Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΛΟΥΚΑΝ 19

Jesus Visits Zacchaeus

Καὶ εἰσελθὼν διήρχετο τὴν 1Ἱεριχώ. καὶ ἰδού, ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης καὶ 2οὗτος ἦν πλούσιος. καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστι, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. καὶ προδραμὼν 3ἔμπροσθεν ἀνέβη ἐπὶ 4συκομωραίαν ἵνα ἴδῃ αὐτόν, ὅτι 5ἐκείνης 6ἔμελλε διέρχεσθαι. καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ Ἰησοῦς 7εἶδεν αὐτὸν καὶ εἶπε πρὸς αὐτόν, Ζακχαῖε, σπεύσας κατάβηθι, σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. καὶ σπεύσας κατέβη καὶ ὑπεδέξατο αὐτὸν χαίρων. καὶ ἰδόντες 8πάντες διεγόγγυζον λέγοντες ὅτι Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθε καταλῦσαι. σταθεὶς δὲ Ζακχαῖος εἶπε πρὸς τὸν Κύριον, Ἰδού, τὰ 9ἡμίση τῶν ὑπαρχόντων μου, Κύριε, 10δίδωμι τοῖς πτωχοῖς, καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν. ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.

The Parable of the Ten Minas

Ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπε παραβολὴν διὰ τὸ ἐγγὺς 11αὐτὸν εἶναι Ἱερουσαλὴμ καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ Θεοῦ ἀναφαίνεσθαι. εἶπεν οὖν, Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι. καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπε πρὸς αὐτούς, 12Πραγματεύσασθε 13ἕως ἔρχομαι. οἱ δὲ 14πολῖται αὐτοῦ 15ἐμίσουν αὐτὸν καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες, Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ᾽ ἡμᾶς. καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν 16καὶ εἶπε φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς 17ἔδωκε τὸ ἀργύριον, ἵνα 18γνῷ 19τίς τί διεπραγματεύσατο. παρεγένετο δὲ ὁ πρῶτος λέγων, Κύριε, ἡ μνᾶ σου 20προσειργάσατο δέκα μνᾶς. καὶ εἶπεν αὐτῷ, 21Εὖ, ἀγαθὲ δοῦλε, ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων. καὶ ἦλθεν ὁ δεύτερος λέγων, 22Κύριε, ἡ μνᾶ σου ἐποίησε πέντε μνᾶς. εἶπε δὲ καὶ τούτῳ, Καὶ σὺ 23γίνου ἐπάνω πέντε πόλεων. καὶ 24ἕτερος ἦλθε λέγων, Κύριε, ἰδού, ἡ μνᾶ σου, ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ· ἐφοβούμην γάρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ· αἴρεις ὃ οὐκ ἔθηκας καὶ θερίζεις ὃ οὐκ 25ἔσπειρας. λέγει 26δὲ αὐτῷ, Ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε. ᾔδεις ὅτι 27ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων ὃ οὐκ ἔθηκα καὶ θερίζων ὃ οὐκ 28ἔσπειρα; καὶ διὰ τί οὐκ ἔδωκας 29τὸ ἀργύριόν μου ἐπὶ 30τράπεζαν, 31καὶ ἐγὼ ἐλθὼν σὺν τόκῳ ἂν 32ἔπραξα αὐτό; καὶ τοῖς παρεστῶσιν εἶπεν, Ἄρατε ἀπ᾽ αὐτοῦ τὴν μνᾶν, καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι— καὶ 33εἶπον αὐτῷ, Κύριε, ἔχει δέκα μνᾶς— λέγω 34γὰρ ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται 35ἀπ᾽ αὐτοῦ. πλὴν τοὺς ἐχθρούς μου 36ἐκείνους τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ᾽ αὐτοὺς ἀγάγετε ὧδε καὶ 37κατασφάξατε ἔμπροσθέν μου.

The Triumphal Entry

Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα. καὶ ἐγένετο ὡς ἤγγισεν εἰς 38Βηθσφαγὴ καὶ 39Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλε δύο τῶν μαθητῶν 40αὐτοῦ 41εἰπών, Ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ᾽ ὃν οὐδεὶς πώποτε ἀνθρώπων 42ἐκάθισε· λύσαντες αὐτὸν ἀγάγετε. καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ, Διὰ τί λύετε; οὕτως ἐρεῖτε 43αὐτῷ ὅτι Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει. ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν 44αὐτοῖς. λυόντων δὲ αὐτῶν τὸν πῶλον 45εἶπον οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς, Τί λύετε τὸν πῶλον; οἱ δὲ 46εἶπον, Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει. καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν, καὶ 47ἐπιρρίψαντες 48ἑαυτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν. πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια 49αὐτῶν ἐν τῇ ὁδῷ. ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν Ἐλαιῶν 50ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν Θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων λέγοντες,

Εὐλογημένος ὁ ἐρχόμενος 51

βασιλεὺς ἐν ὀνόματι Κυρίου· 52

εἰρήνη ἐν οὐρανῷ

καὶ δόξα ἐν ὑψίστοις.

καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου 53εἶπον πρὸς αὐτόν, Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου. καὶ ἀποκριθεὶς εἶπεν 54αὐτοῖς, Λέγω ὑμῖν 55ὅτι ἐὰν οὗτοι 56σιωπήσωσιν, οἱ λίθοι 57κεκράξονται.

Jesus Weeps over Jerusalem

Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ᾽ 58αὐτῇ λέγων ὅτι Εἰ ἔγνως 59καὶ σὺ καί γε ἐν τῇ ἡμέρᾳ σου ταύτῃ τὰ πρὸς εἰρήνην 60σου· νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου. ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ 61περιβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσί σε καὶ συνέξουσί σε πάντοθεν, καὶ ἐδαφιοῦσί σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσιν 62ἐν σοὶ λίθον ἐπὶ λίθῳ, ἀνθ᾽ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.

Jesus Cleanses the Temple Courts

Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας 63ἐν αὐτῷ καὶ ἀγοράζοντας λέγων αὐτοῖς, 64Γέγραπται, 65Ὁ οἶκός μου οἶκος προσευχῆς ἐστιν, ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.

Καὶ ἦν διδάσκων τὸ καθ᾽ ἡμέραν ἐν τῷ ἱερῷ. οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι, καὶ οἱ πρῶτοι τοῦ λαοῦ· καὶ οὐχ 66εὕρισκον τὸ τί 67ποιήσωσιν, ὁ λαὸς γὰρ ἅπας 68ἐξεκρέματο αὐτοῦ ἀκούων.

Source notes (68)
  1. Footnote ιεριχω ¦ ιερειχω ᴛʜ ᴡʜ
  2. Footnote ουτος ην ¦ αυτος ᴄᴛ
  3. Footnote εμπροσθεν ¦ εις το εμπροσθεν ᴄᴛ
  4. Footnote συκομωραιαν ¦ συκομοραιαν ᴘᴄᴋ ¦ συκομορεαν ᴀɴᴛ ᴄᴛ ᴇʟᴢ
  5. Footnote εκεινης ¦ δι εκεινης ᴛʀ
  6. Footnote εμελλε ¦ ημελλε ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ
  7. Footnote ειδεν αυτον και ¦ — ᴄᴛ
  8. Footnote παντες ¦ απαντες ᴛʀ
  9. Footnote ημιση των υπαρχοντων μου ¦ ημισια μου των υπαρχοντων ᴄᴛ
  10. Footnote διδωμι τοις πτωχοις ¦ τοις πτωχοις διδωμι ᴄᴛ
  11. Footnote αυτον ειναι ιερουσαλημ ¦ ειναι ιερουσαλημ αυτον ᴄᴛ
  12. Footnote πραγματευσασθε ¦ πραγματευσασθαι ᴡʜ
  13. Footnote εως ¦ εν ω ᴀɴᴛ ᴄᴛ
  14. Footnote πολιται ¦ πολειται ᴛʜ
  15. Footnote εμισουν ¦ εμεισουν ᴛʜ
  16. Footnote και ¦ — ᴘᴄᴋ
  17. Footnote εδωκε ¦ δεδωκει ᴄᴛ
  18. Footnote γνω ¦ επιγνω ᴀɴᴛ ¦ γνοι ᴄᴛ
  19. Footnote τις τι διεπραγματευσατο 92.2% ¦ τις τι επραγματευσατο ᴍꜱꜱ 5.1% ¦ τι διεπραγματευσαντο ᴄᴛ 0.4%
  20. Footnote προσειργασατο δεκα ¦ δεκα προσηργασατο ᴄᴛ
  21. Footnote ευ ¦ ευγε ᴄᴛ
  22. Footnote κυριε η μνα σου ¦ η μνα σου κυριε ᴄᴛ
  23. Footnote γινου επανω ¦ επανω γινου ɴᴀ ꜱʙʟ ᴡʜ ¦ επανω γεινου ᴛʜ
  24. Footnote ετερος ¦ ο ετερος ᴄᴛ
  25. Footnote εσπειρας ¦ εσπειρας και συναγεις οθεν ου διεσκορπισας ᴀɴᴛ
  26. Footnote δε ¦ — ᴀɴᴛ ᴄᴛ
  27. Footnote εγω ανθρωπος αυστηρος ειμι ¦ ανθρωπος αυστηρος ειμι εγω ᴀɴᴛ
  28. Footnote εσπειρα ¦ εσπειρα και συναγων οθεν ου διεσκορπισα ᴀɴᴛ
  29. Footnote το αργυριον μου ¦ μου το αργυριον ᴄᴛ
  30. Footnote τραπεζαν ¦ την τραπεζαν ᴀɴᴛ ᴘᴄᴋ ᴛʀ
  31. Footnote και εγω ¦ καγω ᴄᴛ
  32. Footnote επραξα αυτο ¦ αυτο επραξα ᴄᴛ
  33. Footnote ειπον ¦ ειπαν ᴄᴛ
  34. Footnote γαρ ¦ — ᴄᴛ
  35. Footnote απ αυτου ¦ — ᴄᴛ
  36. Footnote εκεινους ¦ τουτους ᴄᴛ
  37. Footnote κατασφαξατε ¦ κατασφαξατε αυτους ᴀɴᴛ ᴄᴛ
  38. Footnote βηθσφαγη ¦ βηθφαγη ᴄᴛ ᴛʀ
  39. Footnote βηθανιαν ¦ βηθανια ᴛʜ ᴡʜ
  40. Footnote αυτου ¦ — ᴄᴛ
  41. Footnote ειπων ¦ λεγων ᴄᴛ
  42. Footnote εκαθισε ¦ εκαθισε και ᴄᴛ
  43. Footnote αυτω ¦ — ᴄᴛ
  44. Footnote αυτοις ¦ αυτοις εστωτα τον πωλον ᴀɴᴛ
  45. Footnote ειπον ¦ ειπαν ᴄᴛ
  46. Footnote ειπον ¦ ειπον οτι ᴀɴᴛ ¦ ειπαν οτι ᴄᴛ
  47. Footnote επιρριψαντες ¦ επιριψαντες ᴄᴛ
  48. Footnote ἑαυτῶν ¦ αὐτῶν ᴄᴛ
  49. Footnote αυτων ¦ εαυτων ꜱʙʟ ᴡʜ
  50. Footnote ηρξαντο ¦ ηρξατο ᴀɴᴛ
  51. Footnote βασιλευς ¦ ο βασιλευς ɴᴀ ᴡʜ
  52. Footnote ειρηνη εν ουρανω ¦ εν ουρανω ειρηνη ᴄᴛ
  53. Footnote ειπον ¦ ειπαν ᴄᴛ
  54. Footnote αυτοις ¦ — ᴄᴛ
  55. Footnote οτι ¦ — ɴᴀ ᴡʜ
  56. Footnote σιωπησωσιν ¦ σιωπησουσιν ᴄᴛ
  57. Footnote κεκραξονται ¦ κραξουσι ᴄᴛ
  58. Footnote αυτη ¦ αυτην ᴄᴛ
  59. Footnote και συ και γε εν τη ημερα σου ταυτη 85.4% ¦ και συ και γε εν τη ημερα ταυτη ᴍꜱꜱ 9.3% ¦ εν τη ημερα ταυτη και συ ᴄᴛ 1%
  60. Footnote σου ¦ — ᴄᴛ
  61. Footnote περιβαλουσιν ¦ παρεμβαλουσιν ɴᴀ ꜱʙʟ ᴡʜ
  62. Footnote εν σοι λιθον επι λιθω ¦ λιθον επι λιθον εν σοι ᴄᴛ
  63. Footnote εν αυτω και αγοραζοντας ¦ — ᴄᴛ
  64. Footnote γεγραπται ¦ γεγραπται οτι ᴀɴᴛ
  65. Footnote ο οικος μου οικος προσευχης εστιν ¦ και εσται ο οικος μου οικος προσευχης ᴄᴛ
  66. Footnote ευρισκον ¦ ηυρισκον ᴡʜ
  67. Footnote ποιησωσιν ¦ ποιησουσιν ᴀɴᴛ ᴘᴄᴋ
  68. Footnote εξεκρεματο ¦ εξεκρεμετο ᴡʜ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.