Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 3

Peter Heals a Lame Man

Ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος καὶ 1Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν 2ἐνάτην. Καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο· ὃν ἐτίθουν καθ᾽ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην Ὡραίαν, τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν. Ὃς ἰδὼν Πέτρον καὶ 3Ἰωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερόν, ἠρώτα 4ἐλεημοσύνην. Ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ 5Ἰωάννῃ, εἶπε, Βλέψον εἰς ἡμᾶς. Ὁ δὲ ἐπεῖχεν αὐτοῖς, προσδοκῶν τι παρ᾽ αὐτῶν λαβεῖν. Εἶπε δὲ Πέτρος, Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι. Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, 6ἔγειρε καὶ περιπάτει. Καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς 7ἤγειρε· παραχρῆμα δὲ ἐστερεώθησαν 8αὐτοῦ αἱ βάσεις καὶ τὰ 9σφυρά. Καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει, καὶ εἰσῆλθε σὺν αὐτοῖς εἰς τὸ ἱερόν, περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν Θεόν. Καὶ εἶδεν 10αὐτὸν πᾶς ὁ λαὸς περιπατοῦντα καὶ αἰνοῦντα τὸν Θεόν· ἐπεγίνωσκόν 11τε αὐτὸν ὅτι 12οὗτος ἦν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ Ὡραίᾳ πύλῃ τοῦ ἱεροῦ· καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ.

Peter Speaks in Solomon's Portico

Κρατοῦντος δὲ 13τοῦ ἰαθέντος χωλοῦ τὸν Πέτρον καὶ Ἰωάννην, συνέδραμε πρὸς αὐτοὺς πᾶς ὁ λαὸς ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος, ἔκθαμβοι. Ἰδὼν δὲ 14Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν, Ἄνδρες 15Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Ὁ Θεὸς Ἀβραὰμ καὶ 16Ἰσαὰκ καὶ Ἰακώβ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασε τὸν παῖδα αὐτοῦ Ἰησοῦν· ὃν ὑμεῖς 17μὲν παρεδώκατε, καὶ ἠρνήσασθε 18αὐτὸν κατὰ πρόσωπον 19Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν. Ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν, τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε· ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν. Καὶ 20ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ, τοῦτον ὃν θεωρεῖτε καὶ οἴδατε ἐστερέωσε τὸ ὄνομα αὐτοῦ· καὶ ἡ πίστις ἡ δι᾽ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν.

Καὶ νῦν, ἀδελφοί, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν. Ὁ δὲ Θεὸς ἃ προκατήγγειλε διὰ στόματος πάντων τῶν προφητῶν 21αὐτοῦ, παθεῖν τὸν Χριστόν, ἐπλήρωσεν οὕτω. Μετανοήσατε οὖν καὶ ἐπιστρέψατε, 22εἰς τὸ 23ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας, ὅπως ἂν ἔλθωσι καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ Κυρίου, καὶ ἀποστείλῃ τὸν 24προκεχειρισμένον ὑμῖν 25Χριστὸν Ἰησοῦν· ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων, ὧν ἐλάλησεν ὁ Θεὸς διὰ στόματος 26πάντων 27τῶν ἁγίων 28αὐτοῦ προφητῶν ἀπ᾽ αἰῶνος. 29Μωσῆς μὲν 30γὰρ πρὸς τοὺς πατέρας εἶπεν ὅτι Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς 31ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς. Ἔσται δέ, πᾶσα ψυχή, ἥτις 32ἐὰν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, 33ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ. Καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς, ὅσοι ἐλάλησαν, καὶ 34κατήγγειλαν τὰς ἡμέρας ταύτας. Ὑμεῖς ἐστε 35υἱοὶ τῶν προφητῶν, καὶ τῆς διαθήκης ἧς 36διέθετο ὁ Θεὸς πρὸς τοὺς πατέρας 37ἡμῶν, λέγων πρὸς Ἀβραάμ, Καὶ 38ἐν τῷ σπέρματί σου 39ἐνευλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς. Ὑμῖν πρῶτον 40ὁ Θεός, ἀναστήσας τὸν παῖδα αὐτοῦ 41Ἰησοῦν, ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς, ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν.

Source notes (41)
  1. Footnote ιωαννης ¦ ιωανης WH
  2. Footnote ενατην ¦ εννατην TR
  3. Footnote ιωαννην ¦ ιωανην WH
  4. Footnote ελεημοσυνην ¦ ελεημοσυνην λαβειν CT ST
  5. Footnote ιωαννη ¦ ιωανη WH
  6. Footnote εγειρε και 𝔐23 ¦ εγειραι και 𝔐21 PCK RP TR ¦ --- ECM† SBL WH
  7. Footnote ηγειρε ¦ ηγειρεν αυτον ECM† NA SBL TH WH
  8. Footnote αυτου αι βασεις ¦ αι βασεις αυτου ECM† NA SBL TH WH
  9. Footnote σφυρα ¦ σφυδρα CT
  10. Footnote αυτον πας ο λαος ¦ πας ο λαος αυτον ECM† NA SBL TH WH
  11. Footnote τε ¦ δε ECM† NA SBL TH WH
  12. Footnote ουτος ¦ αυτος ECM† NA TH
  13. Footnote του ιαθεντος χωλου τον πετρον και ιωαννην συνεδραμεν προς αυτους πας ο λαος 78.6% ¦ αυτου τον πετρον και τον ιωαννην (ιωανην WH) συνεδραμεν πας ο λαος προς αυτους ECM† NA SBL TH 2.9% ¦ αυτου τον πετρον και ιωαννην συνεδραμεν προς αυτους πας ο λαος ECM† 1.8%
  14. Footnote πετρος ¦ ο πετρος ECM† NA SBL TH WH
  15. Footnote ισραηλιται ¦ ισραηλειται TH WH
  16. Footnote ισαακ και ¦ ο θεος ισαακ και ο θεος NA
  17. Footnote μεν ¦ --- TR
  18. Footnote αυτον ¦ --- CT
  19. Footnote πιλατου ¦ πειλατου WH
  20. Footnote επι ¦ --- WH
  21. Footnote αυτου παθειν τον χριστον ¦ παθειν τον χριστον αυτου CT
  22. Footnote εις ¦ προς ECM† SBL WH
  23. Footnote εξαλειφθηναι ¦ εξαλιφθηναι WH
  24. Footnote προκεχειρισμενον ¦ προκεκηρυγμενον TR
  25. Footnote χριστον ιησουν 𝔐12 ¦ ιησουν χριστον 𝔐12 TR
  26. Footnote παντων ¦ --- CT
  27. Footnote των ¦ --- ANT TR
  28. Footnote αυτου προφητων απ αιωνος 79.3% ¦ απ αιωνος αυτου προφητων CT 5.3%
  29. Footnote μωσης 𝔐18 ¦ μωυσης 𝔐7 ANT CT PCK
  30. Footnote γαρ προς τους πατερας ειπεν 80.3% ¦ ειπε προς τους πατερας MSS 5.6% ¦ ειπεν CT 4%
  31. Footnote υμων 𝔐33 ¦ ημων 𝔐9 HF PCK RP ¦ --- SBL WH
  32. Footnote εαν ¦ αν PCK SBL TR WH
  33. Footnote εξολοθρευθησεται ¦ εξολεθρευθησεται CT
  34. Footnote κατηγγειλαν ¦ προκατηγγειλαν PCK TR
  35. Footnote υιοι ¦ οι υιοι CT
  36. Footnote διεθετο ο θεος ¦ ο θεος διεθετο WH
  37. Footnote ημων ¦ υμων ECM† NA SBL TH WH
  38. Footnote εν ¦ --- TR
  39. Footnote ενευλογηθησονται ¦ ευλογηθησονται WH
  40. Footnote ο θεος αναστησας ¦ αναστησας ο θεος ECM† NA SBL TH WH
  41. Footnote ιησουν ¦ --- CT

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.