Η Καινή Διαθήκη
ΚΑΤΑ ΛΟΥΚΑΝ 18
The Parable of the Widow and the Unrighteous Judge
Ἔλεγε δὲ 1καὶ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι 2αὐτοὺς καὶ μὴ 3ἐκκακεῖν, λέγων, Κριτής τις ἦν ἔν τινι πόλει τὸν Θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. χήρα 4δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα, Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου. καὶ οὐκ 5ἠθέλησεν ἐπὶ χρόνον· μετὰ 6δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ, Εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι 7καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι, διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη 8ὑποπιάζῃ με. εἶπε δὲ ὁ Κύριος, Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει. ὁ δὲ Θεὸς οὐ μὴ 9ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων 10πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός, καὶ 11μακροθυμῶν ἐπ᾽ αὐτοῖς; λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;
The Parable of the Pharisee and the Tax Collector
Εἶπε 12δὲ πρός τινας τοὺς πεποιθότας ἐφ᾽ ἑαυτοῖς ὅτι εἰσὶ δίκαιοι καὶ 13ἐξουθενοῦντας τοὺς λοιποὺς τὴν παραβολὴν ταύτην· Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι· 14ὁ εἷς Φαρισαῖος, καὶ ὁ ἕτερος τελώνης. ὁ Φαρισαῖος σταθεὶς 15πρὸς ἑαυτὸν ταῦτα προσηύχετο, Ὁ Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης. νηστεύω δὶς τοῦ σαββάτου, 16ἀποδεκατῶ πάντα ὅσα κτῶμαι. 17καὶ ὁ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς 18εἰς τὸν οὐρανὸν ἐπᾶραι, ἀλλ᾽ ἔτυπτεν 19εἰς τὸ στῆθος 20αὐτοῦ λέγων, Ὁ Θεός, 21ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ 22ἢ γὰρ ἐκεῖνος· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
Let the Little Children Come to Me
Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται· 23ἰδόντες δὲ οἱ μαθηταὶ 24ἐπετίμησαν αὐτοῖς. ὁ δὲ Ἰησοῦς 25προσκαλεσάμενος αὐτὰ εἶπεν, Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. ἀμὴν λέγω ὑμῖν, ὃς 26ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.
The Rich Young Ruler
Καὶ ἐπηρώτησέ τις αὐτὸν ἄρχων λέγων, Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς, Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς, ὁ Θεός. τὰς ἐντολὰς οἶδας· Μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα 27σου. ὁ δὲ εἶπε, Ταῦτα πάντα 28ἐφυλαξάμην ἐκ νεότητός 29μου. ἀκούσας δὲ 30ταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ, Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν 31οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. ὁ δὲ ἀκούσας ταῦτα περίλυπος 32ἐγένετο, ἦν γὰρ πλούσιος σφόδρα. ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς 33περίλυπον γενόμενον εἶπε, Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες 34εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ 35τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. 36εἶπον δὲ οἱ ἀκούσαντες, Καὶ τίς δύναται σωθῆναι; ὁ δὲ εἶπε, Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατά 37ἐστι παρὰ τῷ Θεῷ. εἶπε δὲ 38Πέτρος, Ἰδού, ἡμεῖς 39ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι. ὁ δὲ εἶπεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ 40γονεῖς ἢ ἀδελφοὺς ἢ γυναῖκα ἢ τέκνα 41ἕνεκεν τῆς βασιλείας τοῦ Θεοῦ, ὃς 42οὐ μὴ 43ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.
Jesus Predicts His Death and Resurrection a Third Time
Παραλαβὼν δὲ τοὺς δώδεκα εἶπε πρὸς αὐτούς, Ἰδού, ἀναβαίνομεν εἰς 44Ἱεροσόλυμα, καὶ 45τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου. παραδοθήσεται γὰρ τοῖς ἔθνεσι καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται, καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται. καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ᾽ αὐτῶν, καὶ οὐκ 46ἐγίνωσκον τὰ λεγόμενα.
Jesus Heals a Blind Man
Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς 47Ἱεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν 48προσαιτῶν. ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη 49τοῦτο. ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται. καὶ ἐβόησε λέγων, Ἰησοῦ, υἱὲ 50Δαυίδ, ἐλέησόν με. καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα 51σιωπήσῃ, αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν, Υἱὲ 52Δαυίδ, ἐλέησόν με. σταθεὶς δὲ 53ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτὸν 54λέγων, Τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπε, Κύριε, ἵνα ἀναβλέψω. καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ, Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέ σε. καὶ παραχρῆμα ἀνέβλεψε καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν Θεόν. καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ.
Source notes (54)
- Footnote και ¦ — ᴄᴛ
- Footnote αυτους ¦ — ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
- Footnote εκκακειν ¦ εγκακειν ɴᴀ ꜱʙʟ ¦ ενκακειν ᴛʜ ᴡʜ
- Footnote δε ¦ δε τις ᴇʟᴢ
- Footnote ηθελησεν ¦ ηθελεν ᴄᴛ ᴘᴄᴋ
- Footnote δε ταυτα ¦ ταυτα δε ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote και ανθρωπον ουκ ¦ ουδε ανθρωπον ᴄᴛ
- Footnote υποπιαζη ¦ υπωπιαζη ᴄᴛ ᴘᴄᴋ ᴛʀ
- Footnote ποιηση ¦ ποιησει ᴛʀ
- Footnote προς αυτον ¦ αυτω ᴄᴛ
- Footnote μακροθυμων ¦ μακροθυμει ᴄᴛ
- Footnote δε ¦ δε και ᴀɴᴛ ᴄᴛ ᴛʀ
- Footnote εξουθενουντας ¦ εξουθενουντες ᴛʜ
- Footnote ο ¦ — ᴡʜ
- Footnote προς εαυτον ταυτα 95.8% ¦ ταυτα προς εαυτον ᴛʜ ᴡʜ 2.1%
- Footnote αποδεκατω ¦ αποδεκατευω ᴡʜ
- Footnote και ο ¦ ο δε ᴄᴛ
- Footnote εις τον ουρανον επαραι ¦ επαραι εις τον ουρανον ᴄᴛ
- Footnote εις ¦ — ᴄᴛ
- Footnote αυτου ¦ εαυτου ᴡʜ
- Footnote ιλασθητι ¦ ειλασθητι ᴛʜ
- Footnote η γαρ εκεινος ¦ η εκεινος ᴛʀ ¦ παρ εκεινον ᴄᴛ
- Footnote ιδοντες δε ¦ και ιδοντες ᴀɴᴛ
- Footnote επετιμησαν ¦ επετιμων ᴄᴛ
- Footnote προσκαλεσαμενος αυτα ειπεν ¦ προσεκαλεσατο αυτα λεγων ᴄᴛ
- Footnote εαν ¦ αν ᴄᴛ
- Footnote σου ¦ — ᴄᴛ
- Footnote εφυλαξαμην ¦ εφυλαξα ᴄᴛ
- Footnote μου ¦ — ɴᴀ ᴡʜ
- Footnote ταυτα ¦ — ᴄᴛ
- Footnote ουρανω ¦ τοις ουρανοις ɴᴀ ᴡʜ ¦ ουρανοις ꜱʙʟ ᴛʜ
- Footnote εγενετο ¦ εγενηθη ᴄᴛ
- Footnote περιλυπον γενομενον 95.6% ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ 0.8%
- Footnote εισελευσονται εις την βασιλειαν του θεου ¦ εις την βασιλειαν του θεου εισπορευονται ᴄᴛ
- Footnote τρυμαλιας ραφιδος ¦ τρηματος βελονης ᴄᴛ
- Footnote ειπον ¦ ειπαν ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote εστι παρα τω θεω ¦ παρα τω θεω εστιν ᴀɴᴛ ᴄᴛ
- Footnote πετρος ¦ ο πετρος ᴀɴᴛ ᴄᴛ ᴛʀ
- Footnote αφηκαμεν παντα και ¦ αφεντες τα ιδια ᴄᴛ
- Footnote γονεις η αδελφους η γυναικα ¦ γυναικα η αδελφους η γονεις ᴄᴛ
- Footnote ενεκεν ¦ εινεκεν ᴡʜ
- Footnote ου ¦ ουχι ᴄᴛ
- Footnote απολαβη ¦ λαβη ᴡʜ
- Footnote ιεροσολυμα ¦ ιερουσαλημ ᴄᴛ
- Footnote τελεσθησεται ¦ τελειωθησεται ᴀɴᴛ
- Footnote εγινωσκον ¦ εγεινωσκον ᴛʜ
- Footnote ιεριχω ¦ ιερειχω ᴛʜ ᴡʜ
- Footnote προσαιτων ¦ επαιτων ᴄᴛ
- Footnote τουτο ¦ ταυτα ᴀɴᴛ
- Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
- Footnote σιωπηση ¦ σιγηση ᴄᴛ
- Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
- Footnote ο ¦ — ᴡʜ
- Footnote λεγων ¦ — ᴄᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.