The Text-Critical Greek New Testament
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 20
Paul in Macedonia and Greece
Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον, 1προσκαλεσάμενος ὁ Παῦλος τοὺς μαθητάς, καὶ 2ἀσπασάμενος, ἐξῆλθε 3πορευθῆναι εἰς 4τὴν Μακεδονίαν. Διελθὼν δὲ τὰ μέρη ἐκεῖνα, καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ, ἦλθεν εἰς τὴν Ἑλλάδα. Ποιήσας τε μῆνας τρεῖς, γενομένης 5αὐτῷ ἐπιβουλῆς ὑπὸ τῶν Ἰουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν, ἐγένετο 6γνώμη τοῦ ὑποστρέφειν διὰ Μακεδονίας. Συνείπετο δὲ αὐτῷ 7ἄχρι τῆς Ἀσίας 8Σώπατρος 9Βεροιαῖος· Θεσσαλονικέων δέ, Ἀρίσταρχος καὶ Σεκοῦνδος, καὶ Γάϊος Δερβαῖος, καὶ Τιμόθεος· Ἀσιανοὶ δέ, Τυχικὸς καὶ Τρόφιμος. 10Οὗτοι 11προσελθόντες ἔμενον ἡμᾶς ἐν Τρῳάδι. Ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ Φιλίππων, καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρῳάδα ἄχρις ἡμερῶν πέντε, 12οὗ διετρίψαμεν ἡμέρας ἑπτά.
Paul Raises Eutychus
Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων, συνηγμένων 13τῶν μαθητῶν 14κλάσαι ἄρτον, ὁ Παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέ τε τὸν λόγον μέχρι μεσονυκτίου. Ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ 15ἦμεν συνηγμένοι. 16Καθήμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ, διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς 17ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω, καὶ ἤρθη νεκρός. Καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν αὐτῷ, καὶ 18συμπεριλαβὼν εἶπε, Μὴ θορυβεῖσθε· ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν. Ἀναβὰς δὲ καὶ κλάσας 19ἄρτον καὶ γευσάμενος, ἐφ᾽ ἱκανόν τε ὁμιλήσας ἄχρις αὐγῆς, οὕτως ἐξῆλθεν. Ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως.
Paul Travels from Troas to Miletus
Ἡμεῖς δέ, 20προσελθόντες ἐπὶ τὸ πλοῖον, ἀνήχθημεν 21εἰς τὴν 22Ἄσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον· οὕτω γὰρ 23ἦν διατεταγμένος, μέλλων αὐτὸς πεζεύειν. Ὡς δὲ 24συνέβαλεν ἡμῖν εἰς τὴν 25Ἄσσον, ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μιτυλήνην. Κἀκεῖθεν ἀποπλεύσαντες, τῇ ἐπιούσῃ κατηντήσαμεν 26ἀντικρὺ Χίου· τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς Σάμον· 27καὶ μείναντες ἐν Τρωγυλλίῳ, τῇ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον. 28Ἔκρινε γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ· ἔσπευδε γάρ, εἰ δυνατὸν 29ἦν αὐτῷ, τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα.
Paul's Farewell Address to the Ephesian Elders
Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας. Ὡς δὲ παρεγένοντο πρὸς αὐτόν, εἶπεν αὐτοῖς, Ὑμεῖς ἐπίστασθε, ἀπὸ πρώτης ἡμέρας 30ἀφ᾽ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, πῶς μεθ᾽ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην, δουλεύων τῷ Κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης καὶ 31πολλῶν δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων· ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων, τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατ᾽ οἴκους, διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησι τὴν εἰς 32τὸν Θεὸν μετάνοιαν, καὶ πίστιν 33τὴν εἰς τὸν Κύριον ἡμῶν 34Ἰησοῦν. Καὶ νῦν ἰδού, 35ἐγὼ δεδεμένος τῷ πνεύματι πορεύομαι εἰς Ἱερουσαλήμ, τὰ ἐν αὐτῇ 36συναντήσοντά 37μοι μὴ εἰδώς, πλὴν ὅτι τὸ Πνεῦμα τὸ Ἅγιον κατὰ πόλιν 38διαμαρτύρεται λέγον ὅτι δεσμά 39με καὶ θλίψεις μένουσιν. Ἀλλ᾽ οὐδενὸς 40λόγον ποιοῦμαι, οὐδὲ ἔχω τὴν ψυχήν μου τιμίαν ἐμαυτῷ, ὡς 41τελειῶσαι τὸν δρόμον μου 42μετὰ χαρᾶς, καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ Κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ.
Καὶ νῦν ἰδού, ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες, ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν 43τοῦ Θεοῦ. 44Διὸ μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ, ὅτι καθαρὸς 45ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων. Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι 46ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ. Προσέχετε 47οὖν ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ 48Κυρίου καὶ Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ 49ἰδίου αἵματος. Ἐγὼ 50γὰρ οἶδα τοῦτο, ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου· καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα, τοῦ ἀποσπᾷν τοὺς μαθητὰς ὀπίσω 51αὐτῶν. Διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. Καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς, 52ἀδελφοί, τῷ 53Θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ 54ἐποικοδομῆσαι, καὶ δοῦναι 55ὑμῖν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν. Ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα. 56Αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ᾽ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε 57τῶν λόγων τοῦ Κυρίου Ἰησοῦ, ὅτι αὐτὸς εἶπε, Μακάριόν ἐστι 58μᾶλλον διδόναι ἢ λαμβάνειν.
Καὶ ταῦτα εἰπών, θεὶς τὰ γόνατα αὐτοῦ, σὺν πᾶσιν αὐτοῖς προσηύξατο. Ἱκανὸς δὲ 59ἐγένετο κλαυθμὸς πάντων· καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου κατεφίλουν αὐτόν, ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ ᾧ εἰρήκει, ὅτι οὐκέτι μέλλουσι τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. Προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον.
Source notes (59)
- Footnote προσκαλεσαμενος ¦ μεταπεμψαμενος CT
- Footnote ασπασαμενος ¦ παρακαλεσας ασπασαμενος CT
- Footnote πορευθηναι ¦ πορευεσθαι CT
- Footnote την 𝔐16 ¦ --- 𝔐8 ANT CT
- Footnote αυτω επιβουλης ¦ επιβουλης αυτω ECM† NA PCK SBL TH WH
- Footnote γνωμη ¦ γνωμης CT
- Footnote αχρι της ασιας 96.2% ¦ --- ECM NA SBL WH 1.1%
- Footnote σωπατρος ¦ σωπατρος πυρρου CT
- Footnote βεροιαιος ¦ βερροιαιος PCK
- Footnote ουτοι ¦ ουτοι δε CT
- Footnote προσελθοντες 𝔐16 ¦ προελθοντες 𝔐8 ANT NA PCK TR
- Footnote ου ¦ οπου NA
- Footnote των μαθητων ¦ ημων CT
- Footnote κλασαι ¦ του κλασαι TR
- Footnote ημεν ¦ ησαν TR
- Footnote καθημενος ¦ καθεζομενος CT
- Footnote απο 𝔐15 ¦ υπο 𝔐9
- Footnote συμπεριλαβων ¦ συνπεριλαβων TH WH
- Footnote αρτον ¦ τον αρτον CT
- Footnote προσελθοντες ¦ προελθοντες ANT ECM† NA SBL TR WH
- Footnote εις ¦ επι CT
- Footnote ασσον 𝔐12 ¦ θασον 𝔐12
- Footnote ην διατεταγμενος ¦ διατεταγμενος ην CT
- Footnote συνεβαλεν ¦ συνεβαλλεν ECM† NA SBL TH WH
- Footnote ασσον 𝔐13 ¦ θασον 𝔐10
- Footnote αντικρυ ¦ αντικρυς CT
- Footnote και μειναντες εν τρωγυλλιω (τρωγυλιω ANT PCK) τη εχομενη 82.1% ¦ και μειναντες εν τρωγυλλιω τη ερχομενη MSS 9.6% ¦ τη δε εχομενη CT 4%
- Footnote εκρινε ¦ κεκρικει CT
- Footnote ην ¦ ειη CT
- Footnote αφ ¦ --- PCK
- Footnote πολλων ¦ --- CT
- Footnote τον 𝔐18 ¦ --- 𝔐7 ECM† NA PCK SBL TH WH
- Footnote την ¦ --- CT
- Footnote ιησουν 𝔐13 ¦ ιησουν χριστον 𝔐12 ANT ECM TR
- Footnote εγω δεδεμενος ¦ δεδεμενος εγω CT
- Footnote συναντησοντα 𝔐17 ¦ συναντησαντα 𝔐8 ECM†
- Footnote μοι ¦ εμοι WH
- Footnote διαμαρτυρεται ¦ διαμαρτυρεται μοι CT
- Footnote με και θλιψεις ¦ και θλιψεις με CT
- Footnote λογον ποιουμαι ουδε εχω την ψυχην μου 77.6% ¦ λογον ποιουμαι ουδε εχω την ψυχην MSS 7.8% ¦ τουτων λογον ποιουμαι ουδε εχω την ψυχην μου MSS 5.1% ¦ λογου ποιουμαι την ψυχην CT 1.2%
- Footnote τελειωσαι ¦ τελειωσω WH
- Footnote μετα χαρας 96% ¦ --- CT 2.9%
- Footnote του θεου ¦ --- CT
- Footnote διο 𝔐36 ¦ διοτι 𝔐22 CT RP
- Footnote εγω ¦ ειμι CT
- Footnote υμιν πασαν την βουλην του θεου ¦ πασαν την βουλην του θεου υμιν CT
- Footnote ουν ¦ --- CT
- Footnote κυριου και θεου ¦ θεου ECM NA SBL TR WH ¦ κυριου TH
- Footnote ιδιου αιματος ¦ αιματος του ιδιου CT
- Footnote γαρ οιδα τουτο 90.9% ¦ οιδα CT 4.1%
- Footnote αυτων ¦ εαυτων SBL TH WH
- Footnote αδελφοι ¦ --- CT
- Footnote θεω ¦ κυριω WH
- Footnote εποικοδομησαι ¦ οικοδομησαι CT
- Footnote υμιν ¦ την ECM† NA SBL TH WH ¦ --- ECM†
- Footnote αυτοι ¦ αυτοι δε TR
- Footnote των λογων 𝔐10 ¦ τον λογον 𝔐13 ANT ¦ του λογου PCK
- Footnote μαλλον διδοναι ¦ διδοναι μαλλον TR
- Footnote εγενετο κλαυθμος ¦ κλαυθμος εγενετο CT PCK
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.