Η Καινή Διαθήκη
ΚΑΤΑ ΛΟΥΚΑΝ 21
The Widow’s Offering
Ἀναβλέψας δὲ εἶδε τοὺς βάλλοντας 1τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον πλουσίους. εἶδε δέ 2τινα καὶ χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ 3δύο λεπτά, καὶ εἶπεν, Ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα 4ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλεν· 5ἅπαντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα 6τοῦ Θεοῦ, αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς 7ἅπαντα τὸν βίον ὃν εἶχεν ἔβαλε.
Jesus Predicts the Destruction of the Temple
Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασι κεκόσμηται, εἶπε, Ταῦτα ἃ θεωρεῖτε, ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ 8λίθῳ ὃς οὐ καταλυθήσεται.
Signs and Persecutions
Ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες, Διδάσκαλε, πότε οὖν ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα 9γίνεσθαι; ὁ δὲ εἶπε, Βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες 10ὅτι Ἐγώ εἰμι, καί, Ὁ καιρὸς ἤγγικε. μὴ 11οὖν πορευθῆτε ὀπίσω αὐτῶν. ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ᾽ οὐκ εὐθέως τὸ τέλος.
Τότε ἔλεγεν αὐτοῖς, Ἐγερθήσεται ἔθνος 12ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, σεισμοί τε μεγάλοι 13κατὰ τόπους καὶ λιμοὶ καὶ λοιμοὶ ἔσονται, 14φόβητρά τε καὶ 15σημεῖα ἀπ᾽ οὐρανοῦ μεγάλα ἔσται. πρὸ δὲ τούτων 16πάντων ἐπιβαλοῦσιν ἐφ᾽ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς 17συναγωγὰς καὶ φυλακάς, 18ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται 19δὲ ὑμῖν εἰς μαρτύριον. 20θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται 21ἀντειπεῖν οὐδὲ ἀντιστῆναι 22πάντες οἱ ἀντικείμενοι ὑμῖν. παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ 23συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν, καὶ θανατώσουσιν ἐξ ὑμῶν. καὶ ἔσεσθε 24μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου, καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. ἐν τῇ ὑπομονῇ ὑμῶν 25κτήσασθε τὰς ψυχὰς ὑμῶν.
The Destruction of Jerusalem
Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων 26τὴν Ἱερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς. τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν, καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν, ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσι τοῦ 27πλησθῆναι πάντα τὰ γεγραμμένα. οὐαὶ 28δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται 29γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς καὶ ὀργὴ 30ἐν τῷ λαῷ τούτῳ. καὶ πεσοῦνται στόματι 31μαχαίρας καὶ αἰχμαλωτισθήσονται εἰς 32πάντα τὰ ἔθνη, καὶ Ἱερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν 33ἄχρι πληρωθῶσι 34καιροὶ ἐθνῶν.
The Coming of the Son of Man
Καὶ 35ἔσται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ 36ἠχούσης θαλάσσης καὶ σάλου, ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ, αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. ἀρχομένων δὲ τούτων 37γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν.
The Lesson of the Fig Tree
Καὶ εἶπε παραβολὴν αὐτοῖς, Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα. ὅταν 38προβάλωσιν ἤδη, βλέποντες ἀφ᾽ ἑαυτῶν 39γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν· οὕτω καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα 40γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ. ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται. ὁ οὐρανὸς καὶ ἡ γῆ 41παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ 42παρέλθωσι.
Watch Yourselves
Προσέχετε δὲ ἑαυτοῖς μήποτε 43βαρηθῶσιν 44ὑμῶν αἱ καρδίαι ἐν 45κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ 46αἰφνιδίως ἐφ᾽ ὑμᾶς ἐπιστῇ ἡ ἡμέρα ἐκείνη· ὡς παγὶς 47γὰρ ἐπελεύσεται ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς. ἀγρυπνεῖτε 48οὖν ἐν παντὶ καιρῷ δεόμενοι ἵνα 49καταξιωθῆτε ἐκφυγεῖν 50πάντα τὰ μέλλοντα 51γίνεσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
Ἦν δὲ τὰς ἡμέρας ἐν τῷ ἱερῷ διδάσκων, τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν· καὶ πᾶς ὁ λαὸς ὤρθριζε πρὸς αὐτὸν ἐν τῷ 52ἱερῷ ἀκούειν αὐτοῦ.
Source notes (52)
- Footnote τα δωρα αυτων εις το γαζοφυλακιον ¦ εις το γαζοφυλακιον τα δωρα αυτων ᴄᴛ
- Footnote τινα και ¦ και τινα ᴛʀ ¦ τινα ᴀɴᴛ ᴄᴛ
- Footnote δυο λεπτα ¦ λεπτα δυο ᴄᴛ
- Footnote η πτωχη αυτη ¦ αυτη η πτωχη ɴᴀ ᴛʜ ᴡʜ
- Footnote απαντες ¦ παντες ᴄᴛ
- Footnote του θεου ¦ — ᴄᴛ
- Footnote απαντα ¦ παντα ᴄᴛ
- Footnote λιθω 64.9% ¦ λιθον ᴘᴄᴋ 32% ¦ λιθω ωδε ᴡʜ 0.5%
- Footnote γινεσθαι ¦ γεινεσθαι ᴛʜ
- Footnote οτι ¦ — ᴄᴛ
- Footnote ουν ¦ — ᴄᴛ
- Footnote επι ¦ επ ᴄᴛ
- Footnote κατα τοπους και λιμοι και λοιμοι ¦ και κατα τοπους λιμοι και λοιμοι ɴᴀ ꜱʙʟ ¦ και κατα τοπους λειμοι και λοιμοι ᴛʜ ¦ και κατα τοπους λοιμοι και λιμοι ᴡʜ
- Footnote φοβητρα ¦ φοβηθρα ᴛʜ ᴡʜ
- Footnote σημεια απ ουρανου μεγαλα 82% ¦ σημεια μεγαλα απ ουρανου ᴍꜱꜱ 5.4% ¦ απ ουρανου σημεια μεγαλα ɴᴀ ᴡʜ 0.1%
- Footnote παντων ¦ απαντων ᴘᴄᴋ ᴛʀ
- Footnote συναγωγας ¦ τας συναγωγας ᴄᴛ
- Footnote αγομενους ¦ απαγομενους ᴄᴛ
- Footnote δε ¦ — ᴄᴛ
- Footnote θεσθε ουν εις τας καρδιας ¦ θετε ουν εν ταις καρδιαις ᴄᴛ
- Footnote αντειπειν ουδε αντιστηναι ¦ αντειπειν η αντιστηναι ᴘᴄᴋ ¦ αντιστηναι η αντειπειν ᴄᴛ
- Footnote παντες ¦ απαντες ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote συγγενων και φιλων και αδελφων ¦ αδελφων και συγγενων και φιλων ᴄᴛ ᴛʀ
- Footnote μισουμενοι ¦ μεισουμενοι ᴛʜ
- Footnote κτησασθε ¦ κτησεσθε ᴡʜ
- Footnote την ¦ — ᴄᴛ
- Footnote πλησθηναι ¦ πληρωθηναι ᴀɴᴛ ᴘᴄᴋ ᴛʀ
- Footnote δε ¦ — ᴄᴛ
- Footnote γαρ ¦ γαρ τοτε ᴀɴᴛ
- Footnote εν ¦ — ᴀɴᴛ ᴄᴛ
- Footnote μαχαιρας ¦ μαχαιρης ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote παντα τα εθνη ¦ τα εθνη παντα ᴄᴛ
- Footnote αχρι ¦ αχρις ου ᴄᴛ
- Footnote καιροι ¦ και εσονται καιροι ᴡʜ
- Footnote εσται ¦ εσονται ᴄᴛ
- Footnote ηχουσης ¦ ηχους ᴄᴛ
- Footnote γινεσθαι ¦ γεινεσθαι ᴛʜ
- Footnote προβαλωσιν ¦ προβαλλωσιν ᴘᴄᴋ
- Footnote γινωσκετε ¦ γεινωσκετε ᴛʜ
- Footnote γινομενα γινωσκετε ¦ γεινομενα γεινωσκετε ᴛʜ
- Footnote παρελευσονται ¦ παρελευσεται ᴘᴄᴋ
- Footnote παρελθωσι ¦ παρελευσονται ᴄᴛ
- Footnote βαρηθωσιν ¦ βαρυνθωσιν ᴛʀ
- Footnote υμων αι καρδιαι ¦ αι καρδιαι υμων ᴡʜ
- Footnote κραιπαλη ¦ κρεπαλη ᴛʜ ᴡʜ
- Footnote αιφνιδιως εφ υμας επιστη ¦ αιφνιδιος εφ υμας επιστη ᴀɴᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ ¦ επιστη εφ υμας αιφνιδιος ɴᴀ ꜱʙʟ ᴛʜ ¦ επιστη εφ υμας εφνιδιος ᴡʜ
- Footnote γαρ επελευσεται ¦ επεισελευσεται γαρ ᴄᴛ
- Footnote ουν ¦ δε ᴄᴛ
- Footnote καταξιωθητε ¦ κατισχυσητε ᴄᴛ
- Footnote παντα ¦ ταυτα παντα ᴄᴛ ᴛʀ
- Footnote γινεσθαι ¦ γεινεσθαι ᴛʜ
- Footnote ιερω ¦ ορει ᴀɴᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.