Η Καινή Διαθήκη
ΚΑΤΑ ΛΟΥΚΑΝ 15
The Parable of the Lost Sheep
Ἦσαν δὲ 1ἐγγίζοντες αὐτῷ πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ. καὶ διεγόγγυζον 2οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι Οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς.
Εἶπε δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων, Τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα καὶ ἀπολέσας 3ἓν ἐξ αὐτῶν οὐ καταλείπει τὰ 4ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς 5ἕως εὕρῃ αὐτό; καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους 6ἑαυτοῦ χαίρων. καὶ ἐλθὼν εἰς τὸν οἶκον 7συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας λέγων αὐτοῖς, 8Συγχάρητέ μοι ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός. λέγω ὑμῖν ὅτι οὕτω χαρὰ 9ἔσται ἐν τῷ οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ 10ἐνενήκοντα ἐννέα δικαίοις, οἵτινες οὐ χρείαν ἔχουσι μετανοίας.
The Parable of the Lost Coin
Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπιμελῶς ἕως 11ὅτου εὕρῃ; καὶ εὑροῦσα 12συγκαλεῖται τὰς φίλας καὶ 13τὰς γείτονας λέγουσα, 14Συγχάρητέ μοι ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα. οὕτω, λέγω ὑμῖν, 15χαρὰ γίνεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
The Parable of the Prodigal Son
Εἶπε δέ, Ἄνθρωπός τις εἶχε δύο υἱούς. καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί, Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας· 16καὶ διεῖλεν αὐτοῖς τὸν βίον. καὶ μετ᾽ οὐ πολλὰς ἡμέρας συναγαγὼν 17ἅπαντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισε τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως. δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο 18λιμὸς 19ἰσχυρὸς κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι. καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν 20πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους. καὶ ἐπεθύμει 21γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. εἰς ἑαυτὸν δὲ ἐλθὼν 22εἶπε, Πόσοι μίσθιοι τοῦ πατρός μου 23περισσεύουσιν ἄρτων, ἐγὼ δὲ 24λιμῷ ἀπόλλυμαι. ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ, Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, 25καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. καὶ ἀναστὰς ἦλθε πρὸς τὸν πατέρα 26αὐτοῦ. ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη, καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν. εἶπε δὲ 27αὐτῷ ὁ υἱός, Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, 28καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός 29σου. εἶπε δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ, 30Ἐξενέγκατε 31τὴν στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας, καὶ 32ἐνέγκαντες τὸν μόσχον τὸν σιτευτὸν θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν· ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησε, 33καὶ ἀπολωλὼς ἦν καὶ εὑρέθη. καὶ ἤρξαντο εὐφραίνεσθαι.
Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισε τῇ οἰκίᾳ, ἤκουσε συμφωνίας καὶ χορῶν. καὶ προσκαλεσάμενος ἕνα τῶν 34παίδων ἐπυνθάνετο τί 35εἴη ταῦτα. ὁ δὲ εἶπεν αὐτῷ ὅτι Ὁ ἀδελφός σου ἥκει, καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν. ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν. ὁ 36οὖν πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν. ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ 37πατρί, Ἰδού, τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ. ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ τὸν 38μόσχον τὸν σιτευτόν. ὁ δὲ εἶπεν αὐτῷ, Τέκνον, σὺ πάντοτε μετ᾽ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν. εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ 39ἀνέζησε, καὶ ἀπολωλὼς 40ἦν καὶ εὑρέθη.
Source notes (40)
- Footnote εγγιζοντες αυτω ¦ αυτω εγγιζοντες ᴄᴛ
- Footnote οι ¦ οι τε ᴄᴛ
- Footnote εν εξ αυτων ¦ εξ αυτων εν ᴄᴛ
- Footnote ενενηκοντα ¦ εννενηκοντα ᴛʀ
- Footnote εως ¦ εως ου ᴀɴᴛ
- Footnote ἑαυτοῦ ¦ αὐτοῦ ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ
- Footnote συγκαλει ¦ συνκαλει ᴡʜ
- Footnote συγχαρητε ¦ συνχαρητε ᴡʜ
- Footnote εσται εν τω ουρανω ¦ εν τω ουρανω εσται ᴄᴛ
- Footnote ενενηκοντα ¦ εννενηκοντα ᴛʀ
- Footnote οτου ¦ ου ᴄᴛ
- Footnote συγκαλειται ¦ συγκαλει ᴀɴᴛ ɴᴀ ꜱʙʟ ᴛʜ ¦ συνκαλει ᴡʜ
- Footnote τας ¦ — ᴄᴛ
- Footnote συγχαρητε ¦ συνχαρητε ᴡʜ
- Footnote χαρα γινεται ¦ γινεται χαρα ɴᴀ ꜱʙʟ ᴡʜ ¦ γεινεται χαρα ᴛʜ
- Footnote και ¦ ο δε ᴄᴛ
- Footnote απαντα ¦ παντα ᴄᴛ
- Footnote λιμος ¦ λειμος ᴛʜ
- Footnote ισχυρος ¦ ισχυρα ᴄᴛ
- Footnote πολιτων ¦ πολειτων ᴛʜ
- Footnote γεμισαι την κοιλιαν αυτου απο 95.6% ¦ χορτασθηναι εκ ɴᴀ ᴛʜ ᴡʜ 2.2%
- Footnote ειπε ¦ εφη ᴄᴛ
- Footnote περισσευουσιν ¦ περισσευονται ᴄᴛ
- Footnote λιμω ¦ λιμω ωδε ɴᴀ ꜱʙʟ ᴡʜ ¦ λειμω ωδε ᴛʜ
- Footnote και ¦ — ᴀɴᴛ ᴄᴛ
- Footnote αυτου ¦ εαυτου ᴄᴛ ᴘᴄᴋ ᴛʀ
- Footnote αυτω ο υιος ¦ ο υιος αυτω ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote και ¦ — ᴄᴛ
- Footnote σου 87.1% ¦ σου ποιησον με ως ενα των μισθιων σου ᴡʜ 12.5%
- Footnote εξενεγκατε ¦ ταχυ εξενεγκατε ᴄᴛ
- Footnote την ¦ — ᴄᴛ
- Footnote ενεγκαντες ¦ φερετε ᴄᴛ
- Footnote και απολωλως ην ¦ ην απολωλως ᴄᴛ
- Footnote παιδων ¦ παιδων αυτου ꜱᴛ
- Footnote ειη ¦ αν ειη ᴄᴛ
- Footnote ουν ¦ δε ᴄᴛ
- Footnote πατρι ¦ πατρι αυτου ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote μοσχον τον σιτευτον ¦ σιτευτον μοσχον ᴄᴛ
- Footnote ανεζησε ¦ εζησε ᴄᴛ
- Footnote ην ¦ — ᴄᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.