Η Καινή Διαθήκη
ΚΑΤΑ ΛΟΥΚΑΝ 13
Repent or Perish
Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων ὧν τὸ αἷμα 1Πιλᾶτος ἔμιξε μετὰ τῶν θυσιῶν αὐτῶν. καὶ ἀποκριθεὶς 2ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι 3τοιαῦτα πεπόνθασιν; οὐχί, λέγω ὑμῖν, ἀλλ᾽ ἐὰν μὴ μετανοῆτε, πάντες 4ὡσαύτως ἀπολεῖσθε. ἢ ἐκεῖνοι οἱ 5δέκα καὶ ὀκτὼ ἐφ᾽ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι 6οὗτοι ὀφειλέται ἐγένοντο παρὰ πάντας 7ἀνθρώπους τοὺς κατοικοῦντας 8ἐν Ἱερουσαλήμ; οὐχί, λέγω ὑμῖν, ἀλλ᾽ ἐὰν μὴ 9μετανοῆτε, πάντες 10ὁμοίως ἀπολεῖσθε.
The Parable of the Barren Fig Tree
Ἔλεγε δὲ ταύτην τὴν παραβολήν· Συκῆν εἶχέ τις 11ἐν τῷ ἀμπελῶνι αὐτοῦ πεφυτευμένην, καὶ ἦλθε 12ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὗρεν. εἶπε δὲ πρὸς τὸν ἀμπελουργόν, Ἰδού, τρία 13ἔτη ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω· 14ἔκκοψον αὐτήν· ἵνα τί καὶ τὴν γῆν καταργεῖ; ὁ δὲ ἀποκριθεὶς 15λέγει αὐτῷ, Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω 16κόπρια· κἂν μὲν ποιήσῃ καρπόν—17εἰ δὲ μή γε, εἰς τὸ μέλλον ἐκκόψεις αὐτήν.
Jesus Heals a Disabled Woman
Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασι. καὶ ἰδού, γυνὴ 18ἦν πνεῦμα ἔχουσα ἀσθενείας ἔτη 19δέκα καὶ ὀκτώ, καὶ ἦν 20συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές. ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησε καὶ εἶπεν αὐτῇ, Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου. καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας, καὶ παραχρῆμα ἀνωρθώθη, καὶ ἐδόξαζε τὸν Θεόν. ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγε τῷ 21ὄχλῳ, Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν 22ταύταις οὖν ἐρχόμενοι θεραπεύεσθε καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου. ἀπεκρίθη 23οὖν αὐτῷ ὁ Κύριος καὶ εἶπεν, 24Ὑποκριταί, ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ 25ἀπαγαγὼν ποτίζει; ταύτην δὲ θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ Σατανᾶς, ἰδού, δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου; καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσι τοῖς ἐνδόξοις τοῖς 26γινομένοις ὑπ᾽ αὐτοῦ.
The Parable of the Mustard Seed
Ἔλεγε 27δέ, Τίνι ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ τίνι ὁμοιώσω αὐτήν; ὁμοία ἐστὶ κόκκῳ σινάπεως 28ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ, καὶ ηὔξησε καὶ ἐγένετο εἰς δένδρον 29μέγα, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ.
The Parable of the Leaven
Πάλιν εἶπε, Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ; ὁμοία ἐστὶ ζύμῃ ἣν λαβοῦσα γυνὴ 31ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον.
The Narrow Gate
Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς 32Ἱερουσαλήμ. εἶπε δέ τις αὐτῷ, Κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοι; ὁ δὲ εἶπε πρὸς αὐτούς, Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς 33πύλης, ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν. ἀφ᾽ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες, Κύριε, 34Κύριε, ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν, Οὐκ οἶδα ὑμᾶς, πόθεν ἐστέ. τότε ἄρξεσθε λέγειν, Ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας· καὶ ἐρεῖ, 35Λέγω ὑμῖν, οὐκ οἶδα 36ὑμᾶς, πόθεν ἐστέ· ἀπόστητε ἀπ᾽ ἐμοῦ πάντες 37οἱ ἐργάται τῆς ἀδικίας. ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν 38ὄψησθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω. καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ 39βορρᾶ καὶ νότου, καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. καὶ ἰδού, εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι, καὶ εἰσὶ πρῶτοι οἳ ἔσονται ἔσχατοι.
The Lament over Jerusalem
Ἐν αὐτῇ τῇ 40ἡμέρᾳ 41προσῆλθόν τινες Φαρισαῖοι λέγοντες αὐτῷ, Ἔξελθε καὶ πορεύου ἐντεῦθεν, ὅτι Ἡρῴδης θέλει σε ἀποκτεῖναι. καὶ εἶπεν αὐτοῖς, Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ, Ἰδού, ἐκβάλλω δαιμόνια καὶ ἰάσεις 42ἐπιτελῶ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι. πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι, ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλήμ. Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ 43ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. ἰδού, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν 44ἔρημος. 45λέγω δὲ ὑμῖν 46ὅτι οὐ μή 47με ἴδητε ἕως 48ἂν ἥξῃ ὅτε εἴπητε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Source notes (48)
- Footnote πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ
- Footnote ο ιησους ¦ — ᴄᴛ
- Footnote τοιαυτα ¦ ταυτα ᴄᴛ
- Footnote ωσαυτως ¦ ομοιως ᴄᴛ
- Footnote δεκα και οκτω ¦ δεκαοκτω ᴄᴛ
- Footnote ουτοι ¦ αυτοι ᴄᴛ
- Footnote ανθρωπους ¦ τους ανθρωπους ᴀɴᴛ ᴄᴛ
- Footnote εν ¦ — ᴄᴛ
- Footnote μετανοητε ¦ μετανοησητε ᴀɴᴛ ᴡʜ
- Footnote ομοιως ¦ ωσαυτως ᴄᴛ
- Footnote εν τω αμπελωνι αυτου πεφυτευμενην ¦ πεφυτευμενην εν τω αμπελωνι αυτου ᴄᴛ
- Footnote ζητων καρπον ¦ καρπον ζητων ᴛʀ
- Footnote ετη ¦ ετη αφ ου ᴄᴛ
- Footnote εκκοψον ¦ εκκοψον ουν ɴᴀ ᴛʜ
- Footnote λεγει ¦ ειπεν ᴀɴᴛ
- Footnote κοπρια ¦ κοπριαν ꜱᴄʀ ꜱᴛ
- Footnote ει δε μηγε εις το μελλον ¦ εις το μελλον ει δε μηγε ᴄᴛ
- Footnote ην ¦ — ᴄᴛ
- Footnote δεκα και οκτω ¦ δεκαοκτω ᴄᴛ
- Footnote συγκυπτουσα ¦ συνκυπτουσα ᴛʜ ᴡʜ
- Footnote οχλω ¦ οχλω οτι ᴄᴛ
- Footnote ταυταις ¦ αυταις ᴄᴛ
- Footnote ουν ¦ δε ᴄᴛ
- Footnote υποκριται ¦ υποκριτα ᴀɴᴛ ᴛʀ
- Footnote απαγαγων ¦ απαγων ᴡʜ
- Footnote γινομενοις ¦ γεινομενοις ᴛʜ
- Footnote δε ¦ ουν ᴄᴛ
- Footnote ον ¦ ο ᴇʟᴢ*
- Footnote μεγα 91.5% ¦ — ᴄᴛ 0.7%
- Footnote παλιν ¦ και παλιν ᴄᴛ ᴛʀ
- Footnote ενεκρυψεν ¦ εκρυψεν ᴀɴᴛ ᴘᴄᴋ ꜱʙʟ ᴡʜ
- Footnote ιερουσαλημ ¦ ιεροσολυμα ᴄᴛ
- Footnote πυλης ¦ θυρας ᴄᴛ
- Footnote κυριε ¦ — ᴄᴛ
- Footnote λεγω 94% ¦ λεγων ɴᴀ ꜱʙʟ ᴡʜ 1.4%
- Footnote υμας ¦ — ꜱʙʟ ᴡʜ
- Footnote οι εργαται της ¦ εργαται ᴄᴛ
- Footnote οψησθε ¦ οψεσθε ᴘᴄᴋ
- Footnote βορρα ¦ απο βορρα ᴀɴᴛ ᴄᴛ ᴛʀ
- Footnote ημερα ¦ ωρα ᴄᴛ
- Footnote προσηλθον ¦ προσηλθαν ᴄᴛ
- Footnote επιτελω ¦ αποτελω ᴄᴛ
- Footnote αποκτεινουσα ¦ αποκτενουσα ʜꜰ ᴘᴄᴋ ʀᴘ ¦ αποκτινουσα ¦ αποκτεννουσα ᴀɴᴛ
- Footnote ερημος ¦ — ᴄᴛ
- Footnote λεγω δε ¦ αμην δε λεγω ᴛʀ
- Footnote οτι ¦ — ᴄᴛ
- Footnote με ιδητε ¦ ιδητε με ᴄᴛ
- Footnote αν ηξη οτε ¦ αν ηξει οτε ᴘᴄᴋ ʀᴘ ¦ ηξει οτε ɴᴀ ꜱʙʟ ¦ — ᴛʜ ᴡʜ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.