The Text-Critical Greek New Testament
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 19
Paul in Ephesus
Ἐγένετο δέ, ἐν τῷ τὸν Ἀπολλὼ εἶναι ἐν Κορίνθῳ, Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη 1ἐλθεῖν εἰς Ἔφεσον· καὶ 2εὑρών τινας μαθητὰς εἶπε πρὸς αὐτούς, Εἰ Πνεῦμα Ἅγιον ἐλάβετε πιστεύσαντες; Οἱ δὲ 3εἶπον πρὸς αὐτόν, Ἀλλ᾽ 4οὐδὲ εἰ Πνεῦμα Ἅγιόν ἐστιν, ἠκούσαμεν. Εἶπέ 5τε πρὸς αὐτούς, Εἰς τί οὖν ἐβαπτίσθητε; Οἱ δὲ 6εἶπον, Εἰς τὸ 7Ἰωάννου βάπτισμα. Εἶπε 8δὲ Παῦλος, 9Ἰωάννης 10μὲν ἐβάπτισε βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ᾽ αὐτὸν ἵνα πιστεύσωσι, τοῦτ᾽ ἔστιν, εἰς τὸν 11Χριστὸν Ἰησοῦν. Ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου 12τὰς χεῖρας, ἦλθε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ᾽ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ 13προεφήτευον. Ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ 14δεκαδύο.
Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο, ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων 15τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. Ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν, κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπ᾽ αὐτῶν ἀφώρισε τοὺς μαθητάς, καθ᾽ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου 16τινός. Τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ Κυρίου 17Ἰησοῦ, Ἰουδαίους τε καὶ Ἕλληνας.
The Sons of Sceva
Δυνάμεις 18τε οὐ τὰς τυχούσας 19ἐποίει ὁ Θεὸς διὰ τῶν χειρῶν Παύλου, ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας 20ἐπιφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια, καὶ ἀπαλλάσσεσθαι ἀπ᾽ αὐτῶν τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰ 21ἐξέρχεσθαι ἀπ᾽ αὐτῶν. Ἐπεχείρησαν δέ τινες 22ἀπὸ τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ, λέγοντες, 23Ὁρκίζομεν ὑμᾶς τὸν Ἰησοῦν ὃν 24ὁ Παῦλος κηρύσσει. Ἦσαν δέ 25τινες υἱοὶ Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ οἱ τοῦτο ποιοῦντες. Ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν 26εἶπε, 27Τὸν Ἰησοῦν γινώσκω, καὶ τὸν Παῦλον ἐπίσταμαι· ὑμεῖς δὲ τίνες ἐστέ; Καὶ 28ἐφαλλόμενος ἐπ᾽ αὐτοὺς ὁ ἄνθρωπος ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρόν, 29καὶ κατακυριεύσαν 30αὐτῶν, ἴσχυσε κατ᾽ αὐτῶν, ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου. Τοῦτο δὲ ἐγένετο 31γνωστὸν πᾶσιν Ἰουδαίοις τε καὶ Ἕλλησι τοῖς κατοικοῦσι τὴν Ἔφεσον, καὶ ἐπέπεσε φόβος ἐπὶ πάντας αὐτούς, καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. Πολλοί τε τῶν πεπιστευκότων ἤρχοντο, ἐξομολογούμενοι, καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν. Ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων συνενέγκαντες τὰς βίβλους κατέκαιον ἐνώπιον πάντων· καὶ 32συνεψήφισαν τὰς τιμὰς αὐτῶν, καὶ εὗρον ἀργυρίου μυριάδας πέντε. Οὕτω κατὰ κράτος 33ὁ λόγος τοῦ Κυρίου ηὔξανε καὶ ἴσχυεν.
The Riot at Ephesus
Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ πνεύματι, διελθὼν τὴν Μακεδονίαν καὶ 34Ἀχαΐαν, πορεύεσθαι εἰς 35Ἱερουσαλήμ, εἰπὼν ὅτι Μετὰ τὸ γενέσθαι με ἐκεῖ, δεῖ με καὶ Ῥώμην ἰδεῖν. Ἀποστείλας δὲ εἰς 36τὴν Μακεδονίαν δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχε χρόνον εἰς τὴν Ἀσίαν.
Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ. Δημήτριος γάρ τις ὀνόματι, ἀργυροκόπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος, παρείχετο τοῖς τεχνίταις 37ἐργασίαν οὐκ ὀλίγην· οὓς συναθροίσας, καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας, εἶπεν, Ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία 38ἡμῶν ἐστι. Καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον Ἐφέσου, ἀλλὰ σχεδὸν πάσης τῆς Ἀσίας, ὁ Παῦλος οὗτος πείσας μετέστησεν ἱκανὸν ὄχλον, λέγων ὅτι οὐκ εἰσὶ θεοὶ οἱ διὰ χειρῶν γινόμενοι. Οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς 39ἱερὸν Ἀρτέμιδος εἰς 40οὐθὲν λογισθῆναι, μέλλειν 41δὲ καὶ καθαιρεῖσθαι 42τὴν μεγαλειότητα αὐτῆς, ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται.
Ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμοῦ, ἔκραζον λέγοντες, Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων. Καὶ ἐπλήσθη ἡ πόλις 43ὅλη 44τῆς συγχύσεως· ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον, συναρπάσαντες Γάϊον καὶ Ἀρίσταρχον Μακεδόνας, συνεκδήμους 45Παύλου. 46Τοῦ δὲ Παύλου βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον, οὐκ εἴων αὐτὸν οἱ μαθηταί. Τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν, ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτόν, παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον. Ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον· ἦν γὰρ ἡ ἐκκλησία 47συγκεχυμένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος 48ἕνεκεν συνεληλύθεισαν. Ἐκ δὲ τοῦ ὄχλου 49προεβίβασαν Ἀλέξανδρον, 50προβαλόντων αὐτὸν τῶν Ἰουδαίων. Ὁ δὲ Ἀλέξανδρος, κατασείσας τὴν χεῖρα, ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ. 51Ἐπιγνόντες δὲ ὅτι Ἰουδαῖός ἐστι, φωνὴ ἐγένετο μία ἐκ πάντων 52ὡς ἐπὶ ὥρας δύο κραζόντων, Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων. Καταστείλας δὲ 53ὁ γραμματεὺς τὸν ὄχλον φησίν, Ἄνδρες Ἐφέσιοι, τίς γάρ ἐστιν 54ἄνθρωπος ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης 55θεᾶς Ἀρτέμιδος καὶ τοῦ Διοπετοῦς; 56Ἀναντιρρήτων οὖν ὄντων τούτων, δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν, καὶ μηδὲν προπετὲς 57πράσσειν. Ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους, οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν 58θεὸν 59ὑμῶν. Εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται 60ἔχουσι πρός τινα λόγον, ἀγοραῖοι ἄγονται, καὶ ἀνθύπατοί εἰσιν· ἐγκαλείτωσαν ἀλλήλοις. Εἰ δέ τι 61περὶ ἑτέρων ἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται. Καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον, μηδενὸς αἰτίου ὑπάρχοντος περὶ οὗ 62οὐ δυνησόμεθα 63δοῦναι λόγον 64τῆς συστροφῆς ταύτης. Καὶ ταῦτα εἰπών, ἀπέλυσε τὴν ἐκκλησίαν.
Source notes (64)
- Footnote ελθειν ¦ κατελθειν ECM† NA
- Footnote ευρων τινας μαθητας ειπε 91.2% ¦ ευρειν τινας μαθητας ειπε τε CT 3.6% ¦ ευρων μαθητας τινας ειπε ANT 0%
- Footnote ειπον 𝔐16 ¦ ειπαν 𝔐7 ¦ --- CT
- Footnote ουδε ¦ ουδ CT
- Footnote τε προς αυτους 59.4% ¦ τε CT PCK 18.3% ¦ δε προς αυτους 5%
- Footnote ειπον ¦ ειπαν CT
- Footnote ιωαννου ¦ ιωανου WH
- Footnote δε 𝔐17 ¦ τε 𝔐6
- Footnote ιωαννης ¦ ιωανης WH
- Footnote μεν ¦ --- CT
- Footnote χριστον ιησουν ¦ ιησουν χριστον ANT ¦ ιησουν CT
- Footnote τας ¦ --- ECM† SBL TH WH
- Footnote προεφητευον ¦ επροφητευον CT
- Footnote δεκαδυο ¦ δωδεκα CT
- Footnote τα ¦ --- SBL WH
- Footnote τινος ¦ --- CT
- Footnote ιησου ¦ --- CT
- Footnote τε ¦ δε PCK
- Footnote εποιει ο θεος ¦ ο θεος εποιει CT
- Footnote επιφερεσθαι ¦ αποφερεσθαι CT
- Footnote εξερχεσθαι απ αυτων ¦ εκπορευεσθαι CT
- Footnote απο ¦ και CT
- Footnote ορκιζομεν ¦ ορκιζω CT
- Footnote ο 𝔐12 ¦ --- 𝔐11 CT
- Footnote τινες υιοι σκευα ιουδαιου αρχιερεως επτα οι 86.9% ¦ τινες σκευα ιουδαιου αρχιερεως επτα υιοι ECM 3.6% ¦ τινος σκευα ιουδαιου αρχιερεως επτα υιοι NA SBL TH WH 0.8%
- Footnote ειπε ¦ ειπεν αυτοις CT
- Footnote τον ¦ τον μεν NA WH
- Footnote εφαλλομενος επ αυτους ο ανθρωπος ¦ εφαλομενος ο ανθρωπος επ αυτους ECM† NA SBL TH WH ¦ εφαλλομενος ο ανθρωπος επ αυτους ECM†
- Footnote και κατακυριευσαν ¦ και κατακυριευσας ANT TR ¦ κατακυριευσας CT
- Footnote αυτων ¦ αμφοτερων CT
- Footnote γνωστον πασιν ¦ πασι γνωστον PCK
- Footnote συνεψηφισαν ¦ συνεψηφισαντο PCK
- Footnote ο λογος του κυριου ¦ του κυριου ο λογος CT
- Footnote αχαιαν ¦ την αχαιαν ECM†
- Footnote ιερουσαλημ ¦ ιεροσολυμα CT
- Footnote την 𝔐14 ¦ --- 𝔐8
- Footnote εργασιαν ουκ ολιγην ¦ ουκ ολιγην εργασιαν CT
- Footnote ημων ¦ ημιν CT
- Footnote ιερον αρτεμιδος ¦ αρτεμιδος ιερον ANT CT PCK TR
- Footnote ουθεν 𝔐13 ¦ ουδεν 𝔐11 PCK TR
- Footnote δε ¦ τε ANT CT SCR
- Footnote την μεγαλειοτητα ¦ της μεγαλειοτητος CT
- Footnote ολη ¦ --- CT
- Footnote της ¦ --- TR
- Footnote παυλου ¦ του παυλου TR
- Footnote του δε παυλου ¦ παυλου δε ECM† NA SBL TH WH
- Footnote συγκεχυμενη ¦ συνκεχυμενη TH WH
- Footnote ενεκεν ¦ ενεκα CT
- Footnote προεβιβασαν ¦ συνεβιβασαν CT
- Footnote προβαλοντων ¦ προβαλλοντων ANT ECM† PCK SCR
- Footnote επιγνοντες ¦ επιγνοντων TR
- Footnote ως ¦ ωσει WH
- Footnote ο γραμματευς τον οχλον ¦ τον οχλον ο γραμματευς WH
- Footnote ανθρωπος ¦ ανθρωπων CT
- Footnote θεας ¦ --- CT
- Footnote αναντιρρητων ¦ αναντιρητων WH
- Footnote πρασσειν ¦ πραττειν TR
- Footnote θεον ¦ θεαν ANT TR
- Footnote υμων 𝔐15 ¦ ημων 𝔐9 CT
- Footnote εχουσι προς τινα λογον ¦ προς τινα λογον εχουσιν TR
- Footnote περι ετερων 91.7% ¦ περαιτερω CT 4.7%
- Footnote ου ¦ --- ANT TR
- Footnote δουναι ¦ αποδουναι ANT CT PCK TR
- Footnote της ¦ περι της CT
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.