Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΛΟΥΚΑΝ 16

The Parable of the Unrighteous Steward

Ἔλεγε δὲ καὶ πρὸς τοὺς μαθητὰς 1αὐτοῦ, Ἄνθρωπός τις ἦν πλούσιος ὃς εἶχεν οἰκονόμον, καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ. καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ, Τί τοῦτο ἀκούω περὶ σοῦ; ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου, οὐ γὰρ 2δυνήσῃ ἔτι οἰκονομεῖν. εἶπε δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος, Τί ποιήσω, ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ᾽ ἐμοῦ; σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι. ἔγνων τί ποιήσω, ἵνα ὅταν μετασταθῶ 3τῆς οἰκονομίας δέξωνταί με εἰς τοὺς οἴκους 4αὐτῶν. καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν 5χρεωφειλετῶν τοῦ κυρίου 6αὐτοῦ ἔλεγε τῷ πρώτῳ, Πόσον 7ὀφείλεις τῷ κυρίῳ μου; ὁ δὲ εἶπεν, Ἑκατὸν βάτους ἐλαίου. 8καὶ εἶπεν αὐτῷ, Δέξαι σου 9τὸ γράμμα καὶ καθίσας ταχέως γράψον πεντήκοντα. ἔπειτα ἑτέρῳ εἶπε, Σὺ δὲ πόσον ὀφείλεις; ὁ δὲ εἶπεν, Ἑκατὸν κόρους σίτου. 10καὶ λέγει αὐτῷ, Δέξαι σου 11τὸ γράμμα καὶ γράψον ὀγδοήκοντα. καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας ὅτι φρονίμως ἐποίησεν· ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν 12τὴν ἑαυτῶν εἰσι. 13κἀγὼ ὑμῖν λέγω, 14ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα ὅταν 15ἐκλίπητε δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς.

Ὁ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστι, καὶ ὁ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστιν. εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει; καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ 16ὑμέτερον τίς 17ὑμῖν δώσει; οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα 18μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ.

The Law and the Kingdom of God

Ἤκουον δὲ ταῦτα 19πάντα καὶ οἱ Φαρισαῖοι, φιλάργυροι ὑπάρχοντες, καὶ ἐξεμυκτήριζον αὐτόν. καὶ εἶπεν αὐτοῖς, Ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων, ὁ δὲ Θεὸς 20γινώσκει τὰς καρδίας ὑμῶν· ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ 21Θεοῦ.

Ὁ νόμος καὶ οἱ προφῆται 22ἕως 23Ἰωάννου· ἀπὸ τότε ἡ βασιλεία τοῦ Θεοῦ εὐαγγελίζεται, καὶ πᾶς εἰς αὐτὴν βιάζεται. εὐκοπώτερον δέ ἐστι τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν ἢ τοῦ νόμου μίαν 24κεραίαν πεσεῖν.

Πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ καὶ γαμῶν ἑτέραν μοιχεύει, καὶ 25πᾶς ὁ ἀπολελυμένην ἀπὸ ἀνδρὸς γαμῶν μοιχεύει.

The Rich Man and Lazarus

Ἄνθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ᾽ ἡμέραν λαμπρῶς. πτωχὸς δέ τις 26ἦν ὀνόματι Λάζαρος, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ 27ἡλκωμένος καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ 28τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι 29ἀπέλειχον τὰ ἕλκη αὐτοῦ. ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον 30Ἀβραάμ· ἀπέθανε δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη. καὶ ἐν τῷ ᾍδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ 31τὸν Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. καὶ αὐτὸς φωνήσας εἶπε, Πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. εἶπε δὲ Ἀβραάμ, Τέκνον, μνήσθητι ὅτι ἀπέλαβες 32σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ 33ὧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. καὶ 34ἐπὶ πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι 35ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ 36οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν. εἶπε δέ, Ἐρωτῶ 37οὖν σε, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου, ἔχω γὰρ πέντε ἀδελφούς, ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου. λέγει 38αὐτῷ Ἀβραάμ, Ἔχουσι 39Μωσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν. ὁ δὲ εἶπεν, Οὐχί, πάτερ Ἀβραάμ, ἀλλ᾽ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτούς, μετανοήσουσιν. εἶπε δὲ αὐτῷ, Εἰ 40Μωσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, 41οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται.

Source notes (41)
  1. Footnote αυτου ¦ — ᴄᴛ
  2. Footnote δυνηση ¦ δυνη ᴀɴᴛ ᴄᴛ
  3. Footnote της ¦ εκ της ᴀɴᴛ ᴄᴛ
  4. Footnote αυτων ¦ εαυτων ᴀɴᴛ ꜱʙʟ ᴛʜ ᴡʜ
  5. Footnote χρεωφειλετων ¦ χρεοφειλετων ɴᴀ ꜱʙʟ ᴛʜ ¦ χρεοφιλετων ᴏ5 ᴡʜ
  6. Footnote αυτου ¦ εαυτου ᴀɴᴛ ᴄᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
  7. Footnote οφειλεις ¦ οφειλεις συ ᴀɴᴛ
  8. Footnote και ¦ ο δε ᴄᴛ
  9. Footnote το γραμμα ¦ τα γραμματα ᴄᴛ
  10. Footnote και ¦ — ᴄᴛ
  11. Footnote το γραμμα ¦ τα γραμματα ᴄᴛ
  12. Footnote την ¦ — ꜱᴄʀ
  13. Footnote καγω ¦ και εγω ᴄᴛ
  14. Footnote ποιησατε εαυτοις ¦ εαυτοις ποιησατε ᴄᴛ
  15. Footnote εκλιπητε ¦ εκλειπητε ʜꜰ ᴘᴄᴋ ¦ εκλιπη ᴄᴛ
  16. Footnote υμετερον ¦ ημετερον ᴡʜ
  17. Footnote υμιν δωσει ¦ δωσει υμιν ꜱʙʟ ᴡʜ
  18. Footnote μισησει ¦ μεισησει ᴛʜ
  19. Footnote παντα και 82.4% ¦ και ᴍꜱꜱ 6.3% ¦ παντα ᴄᴛ 3.2%
  20. Footnote γινωσκει ¦ γεινωσκει ᴛʜ
  21. Footnote θεου ¦ θεου εστιν ᴛʀ
  22. Footnote εως ¦ μεχρις ᴄᴛ
  23. Footnote ιωαννου ¦ ιωανου ᴡʜ
  24. Footnote κεραιαν ¦ κερεαν ᴛʜ ᴡʜ
  25. Footnote πας ¦ — ᴄᴛ
  26. Footnote ην ονοματι λαζαρος ος 94.3% ¦ ονοματι λαζαρος ᴄᴛ 1%
  27. Footnote ηλκωμενος ¦ ειλκωμενος ᴄᴛ
  28. Footnote των ψιχιων 98.1% ¦ — ᴄᴛ 0.3%
  29. Footnote απελειχον ¦ επελειχον ᴄᴛ
  30. Footnote αβρααμ ¦ του αβρααμ ᴘᴄᴋ ᴛʀ
  31. Footnote τον ¦ — ᴄᴛ
  32. Footnote συ ¦ — ᴄᴛ
  33. Footnote ωδε ¦ οδε ᴘᴄᴋ ᴛʀ
  34. Footnote επι ¦ εν ᴄᴛ
  35. Footnote ενθεν ¦ εντευθεν ᴛʀ
  36. Footnote οι ¦ — ᴄᴛ
  37. Footnote ουν σε ¦ σε ουν ᴄᴛ
  38. Footnote αυτω ¦ δε ᴄᴛ
  39. Footnote μωσεα ¦ μωυσεα ᴀɴᴛ ᴄᴛ
  40. Footnote μωσεως ¦ μωυσεως ᴀɴᴛ ᴄᴛ
  41. Footnote ουδε ¦ ουδ ᴄᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.