Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΛΟΥΚΑΝ 14

A Man with Dropsy Healed on the Sabbath

Καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων 1τῶν Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν. καὶ ἰδού, ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ. καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων, 2Εἰ ἔξεστι τῷ σαββάτῳ 3θεραπεύειν; οἱ δὲ ἡσύχασαν. καὶ ἐπιλαβόμενος ἰάσατο αὐτὸν καὶ ἀπέλυσε. καὶ 4ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπε, Τίνος ὑμῶν 5υἱὸς ἢ βοῦς εἰς φρέαρ 6ἐμπεσεῖται, καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ἐν 7τῇ ἡμέρᾳ τοῦ σαββάτου; καὶ οὐκ ἴσχυσαν ἀνταποκριθῆναι 8αὐτῷ πρὸς ταῦτα.

The Parable of the Guests at the Wedding Feast

Ἔλεγε δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς, Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν, μήποτε 9ἐντιμότερός σου ᾖ κεκλημένος ὑπ᾽ αὐτοῦ, καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ 10σοι, Δὸς τούτῳ τόπον, καὶ τότε ἄρξῃ 11μετ᾽ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν. ἀλλ᾽ ὅταν κληθῇς, πορευθεὶς 12ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε 13εἴπῃ σοι, Φίλε, προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον 14τῶν συνανακειμένων σοι. ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.

Ἔλεγε δὲ καὶ τῷ κεκληκότι αὐτόν, Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενεῖς σου μηδὲ γείτονας πλουσίους, μήποτε καὶ αὐτοί 15σε ἀντικαλέσωσι, καὶ 16γένηταί 17σοι ἀνταπόδομα. ἀλλ᾽ ὅταν 18ποιῇς δοχήν, κάλει πτωχούς, 19ἀναπήρους, χωλούς, τυφλούς· καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι, ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.

The Parable of the Great Banquet

Ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῷ, Μακάριος 20ὃς φάγεται 21ἄριστον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. ὁ δὲ εἶπεν αὐτῷ, Ἄνθρωπός τις 22ἐποίησε δεῖπνον μέγα καὶ ἐκάλεσε πολλούς, καὶ ἀπέστειλε τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις, Ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστι 23πάντα. καὶ ἤρξαντο ἀπὸ μιᾶς 24παραιτεῖσθαι πάντες. ὁ πρῶτος εἶπεν αὐτῷ, Ἀγρὸν ἠγόρασα καὶ ἔχω ἀνάγκην 25ἐξελθεῖν καὶ ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. καὶ ἕτερος εἶπε, Ζεύγη βοῶν ἠγόρασα πέντε καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. καὶ ἕτερος εἶπε, Γυναῖκα ἔγημα καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. καὶ παραγενόμενος ὁ δοῦλος 26ἐκεῖνος ἀπήγγειλε τῷ κυρίῳ αὐτοῦ ταῦτα. τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπε τῷ δούλῳ αὐτοῦ, Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ 27ἀναπήρους καὶ 28χωλοὺς καὶ τυφλοὺς εἰσάγαγε ὧδε. καὶ εἶπεν ὁ δοῦλος, Κύριε, γέγονεν 29ὡς ἐπέταξας, καὶ ἔτι τόπος ἐστί. καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον, Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ 30ὁ οἶκός μου. λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ 31δείπνου.

The Cost of Discipleship

Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί, καὶ στραφεὶς εἶπε πρὸς αὐτούς, Εἴ τις ἔρχεται πρός με καὶ οὐ 32μισεῖ τὸν πατέρα 33αὐτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι 34δὲ καὶ τὴν 35ἑαυτοῦ ψυχήν, οὐ δύναταί 36μου μαθητὴς εἶναι. 37καὶ ὅστις οὐ βαστάζει τὸν σταυρὸν 38αὐτοῦ καὶ ἔρχεται ὀπίσω μου οὐ δύναται 39εἶναί μου μαθητής. τίς γὰρ ἐξ ὑμῶν 40θέλων πύργον οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει 41τὰ 42εἰς ἀπαρτισμόν; ἵνα μήποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ 43ἰσχύοντος ἐκτελέσαι πάντες οἱ θεωροῦντες ἄρξωνται 44ἐμπαίζειν αὐτῷ λέγοντες ὅτι Οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι. ἢ τίς βασιλεὺς πορευόμενος 45συμβαλεῖν ἑτέρῳ βασιλεῖ εἰς πόλεμον οὐχὶ 46καθίσας πρῶτον 47βουλεύεται εἰ δυνατός ἐστιν ἐν δέκα 48χιλιάσιν 49ἀπαντῆσαι τῷ μετὰ εἴκοσι 50χιλιάδων ἐρχομένῳ ἐπ᾽ αὐτόν; εἰ δὲ μή γε, ἔτι 51πόρρω αὐτοῦ ὄντος πρεσβείαν ἀποστείλας ἐρωτᾷ 52τὰ πρὸς εἰρήνην. οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν οὐ δύναταί 53μου εἶναι μαθητής.

Salt Without Flavor is Worthless

54

Καλὸν τὸ ἅλας· ἐὰν 55δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται; οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.

Source notes (55)
  1. Footnote των ¦ — ᴛʜ
  2. Footnote ει ¦ — ᴄᴛ
  3. Footnote θεραπευειν ¦ θεραπευσαι η ου ᴄᴛ
  4. Footnote αποκριθεις ¦ — ᴄᴛ
  5. Footnote υιος ¦ ονος ᴛʀ
  6. Footnote εμπεσειται ¦ πεσειται ᴄᴛ
  7. Footnote τη ¦ — ᴄᴛ
  8. Footnote αυτω ¦ — ᴄᴛ
  9. Footnote εντιμοτερος ¦ εντειμοτερος ᴛʜ
  10. Footnote σοι ¦ συ ᴘᴄᴋ
  11. Footnote μετ ¦ μετα ᴄᴛ
  12. Footnote αναπεσε ¦ αναπεσον ᴛʀ
  13. Footnote ειπη ¦ ερει ᴄᴛ
  14. Footnote των ¦ παντων των ᴄᴛ
  15. Footnote σε αντικαλεσωσι ¦ αντικαλεσωσι σε ᴄᴛ
  16. Footnote γενηται ¦ γενησεται ᴀɴᴛ
  17. Footnote σοι ανταποδομα ¦ ανταποδομα σοι ᴄᴛ
  18. Footnote ποιης δοχην ¦ δοχην ποιης ᴄᴛ
  19. Footnote αναπηρους ¦ αναπειρους ᴄᴛ
  20. Footnote ος ¦ οστις ᴄᴛ
  21. Footnote αριστον ¦ αρτον ᴄᴛ ᴛʀ
  22. Footnote εποιησε ¦ εποιει ᴄᴛ
  23. Footnote παντα 97% ¦ — ᴄᴛ 0.3%
  24. Footnote παραιτεισθαι παντες ¦ παντες παραιτεισθαι ᴄᴛ
  25. Footnote εξελθειν και ¦ εξελθων ᴄᴛ
  26. Footnote εκεινος ¦ — ᴄᴛ
  27. Footnote αναπηρους ¦ αναπειρους ᴄᴛ
  28. Footnote χωλους και τυφλους ¦ τυφλους και χωλους ᴄᴛ ᴘᴄᴋ
  29. Footnote ως ¦ ο ᴄᴛ
  30. Footnote ο οικος μου ¦ μου ο οικος ᴄᴛ
  31. Footnote δειπνου ¦ δειπνου πολλοι γαρ εισι κλητοι ολιγοι δε εκλεκτοι ʀᴘ
  32. Footnote μισει ¦ μεισει ᴛʜ
  33. Footnote αυτου ¦ εαυτου ᴀɴᴛ ɴᴀ ꜱʙʟ ᴛʀ ᴡʜ
  34. Footnote δε ¦ τε ᴄᴛ
  35. Footnote εαυτου ψυχην ¦ ψυχην εαυτου ɴᴀ ꜱʙʟ ᴡʜ
  36. Footnote μου μαθητης ειναι ¦ μου ειναι μαθητης ᴘᴄᴋ ᴛʜ ¦ ειναι μου μαθητης ɴᴀ ꜱʙʟ ᴡʜ
  37. Footnote και ¦ — ᴄᴛ
  38. Footnote αυτου ¦ εαυτου ᴀɴᴛ ɴᴀ ꜱʙʟ ᴡʜ
  39. Footnote ειναι μου ¦ μου ειναι ᴛʀ
  40. Footnote θελων ¦ ο θελων ʜꜰ ᴘᴄᴋ ʀᴘ
  41. Footnote τα ¦ — ᴄᴛ
  42. Footnote εις ¦ προς ᴀɴᴛ ᴘᴄᴋ ᴛʀ
  43. Footnote ισχυοντος ¦ ισχυσαντος ᴀɴᴛ
  44. Footnote εμπαιζειν αυτω ¦ αυτω εμπαιζειν ᴀɴᴛ ᴄᴛ
  45. Footnote συμβαλειν ετερω βασιλει ¦ ετερω βασιλει συμβαλειν ɴᴀ ꜱʙʟ ᴛʜ ¦ ετερω βασιλει συνβαλειν ᴡʜ
  46. Footnote καθισας πρωτον ¦ πρωτον καθισας ᴀɴᴛ
  47. Footnote βουλευεται ¦ βουλευσεται ᴄᴛ
  48. Footnote χιλιασιν ¦ χειλιασιν ᴛʜ
  49. Footnote απαντησαι ¦ υπαντησαι ᴄᴛ
  50. Footnote χιλιαδων ¦ χειλιαδων ᴛʜ
  51. Footnote πορρω αυτου ¦ αυτου πορρω ᴄᴛ ᴛʀ
  52. Footnote τα ¦ — ᴡʜ
  53. Footnote μου ειναι ¦ ειναι μου ᴀɴᴛ ᴄᴛ
  54. Footnote καλον ¦ καλον ουν ᴄᴛ
  55. Footnote δε ¦ δε και ᴀɴᴛ ᴄᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.