Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΛΟΥΚΑΝ 17

Temptations to Sin

1

Εἶπε 2δὲ πρὸς τοὺς 3μαθητάς, Ἀνένδεκτόν ἐστι 4τοῦ 5μὴ ἐλθεῖν τὰ σκάνδαλα, 6οὐαὶ δὲ δι᾽ οὗ ἔρχεται. λυσιτελεῖ αὐτῷ εἰ 7μύλος ὀνικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασσαν ἢ ἵνα σκανδαλίσῃ 8ἕνα τῶν μικρῶν τούτων. προσέχετε ἑαυτοῖς. ἐὰν 9δὲ ἁμάρτῃ 10εἰς σὲ ὁ ἀδελφός σου, ἐπιτίμησον αὐτῷ· καὶ ἐὰν μετανοήσῃ, ἄφες αὐτῷ. καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας 11ἁμάρτῃ εἰς σὲ καὶ ἑπτάκις 12τῆς ἡμέρας 13ἐπιστρέψῃ λέγων, Μετανοῶ, ἀφήσεις αὐτῷ.

Increase Our Faith

Καὶ 14εἶπον οἱ ἀπόστολοι τῷ Κυρίῳ, Πρόσθες ἡμῖν πίστιν. εἶπε δὲ ὁ Κύριος, Εἰ 15εἴχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ 16ταύτῃ, Ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ· καὶ ὑπήκουσεν ἂν ὑμῖν.

We Are Unworthy Servants

Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ 17ἐρεῖ, Εὐθέως παρελθὼν 18ἀνάπεσε, ἀλλ᾽ οὐχὶ ἐρεῖ αὐτῷ, Ἑτοίμασον τί δειπνήσω καὶ περιζωσάμενος διακόνει μοι ἕως φάγω καὶ πίω, καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ; μὴ 19χάριν ἔχει τῷ δούλῳ 20ἐκείνῳ ὅτι ἐποίησε τὰ διαταχθέντα; 21οὐ δοκῶ. οὕτω καὶ ὑμεῖς, ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε ὅτι Δοῦλοι ἀχρεῖοί ἐσμεν, 22ὅτι ὃ 23ὠφείλομεν ποιῆσαι πεποιήκαμεν.

Jesus Cleanses Ten Lepers

Καὶ ἐγένετο ἐν τῷ πορεύεσθαι 24αὐτὸν εἰς Ἱερουσαλὴμ καὶ αὐτὸς διήρχετο διὰ 25μέσου 26Σαμαρείας καὶ Γαλιλαίας. καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην ἀπήντησαν 27αὐτῷ δέκα λεπροὶ ἄνδρες, οἳ 28ἔστησαν πόρρωθεν, καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες, Ἰησοῦ, ἐπιστάτα, ἐλέησον ἡμᾶς. καὶ ἰδὼν εἶπεν αὐτοῖς, Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι. καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν. εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψε μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν, καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ. (καὶ αὐτὸς ἦν 29Σαμαρείτης.) ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, 30Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ; οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος; καὶ εἶπεν αὐτῷ, Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέ σε.

The Coming of the Kingdom

Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ, ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν, Οὐκ ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ μετὰ παρατηρήσεως, οὐδὲ ἐροῦσιν, Ἰδοὺ ὧδε, ἤ, 31Ἰδοὺ ἐκεῖ· ἰδοὺ γάρ, ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν.

Εἶπε δὲ πρὸς τοὺς μαθητάς, Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν καὶ οὐκ ὄψεσθε. καὶ ἐροῦσιν ὑμῖν, Ἰδοὺ 32ὧδε, ἤ, Ἰδοὺ ἐκεῖ· μὴ ἀπέλθητε μηδὲ διώξητε. ὥσπερ γὰρ ἡ ἀστραπὴ 33ἡ ἀστράπτουσα ἐκ τῆς 34ὑπ᾽ οὐρανὸν εἰς τὴν ὑπ᾽ οὐρανὸν λάμπει, οὕτως ἔσται 35ὁ υἱὸς τοῦ ἀνθρώπου 36ἐν τῇ ἡμέρᾳ αὐτοῦ. πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης. καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις 37Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις 38τοῦ υἱοῦ τοῦ ἀνθρώπου· ἤσθιον, ἔπινον, ἐγάμουν, 39ἐξεγαμίζοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθε Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν 40ἅπαντας. ὁμοίως 41καὶ ὡς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν· ᾗ δὲ ἡμέρᾳ ἐξῆλθε Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξε πῦρ καὶ θεῖον ἀπ᾽ οὐρανοῦ καὶ ἀπώλεσεν 42ἅπαντας. κατὰ 43ταῦτα ἔσται ᾗ ἡμέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ μὴ καταβάτω ἆραι αὐτά, καὶ ὁ ἐν 44τῷ ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω. μνημονεύετε τῆς γυναικὸς Λώτ. ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ 45σῶσαι ἀπολέσει αὐτήν, 46καὶ ὃς ἐὰν 47ἀπολέσῃ 48αὐτὴν ζῳογονήσει αὐτήν. λέγω ὑμῖν, ταύτῃ τῇ νυκτὶ 49ἔσονται δύο ἐπὶ 50κλίνης μιᾶς· 51εἷς 52παραληφθήσεται, καὶ ὁ ἕτερος ἀφεθήσεται. 53δύο ἔσονται ἀλήθουσαι ἐπὶ τὸ αὐτό· 54μία 55παραληφθήσεται, 56καὶ ἡ ἑτέρα 57ἀφεθήσεται. καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ, Ποῦ, Κύριε; ὁ δὲ εἶπεν αὐτοῖς, Ὅπου τὸ σῶμα, ἐκεῖ 58συναχθήσονται οἱ ἀετοί.

Source notes (58)
  1. Footnote ειπε ¦ ελεγε ᴀɴᴛ
  2. Footnote δε ¦ δε και ᴀɴᴛ
  3. Footnote μαθητας ¦ μαθητας αυτου ᴀɴᴛ ᴄᴛ
  4. Footnote του ¦ — ᴇʟᴢ
  5. Footnote μη ελθειν τα σκανδαλα ¦ τα σκανδαλα μη ελθειν ᴄᴛ
  6. Footnote ουαι δε ¦ πλην ουαι ᴄᴛ
  7. Footnote μυλος ονικος ¦ λιθος μυλικος ᴀɴᴛ ᴄᴛ
  8. Footnote ενα των μικρων τουτων ¦ των μικρων τουτων ενα ᴄᴛ
  9. Footnote δε ¦ — ᴄᴛ
  10. Footnote εις σε ¦ — ᴄᴛ
  11. Footnote αμαρτη ¦ αμαρτηση ᴄᴛ
  12. Footnote της ημερας ¦ — ᴄᴛ
  13. Footnote επιστρεψη ¦ επιστρεψη επι σε ᴛʀ ¦ επιστρεψη προς σε ᴀɴᴛ ᴄᴛ
  14. Footnote ειπον ¦ ειπαν ᴄᴛ
  15. Footnote ειχετε ¦ εχετε ᴀɴᴛ ᴄᴛ ʜꜰ ʀᴘ
  16. Footnote ταυτη ¦ — ᴛʜ
  17. Footnote ερει ¦ ερει αυτω ᴄᴛ
  18. Footnote αναπεσε ¦ αναπεσαι ᴛʀ
  19. Footnote χαριν εχει ¦ εχει χαριν ᴄᴛ
  20. Footnote εκεινω ¦ — ᴄᴛ
  21. Footnote ου δοκω 89.5% ¦ αυτω ου δοκω ᴛʀ 2.5% ¦ — ᴄᴛ 1.4%
  22. Footnote οτι ¦ — ᴄᴛ
  23. Footnote ωφειλομεν ¦ οφειλομεν ʀᴘ
  24. Footnote αυτον ¦ — ᴄᴛ
  25. Footnote μεσου ¦ μεσον ᴄᴛ
  26. Footnote σαμαρειας ¦ σαμαριας ᴡʜ
  27. Footnote αυτω ¦ — ꜱʙʟ ᴡʜ
  28. Footnote εστησαν ¦ ανεστησαν ᴡʜ
  29. Footnote σαμαρειτης ¦ σαμαριτης ɴᴀ ꜱʙʟ
  30. Footnote ουχι ¦ ουχ ᴡʜ
  31. Footnote ιδου ¦ — ᴄᴛ
  32. Footnote ωδε η ιδου εκει ¦ ωδε ιδου εκει ᴀɴᴛ ¦ εκει η ιδου ωδε ɴᴀ ᴛʜ ᴡʜ ¦ εκει ιδου ωδε ꜱʙʟ
  33. Footnote η ¦ — ᴀɴᴛ ᴄᴛ
  34. Footnote υπ ¦ υπο τον ᴄᴛ
  35. Footnote ο ¦ και ο ᴀɴᴛ ᴛʀ
  36. Footnote εν τη ημερα αυτου ¦ — ᴡʜ
  37. Footnote νωε ¦ του νωε ᴛʀ
  38. Footnote του ¦ — ᴇʟᴢ
  39. Footnote εξεγαμιζοντο ¦ εγαμιζοντο ᴄᴛ
  40. Footnote απαντας ¦ παντας ᴄᴛ
  41. Footnote και ως ¦ καθως ᴄᴛ
  42. Footnote απαντας ¦ παντας ᴄᴛ
  43. Footnote ταυτα ¦ τα αυτα ᴀɴᴛ ɴᴀ ꜱʙʟ ᴡʜ
  44. Footnote τω ¦ — ᴄᴛ
  45. Footnote σωσαι ¦ περιποιησασθαι ᴄᴛ
  46. Footnote και ος εαν ¦ ος δ αν ᴄᴛ
  47. Footnote απολεση ¦ απολεσει ᴡʜ
  48. Footnote αυτην ¦ — ᴄᴛ
  49. Footnote εσονται δυο ¦ δυο εσονται ᴀɴᴛ ᴘᴄᴋ
  50. Footnote κλινης ¦ κλεινης ᴛʜ
  51. Footnote εις ¦ ο εις ᴄᴛ ᴛʀ
  52. Footnote παραληφθησεται ¦ παραλημφθησεται ᴄᴛ
  53. Footnote δυο εσονται ¦ εσονται δυο ᴄᴛ
  54. Footnote μια ¦ η μια ᴄᴛ ᴇʟᴢ ꜱᴄʀ
  55. Footnote παραληφθησεται ¦ παραλημφθησεται ᴄᴛ
  56. Footnote και η ¦ η δε ᴄᴛ
  57. Footnote αφεθησεται ¦ αφεθησεται 36 δυο εσονται εν τω αγρω ο εις παραληφθησεται και ο ετερος αφεθησεται ᴇʟᴢ ꜱᴄʀ ¦ αφεθησεται 36 δυο εν τω αγρω εις παραληφθησεται και ο ετερος αφεθησεται ᴀɴᴛ
  58. Footnote συναχθησονται οι αετοι ¦ συναχθησονται και οι αετοι ᴘᴄᴋ ¦ επισυναχθησονται και οι αετοι ᴀɴᴛ ¦ και οι αετοι επισυναχθησονται ᴄᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.