Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2

The Coming of the Holy Spirit

Καὶ ἐν τῷ 1συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς, ἦσαν 2ἅπαντες 3ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό. Καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι. Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, 4ἐκάθισέ τε ἐφ᾽ ἕνα ἕκαστον αὐτῶν. Καὶ ἐπλήσθησαν 5ἅπαντες Πνεύματος Ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ πνεῦμα ἐδίδου 6αὐτοῖς ἀποφθέγγεσθαι.

Ἦσαν δὲ 7ἐν Ἱερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς, ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν. Γενομένης δὲ τῆς φωνῆς ταύτης, συνῆλθε τὸ πλῆθος καὶ συνεχύθη, ὅτι 8ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν. Ἐξίσταντο 9δὲ καὶ ἐθαύμαζον, λέγοντες 10πρὸς ἀλλήλους, 11Οὐκ ἰδοὺ 12πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; Καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν; Πάρθοι καὶ Μῆδοι καὶ 13Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι, Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ. Ἐξίσταντο δὲ πάντες καὶ 14διηπόρουν, ἄλλος πρὸς ἄλλον λέγοντες, Τί 15ἂν θέλοι τοῦτο εἶναι; Ἕτεροι δὲ 16χλευάζοντες ἔλεγον ὅτι Γλεύκους μεμεστωμένοι εἰσί.

Peter's Sermon at Pentecost

Σταθεὶς δὲ 17Πέτρος σὺν τοῖς ἕνδεκα, ἐπῆρε τὴν φωνὴν αὐτοῦ, καὶ 18ἀπεφθέγξατο αὐτοῖς, Ἄνδρες Ἰουδαῖοι, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ 19ἅπαντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. Οὐ γάρ, ὡς ὑμεῖς ὑπολαμβάνετε, οὗτοι μεθύουσιν· ἔστι γὰρ ὥρα τρίτη τῆς ἡμέρας· ἀλλὰ τοῦτό ἐστι τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ,

Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεός,

ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα·

καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν,

καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται,

καὶ οἱ πρεσβύτεροι ὑμῶν 20ἐνύπνια ἐνυπνιασθήσονται·

καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου

ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου, καὶ προφητεύσουσι.

Καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω,

καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω,

αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ·

ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος,

καὶ ἡ σελήνη εἰς αἷμα,

πρὶν 21ἢ ἐλθεῖν 22τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ·

καὶ ἔσται, πᾶς ὃς 23ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.

Ἄνδρες 24Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους· Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα 25ἀπὸ τοῦ Θεοῦ ἀποδεδειγμένον εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις, οἷς ἐποίησε δι᾽ αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς 26καὶ αὐτοὶ οἴδατε, τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον 27λαβόντες, διὰ 28χειρῶν ἀνόμων προσπήξαντες 29ἀνείλετε· ὃν ὁ Θεὸς ἀνέστησε, λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ᾽ αὐτοῦ. 30Δαυὶδ γὰρ λέγει εἰς αὐτόν, 31

Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός·

ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ·

διὰ τοῦτο 32εὐφράνθη 33ἡ καρδία μου, καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου·

ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ᾽ ἐλπίδι·

ὅτι οὐκ 34ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς 35ᾍδου,

οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.

Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς·

πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου.

Ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου 36Δαυίδ, ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἐστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης. Προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεός, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ 37τὸ κατὰ σάρκα ἀναστήσειν τὸν Χριστόν, καθίσαι ἐπὶ 38τοῦ θρόνου αὐτοῦ, προϊδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ὅτι 39οὐ 40κατελείφθη ἡ ψυχὴ αὐτοῦ εἰς 41ᾍδου, 42οὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες. Τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθείς, τήν τε ἐπαγγελίαν τοῦ 43Ἁγίου Πνεύματος λαβὼν παρὰ τοῦ πατρός, ἐξέχεε τοῦτο ὃ 44νῦν ὑμεῖς 45βλέπετε καὶ ἀκούετε. Οὐ γὰρ 46Δαυὶδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός,

Εἶπεν 47ὁ Κύριος τῷ Κυρίῳ μου,

Κάθου ἐκ δεξιῶν μου,

ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.

Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραήλ, ὅτι καὶ Κύριον 48καὶ Χριστὸν αὐτὸν ὁ Θεὸς ἐποίησε, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.

Ἀκούσαντες δὲ κατενύγησαν 49τῇ καρδίᾳ, 50εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους, Τί 51ποιήσομεν, ἄνδρες ἀδελφοί; 52Πέτρος δὲ ἔφη πρὸς αὐτούς, Μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν 53ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν 54ἁμαρτιῶν, καὶ 55λήψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος. Ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία, καὶ τοῖς τέκνοις ὑμῶν, καὶ πᾶσι τοῖς εἰς μακράν, ὅσους ἂν προσκαλέσηται Κύριος ὁ Θεὸς ἡμῶν. Ἑτέροις τε λόγοις πλείοσι 56διεμαρτύρετο καὶ 57παρεκάλει λέγων, Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης. Οἱ μὲν οὖν 58ἀσμένως ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν· καὶ προσετέθησαν 59τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι. Ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ, 60καὶ τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς.

Life Among the Believers

61

Ἐγένετο δὲ πάσῃ ψυχῇ φόβος, πολλά 62τε τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων 63ἐγίνετο. Πάντες δὲ οἱ 64πιστεύοντες 65ἦσαν ἐπὶ τὸ αὐτό, καὶ εἶχον ἅπαντα κοινά, καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον, καὶ διεμέριζον αὐτὰ πᾶσι, καθότι ἄν τις χρείαν εἶχε. Καθ᾽ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ, κλῶντές τε κατ᾽ οἶκον ἄρτον, μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας, αἰνοῦντες τὸν Θεόν, καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. Ὁ δὲ Κύριος προσετίθει τοὺς σῳζομένους καθ᾽ ἡμέραν 66τῇ ἐκκλησίᾳ.

Source notes (66)
  1. Footnote συμπληρουσθαι ¦ συνπληρουσθαι TH WH
  2. Footnote απαντες ¦ παντες CT
  3. Footnote ομοθυμαδον 94.1% ¦ ομου CT 2.3%
  4. Footnote εκαθισε τε ¦ και εκαθισεν NA SBL TH WH
  5. Footnote απαντες ¦ παντες CT
  6. Footnote αυτοις αποφθεγγεσθαι ¦ αποφθεγγεσθαι αυτοις CT
  7. Footnote εν ¦ εις NA
  8. Footnote ηκουον ¦ ηκουσεν WH
  9. Footnote δε 𝔐33 ¦ δε παντες 𝔐11 ANT ECM† RP TH TR
  10. Footnote προς αλληλους 94.2% ¦ --- CT 2.7%
  11. Footnote ουκ ¦ ουχ ECM NA SBL TH ¦ ουχι WH
  12. Footnote παντες ¦ απαντες ECM† NA
  13. Footnote ελαμιται ¦ ελαμειται TH WH
  14. Footnote διηπορουν ¦ διηπορουντο WH
  15. Footnote αν θελοι ¦ θελει CT
  16. Footnote χλευαζοντες ¦ διαχλευαζοντες CT PCK
  17. Footnote πετρος ¦ ο πετρος CT
  18. Footnote απεφθεγξατο ¦ επεφθεγξατο PCK
  19. Footnote απαντες ¦ παντες CT
  20. Footnote ενυπνια 𝔐16 ¦ ενυπνιοις 𝔐9 CT
  21. Footnote η ¦ --- NA TH WH
  22. Footnote την ¦ --- NA SBL TH WH
  23. Footnote αν ¦ εαν SBL WH
  24. Footnote ισραηλιται ¦ ισραηλειται TH WH
  25. Footnote απο του θεου αποδεδειγμενον ¦ αποδεδειγμενον απο του θεου ECM† NA SBL TH WH
  26. Footnote και ¦ --- CT
  27. Footnote λαβοντες 95.1% ¦ --- CT 2.7%
  28. Footnote χειρων ¦ χειρος CT
  29. Footnote ανειλετε 𝔐13 ¦ ανειλατε 𝔐12 CT
  30. Footnote δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
  31. Footnote προωρωμην ¦ προορωμην CT
  32. Footnote ευφρανθη ¦ ηυφρανθη CT
  33. Footnote η καρδια μου ¦ μου η καρδια WH
  34. Footnote εγκαταλειψεις ¦ ενκαταλειψεις TH WH
  35. Footnote αδου ¦ αδην CT
  36. Footnote δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
  37. Footnote το κατα σαρκα αναστησειν τον χριστον καθισαι 75.9% ¦ το κατα σαρκα αναστησειν τον χριστον καθισαι τε MSS 5.3% ¦ --- CT 2.4%
  38. Footnote του θρονου ¦ τον θρονον CT
  39. Footnote ου ¦ ουτε CT
  40. Footnote κατελειφθη η ψυχη αυτου 68% ¦ εγκατελειφθη η ψυχη αυτου MSS 21.3% ¦ εγκατελειφθη (εν- TH WH) ECM NA SBL 1.6%
  41. Footnote αδου ¦ αδην ECM NA SBL WH
  42. Footnote ουδε ¦ ουτε CT
  43. Footnote αγιου πνευματος ¦ πνευματος του αγιου CT
  44. Footnote νυν ¦ --- CT
  45. Footnote βλεπετε ¦ και βλεπετε NA WH
  46. Footnote δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
  47. Footnote ο ¦ --- WH
  48. Footnote και χριστον αυτον ο θεος εποιησε ¦ αυτον και χριστον εποιησεν ο θεος ECM† NA SBL WH ¦ αυτον και χριστον ο θεος εποιησε ECM† TH
  49. Footnote τη καρδια ¦ την καρδιαν ECM† NA SBL TH WH
  50. Footnote ειπον ¦ ειπαν WH
  51. Footnote ποιησομεν 𝔐23 ¦ ποιησωμεν 𝔐21 CT HF
  52. Footnote πετρος δε εφη προς αυτους μετανοησατε ¦ ειπε δε πετρος προς αυτους μετανοησατε PCK ¦ πετρος δε προς αυτους μετανοησατε φησι ECM NA TH ¦ πετρος δε προς αυτους μετανοησατε SBL WH
  53. Footnote επι ¦ εν WH
  54. Footnote αμαρτιων 94.8% ¦ των αμαρτιων υμων ECM† NA SBL TH WH 1.8%
  55. Footnote ληψεσθε ¦ λημψεσθε CT
  56. Footnote διεμαρτυρετο ¦ διεμαρτυρατο CT PCK
  57. Footnote παρεκαλει ¦ παρεκαλει αυτους ECM† NA SBL TH WH
  58. Footnote ασμενως ¦ --- CT
  59. Footnote τη ¦ εν τη CT
  60. Footnote και ¦ --- CT
  61. Footnote εγενετο ¦ εγινετο ECM† NA SBL TH WH
  62. Footnote τε ¦ δε WH
  63. Footnote εγινετο 𝔐16 ¦ εγενετο 𝔐7
  64. Footnote πιστευοντες ¦ πιστευσαντες WH
  65. Footnote ησαν επι το αυτο και ¦ επι το αυτο WH
  66. Footnote τη εκκλησια επι το αυτο δε πετρος 86.6% ¦ επι το αυτο πετρος δε CT 2.4%

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.