ἐστι περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ᾽ ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς 22γὰρ ἐγὼ τούτων οὐ βούλομαι εἶναι. Καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος. Ἐπιλαβόμενοι δὲ πάντες 23οἱ Ἕλληνες Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος. Καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι 24ἔμελλεν.
Paul's Return to Antioch
Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανάς, τοῖς ἀδελφοῖς ἀποταξάμενος, ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος 25τὴν κεφαλὴν ἐν Κεγχρεαῖς· εἶχε γὰρ εὐχήν. 26Κατήντησε δὲ εἰς Ἔφεσον, 27καὶ ἐκείνους κατέλιπεν αὐτοῦ· αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν 28διελέχθη τοῖς Ἰουδαίοις. Ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον μεῖναι 29παρ᾽ αὐτοῖς, οὐκ ἐπένευσεν· 30ἀλλὰ 31ἀπετάξατο αὐτοῖς εἰπών, Δεῖ με πάντως τὴν ἑορτὴν τὴν ἐρχομένην ποιῆσαι εἰς Ἱεροσόλυμα· πάλιν δὲ ἀνακάμψω πρὸς ὑμᾶς, τοῦ Θεοῦ θέλοντος. 32Καὶ ἀνήχθη ἀπὸ τῆς Ἐφέσου, καὶ κατελθὼν εἰς 33Καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν. Καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθε, διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, 34ἐπιστηρίζων πάντας τοὺς μαθητάς.
Apollos Speaks Boldly in Ephesus
Ἰουδαῖος δέ τις Ἀπολλὼς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς. Οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ Κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ 35Κυρίου, ἐπιστάμενος μόνον τὸ βάπτισμα 36Ἰωάννου· οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ. Ἀκούσαντες δὲ αὐτοῦ 37Ἀκύλας καὶ Πρίσκιλλα, προσελάβοντο αὐτόν, καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν 38τοῦ Θεοῦ ὁδόν. Βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν, προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσι διὰ τῆς χάριτος· εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ, ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν Χριστὸν Ἰησοῦν.
Source notes (38)
- Footnote δε ¦ --- CT
- Footnote ο παυλος 97.1% ¦ --- CT 1.5%
- Footnote τεταχεναι 𝔐9 ¦ διατεταχεναι 𝔐9 ANT CT PCK TR ¦ προστεταχεναι 𝔐7
- Footnote εκ 𝔐18 ¦ απο 𝔐7 ANT CT
- Footnote εμενε 𝔐15 ¦ εμεινε 𝔐10 ANT
- Footnote ειργαζετο 91.4% ¦ ηργαζετο ECM NA SBL TH 7.8% ¦ ηργαζοντο WH 0.4%
- Footnote την τεχνην 𝔐18 ¦ τη τεχνη 𝔐7 ANT CT
- Footnote πνευματι 93.5% ¦ λογω CT 6.1%
- Footnote τον ¦ ειναι τον CT
- Footnote την κεφαλην ¦ τας κεφαλας PCK
- Footnote ηλθεν ¦ εισηλθεν ECM† NA SBL
- Footnote ιουστου ¦ τιτιου ιουστου NA SBL WH ¦ τιτου ιουστου ECM
- Footnote ακουοντες 𝔐15 ¦ ακουσαντες 𝔐10
- Footnote δι οραματος εν νυκτι ¦ εν νυκτι δι οραματος CT
- Footnote τε ¦ δε CT
- Footnote ανθυπατευοντος ¦ ανθυπατου οντος ECM† NA SBL TH WH
- Footnote ομοθυμαδον οι ιουδαιοι ¦ οι ιουδαιοι ομοθυμαδον WH
- Footnote ουτος αναπειθει ¦ αναπειθει ουτος CT PCK
- Footnote ουν 𝔐16 ¦ --- 𝔐9 CT
- Footnote ηνεσχομην ¦ ανεσχομην CT
- Footnote ζητημα ¦ ζητηματα CT
- Footnote γαρ ¦ --- CT
- Footnote οι ελληνες 95.4% ¦ --- ECM† NA SBL TH WH 1.7%
- Footnote εμελλεν ¦ εμελεν ANT CT TR
- Footnote την κεφαλην εν κεγχρεαις ¦ εν κεγχρεαις την κεφαλην ECM NA SBL ¦ εν κενχρεαις την κεφαλην TH WH
- Footnote κατηντησε ¦ κατηντησαν ECM† NA SBL TH WH
- Footnote και εκεινους ¦ κακεινους ANT CT PCK TR
- Footnote διελεχθη ¦ διελεξατο CT
- Footnote παρ αυτοις 86.4% ¦ --- CT 8.1%
- Footnote αλλα 𝔐32 ¦ αλλ 𝔐11 ECM NA28 HF PCK RP TR
- Footnote απεταξατο αυτοις ειπων δει με παντως την εορτην την ερχομενην ποιησαι εις ιεροσολυμα παλιν δε ¦ αποταξαμενος και ειπων παλιν CT
- Footnote και 𝔐43 ¦ --- 𝔐0 CT RP
- Footnote καισαρειαν ¦ καισαριαν WH
- Footnote επιστηριζων ¦ στηριζων ECM† SBL TH WH
- Footnote κυριου ¦ ιησου CT PCK
- Footnote ιωαννου ¦ ιωανου WH
- Footnote ακυλας και πρισκιλλα ¦ πρισκιλλα και ακυλας ECM† NA SBL TH WH
- Footnote του θεου οδον ¦ οδον του θεου ANT CT
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.