Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΛΟΥΚΑΝ 20

The Authority of Jesus Questioned

Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν 1ἐκείνων διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ 2ἱερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις καὶ 3εἶπον πρὸς αὐτὸν λέγοντες, Εἰπὲ ἡμῖν, ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην; ἀποκριθεὶς δὲ εἶπε πρὸς αὐτούς, Ἐρωτήσω ὑμᾶς κἀγὼ 4ἕνα λόγον, καὶ εἴπατέ μοι· τὸ βάπτισμα 5Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι Ἐὰν εἴπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ, Διὰ 6τί οὐκ ἐπιστεύσατε αὐτῷ; ἐὰν δὲ εἴπωμεν, Ἐξ ἀνθρώπων, 7πᾶς ὁ λαὸς καταλιθάσει ἡμᾶς, πεπεισμένος γάρ ἐστιν 8Ἰωάννην προφήτην εἶναι. καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν. καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

The Parable of the Vineyard Owner

Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· 9Ἄνθρωπος ἐφύτευσεν ἀμπελῶνα καὶ 10ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησε χρόνους ἱκανούς. καὶ 11ἐν καιρῷ ἀπέστειλε πρὸς τοὺς γεωργοὺς δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος 12δῶσιν αὐτῷ. οἱ δὲ γεωργοὶ 13δείραντες αὐτὸν ἐξαπέστειλαν κενόν. καὶ προσέθετο 14πέμψαι ἕτερον δοῦλον, οἱ δὲ κἀκεῖνον 15δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν. καὶ προσέθετο 16πέμψαι τρίτον, οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον. εἶπε δὲ ὁ κύριος τοῦ ἀμπελῶνος, Τί ποιήσω; πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον 17ἰδόντες ἐντραπήσονται. ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς 18ἑαυτοὺς λέγοντες, Οὗτός ἐστιν ὁ κληρονόμος· 19δεῦτε ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία. καὶ ἐκβαλόντες 20αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν. τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος; ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. ἀκούσαντες δὲ 21εἶπον, Μὴ γένοιτο. ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπε, Τί οὖν ἐστι τὸ γεγραμμένον τοῦτο,

Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες,

οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας;

πᾶς ὁ πεσὼν ἐπ᾽ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφ᾽ ὃν δ᾽ ἂν πέσῃ, λικμήσει αὐτόν. καὶ ἐζήτησαν οἱ 22ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐπιβαλεῖν ἐπ᾽ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν 23τὸν λαόν· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς 24τὴν παραβολὴν ταύτην εἶπε.

The Question About Paying Taxes to Caesar

Καὶ παρατηρήσαντες ἀπέστειλαν 25ἐγκαθέτους ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου 26εἰς τὸ παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος. καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες, Διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλ᾽ ἐπ᾽ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις. ἔξεστιν 27ἡμῖν Καίσαρι φόρον δοῦναι ἢ οὔ; κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπε πρὸς αὐτούς, 28Τί με πειράζετε; 29ἐπιδείξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; 30ἀποκριθέντες δὲ 31εἶπον, Καίσαρος. ὁ δὲ εἶπεν 32αὐτοῖς, 33Ἀπόδοτε τοίνυν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι 34αὐτοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ, καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν.

The Sadducees Ask About the Resurrection

Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων (οἱ 35ἀντιλέγοντες 36ἀνάστασιν μὴ εἶναι) ἐπηρώτησαν αὐτὸν λέγοντες, Διδάσκαλε, 37Μωϋσῆς ἔγραψεν ἡμῖν, Ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος 38ἀποθάνῃ, ἵνα 39λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος. καὶ 40ἔλαβεν ὁ δεύτερος τὴν γυναῖκα, καὶ οὗτος ἀπέθανεν ἄτεκνος. καὶ ὁ τρίτος ἔλαβεν αὐτὴν 41ὡσαύτως. ὡσαύτως δὲ καὶ οἱ ἑπτά· 42οὐ κατέλιπον τέκνα καὶ ἀπέθανον. ὕστερον 43δὲ πάντων ἀπέθανε καὶ ἡ γυνή. 44ἐν τῇ οὖν ἀναστάσει τίνος αὐτῶν 45γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.

Καὶ 46ἀποκριθεὶς εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσι καὶ 47ἐκγαμίσκονται, οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε 48ἐκγαμίζονται· 49οὔτε γὰρ ἀποθανεῖν ἔτι δύνανται, ἰσάγγελοι γάρ εἰσι καὶ υἱοί εἰσι 50τοῦ Θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες. ὅτι δὲ ἐγείρονται οἱ νεκροί, καὶ 51Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει, Κύριον τὸν Θεὸν Ἀβραὰμ καὶ 52τὸν Θεὸν Ἰσαὰκ καὶ 53τὸν Θεὸν Ἰακώβ. Θεὸς δὲ οὐκ ἔστι νεκρῶν ἀλλὰ ζώντων, πάντες γὰρ αὐτῷ ζῶσιν. ἀποκριθέντες δέ τινες τῶν γραμματέων 54εἶπον, Διδάσκαλε, καλῶς εἶπας. οὐκέτι 55δὲ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν.

Whose Son Is the Christ?

Εἶπε δὲ πρὸς αὐτούς, Πῶς λέγουσι τὸν Χριστὸν 56υἱὸν Δαυὶδ εἶναι; 57καὶ αὐτὸς 58Δαυὶδ λέγει ἐν βίβλῳ 59ψαλμῶν,

Εἶπεν 60ὁ Κύριος τῷ Κυρίῳ μου,

Κάθου ἐκ δεξιῶν μου

ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. 61

Δαυὶδ οὖν 62Κύριον αὐτὸν καλεῖ, καὶ πῶς 63υἱὸς αὐτοῦ ἐστιν;

Beware of the Scribes

Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ εἶπε τοῖς μαθηταῖς 64αὐτοῦ, Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις, οἳ κατεσθίουσι τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται· οὗτοι 65λήψονται περισσότερον κρίμα.

Source notes (65)
  1. Footnote εκεινων ¦ — ᴄᴛ
  2. Footnote ιερεις ¦ αρχιερεις ᴄᴛ ᴛʀ
  3. Footnote ειπον προς αυτον λεγοντες ειπε ¦ ειπαν λεγοντες προς αυτον ειπον ᴄᴛ
  4. Footnote ενα ¦ — ᴄᴛ
  5. Footnote ιωαννου ¦ ιωανου ᴡʜ
  6. Footnote τι ¦ τι ουν ᴀɴᴛ ᴛʀ
  7. Footnote πας ο λαος ¦ ο λαος απας ᴄᴛ
  8. Footnote ιωαννην ¦ ιωανην ᴡʜ
  9. Footnote ανθρωπος ¦ ανθρωπος τις ᴀɴᴛ ɴᴀ ᴛʀ
  10. Footnote εξεδοτο ¦ εξεδετο ᴄᴛ
  11. Footnote εν καιρω ¦ εν τω καιρω ᴀɴᴛ ¦ καιρω ᴄᴛ
  12. Footnote δωσιν ¦ δωσουσιν ᴀɴᴛ ᴄᴛ
  13. Footnote δειραντες αυτον εξαπεστειλαν ¦ δηραντες αυτον εξαπεστειλαν ᴘᴄᴋ ¦ εξαπεστειλαν αυτον δειραντες ᴄᴛ
  14. Footnote πεμψαι ετερον ¦ αυτοις πεμψαι ετερον ᴀɴᴛ ¦ ετερον πεμψαι ᴄᴛ
  15. Footnote δειραντες ¦ δηραντες ᴘᴄᴋ
  16. Footnote πεμψαι τριτον ¦ τριτον πεμψαι ᴄᴛ
  17. Footnote ιδοντες ¦ — ᴄᴛ
  18. Footnote εαυτους ¦ αλληλους ᴄᴛ
  19. Footnote δευτε ¦ — ᴄᴛ
  20. Footnote αυτον ¦ — ᴘᴄᴋ
  21. Footnote ειπον ¦ ειπαν ᴄᴛ
  22. Footnote αρχιερεις και οι γραμματεις ¦ γραμματεις και οι αρχιερεις ᴄᴛ
  23. Footnote τον λαον ¦ — ʜꜰ ᴘᴄᴋ ʀᴘ
  24. Footnote την παραβολην ταυτην ειπε ¦ τας παραβολας ελεγε ᴀɴᴛ ¦ ειπε την παραβολην ταυτην ᴄᴛ
  25. Footnote εγκαθετους ¦ ενκαθετους ᴡʜ
  26. Footnote εις το ¦ ωστε ᴄᴛ
  27. Footnote ημιν ¦ ημας ᴄᴛ
  28. Footnote τι με πειραζετε ¦ — ᴄᴛ
  29. Footnote επιδειξατε ¦ δειξατε ᴀɴᴛ ᴄᴛ
  30. Footnote αποκριθεντες ¦ οι ɴᴀ ᴛʜ ᴡʜ
  31. Footnote ειπον ¦ ειπαν ᴄᴛ
  32. Footnote αυτοις ¦ προς αυτους ᴄᴛ
  33. Footnote αποδοτε τοινυν ¦ τοινυν αποδοτε ᴄᴛ
  34. Footnote αυτου ¦ του ꜱʙʟ ᴛʜ ᴡʜ
  35. Footnote αντιλεγοντες 94.1% ¦ λεγοντες ᴀɴᴛ ᴛʜ ᴡʜ 5.2%
  36. Footnote αναστασιν μη ειναι ¦ μη ειναι αναστασιν ᴀɴᴛ
  37. Footnote μωυσης ¦ μωσης ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
  38. Footnote αποθανη ¦ η ᴄᴛ
  39. Footnote λαβη ο αδελφος αυτου ¦ ο αδελφος αυτου λαβη ᴘᴄᴋ
  40. Footnote ελαβεν ο δευτερος την γυναικα και ουτος απεθανεν ατεκνος ¦ ο δευτερος ᴄᴛ
  41. Footnote ωσαυτως ¦ — ᴄᴛ ʜꜰ ᴘᴄᴋ ᴛʀ
  42. Footnote ου ¦ και ου ᴇʟᴢ ꜱᴄʀ
  43. Footnote δε παντων απεθανε και η γυνη ¦ παντων απεθανε και η γυνη ꜱᴄʀ ¦ δε παντων και η γυνη απεθανεν ᴀɴᴛ ¦ και η γυνη απεθανεν ᴄᴛ
  44. Footnote εν τη ουν αναστασει ¦ εν τη αναστασει ουν ᴀɴᴛ ¦ η γυνη ουν εν τη αναστασει ᴄᴛ
  45. Footnote γινεται ¦ γεινεται ᴛʜ
  46. Footnote αποκριθεις ¦ — ᴄᴛ
  47. Footnote εκγαμισκονται ¦ εκγαμιζονται ᴀɴᴛ ¦ γαμισκονται ᴄᴛ
  48. Footnote εκγαμιζονται ¦ εκγαμισκονται ᴛʀ ¦ γαμιζονται ᴀɴᴛ ᴄᴛ
  49. Footnote ουτε ¦ ουδε ᴄᴛ
  50. Footnote του ¦ — ᴄᴛ
  51. Footnote μωυσης ¦ μωσης ʜꜰ ʀᴘ ᴛʀ
  52. Footnote τον ¦ — ᴄᴛ
  53. Footnote τον ¦ — ᴄᴛ
  54. Footnote ειπον ¦ ειπαν ᴄᴛ
  55. Footnote δε ¦ γαρ ᴄᴛ
  56. Footnote υιον δαυιδ ειναι ¦ υιον δαβιδ ειναι ʜꜰ ᴛʀ ¦ ειναι δαυιδ υιον ɴᴀ ꜱʙʟ ¦ ειναι δαυειδ υιον ᴛʜ ᴡʜ
  57. Footnote και αυτος ¦ αυτος γαρ ᴄᴛ
  58. Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
  59. Footnote ψαλμων ¦ των ψαλμων ᴀɴᴛ
  60. Footnote ο ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ
  61. Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
  62. Footnote κυριον αυτον ¦ αυτον κυριον ᴀɴᴛ ꜱʙʟ ᴡʜ
  63. Footnote υιος αυτου ¦ αυτου υιος ɴᴀ ꜱʙʟ ᴡʜ
  64. Footnote αυτου ¦ — ꜱʙʟ ᴡʜ
  65. Footnote ληψονται ¦ λημψονται ᴄᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.