Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΛΟΥΚΑΝ 12

Beware of the Leaven of the Pharisees

Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου, 1ὥστε καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον, Προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης 2τῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις. οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται. ἀνθ᾽ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε, ἐν τῷ φωτὶ ἀκουσθήσεται· καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις, κηρυχθήσεται ἐπὶ τῶν δωμάτων.

Fear God Alone

Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου, μὴ φοβηθῆτε ἀπὸ τῶν 3ἀποκτενόντων τὸ σῶμα καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι. ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι 4ἐξουσίαν ἔχοντα ἐμβαλεῖν εἰς τὴν γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε. οὐχὶ πέντε στρουθία 5πωλεῖται ἀσσαρίων δύο; καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ Θεοῦ. ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. μὴ 6οὖν φοβεῖσθε· 7πολλῶν στρουθίων διαφέρετε.

Acknowledging Christ

Λέγω δὲ ὑμῖν, πᾶς ὃς ἂν 8ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ. καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. ὅταν δὲ 9προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ 10μεριμνᾶτε πῶς ἢ τί 11ἀπολογήσησθε ἢ τί εἴπητε· τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.

The Parable of the Rich Fool

Εἶπε δέ τις 12αὐτῷ ἐκ τοῦ ὄχλου, Διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι 13μετ᾽ ἐμοῦ τὴν κληρονομίαν. ὁ δὲ εἶπεν αὐτῷ, Ἄνθρωπε, τίς με κατέστησε 14δικαστὴν ἢ μεριστὴν ἐφ᾽ ὑμᾶς; εἶπε δὲ πρὸς αὐτούς, Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ 15τῆς πλεονεξίας· ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ 16αὐτῷ ἐστιν ἐκ τῶν ὑπαρχόντων 17αὐτοῦ. εἶπε δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων, Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα· καὶ διελογίζετο ἐν 18ἑαυτῷ λέγων, Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; καὶ εἶπε, Τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα 19τὰ γενήματά μου καὶ τὰ ἀγαθά μου. καὶ ἐρῶ τῇ ψυχῇ μου, Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου. εἶπε δὲ αὐτῷ ὁ Θεός, 20Ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου 21ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; οὕτως ὁ θησαυρίζων 22ἑαυτῷ καὶ μὴ εἰς Θεὸν πλουτῶν.

Do Not Be Anxious

Εἶπε δὲ πρὸς τοὺς μαθητὰς 23αὐτοῦ, Διὰ τοῦτο 24ὑμῖν λέγω, μὴ μεριμνᾶτε τῇ ψυχῇ 25ὑμῶν, τί φάγητε· μηδὲ τῷ 26σώματι, τί 27ἐνδύσησθε. 28ἡ ψυχὴ 29πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος. κατανοήσατε τοὺς κόρακας, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστι ταμεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ Θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν; τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται 30προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν 31ἕνα; εἰ οὖν 32οὔτε ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε; κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω 33δὲ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. εἰ δὲ 34τὸν χόρτον ἐν τῷ ἀγρῷ 35σήμερον ὄντα καὶ αὔριον εἰς 36κλίβανον βαλλόμενον ὁ Θεὸς οὕτως 37ἀμφιέννυσι, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε 38ἢ τί πίητε, καὶ μὴ μετεωρίζεσθε· ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου 39ἐπιζητεῖ, ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων. πλὴν ζητεῖτε τὴν βασιλείαν 40τοῦ Θεοῦ, καὶ ταῦτα 41πάντα προστεθήσεται ὑμῖν. μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν. πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην. ποιήσατε ἑαυτοῖς 42βαλλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει· ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.

Be Ready

Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι· καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν πότε 43ἀναλύσει ἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῷ. μακάριοι οἱ δοῦλοι ἐκεῖνοι οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας· ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτοὺς καὶ παρελθὼν διακονήσει αὐτοῖς. 44καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ καὶ ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὕρῃ οὕτω, μακάριοί εἰσιν 45οἱ δοῦλοι ἐκεῖνοι. τοῦτο δὲ 46γινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, 47ἐγρηγόρησεν ἂν καὶ οὐκ 48ἂν ἀφῆκε 49διορυγῆναι τὸν οἶκον αὐτοῦ. καὶ ὑμεῖς 50οὖν 51γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

Εἶπε δὲ 52αὐτῷ ὁ Πέτρος, Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις ἢ καὶ πρὸς πάντας; 53εἶπε δὲ ὁ Κύριος, Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος 54καὶ φρόνιμος ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι ἐν καιρῷ 55τὸ σιτομέτριον; μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει 56ποιοῦντα οὕτως. ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, Χρονίζει ὁ κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι, ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ 57γινώσκει, καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει. ἐκεῖνος δὲ ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου 58αὐτοῦ καὶ μὴ ἑτοιμάσας 59μηδὲ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ δαρήσεται πολλάς· ὁ δὲ μὴ γνούς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας. παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ᾽ αὐτοῦ· καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν.

Not Peace, but Division

Πῦρ ἦλθον βαλεῖν 60εἰς τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη. βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως 61οὗ τελεσθῇ. δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; οὐχί, λέγω ὑμῖν, ἀλλ᾽ ἢ διαμερισμόν. ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν 62οἴκῳ ἑνὶ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσὶ καὶ δύο ἐπὶ τρισί· 63διαμερισθήσεται πατὴρ 64ἐπὶ υἱῷ καὶ υἱὸς ἐπὶ πατρί, μήτηρ ἐπὶ 65θυγατρὶ καὶ θυγάτηρ ἐπὶ 66μητρί, πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς καὶ νύμφη ἐπὶ τὴν πενθερὰν 67αὐτῆς.

Interpreting the Present Time

Ἔλεγε δὲ καὶ τοῖς ὄχλοις, Ὅταν ἴδητε 68τὴν νεφέλην ἀνατέλλουσαν 69ἀπὸ δυσμῶν, εὐθέως 70λέγετε, Ὄμβρος ἔρχεται, καὶ 71γίνεται οὕτω. καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι Καύσων ἔσται, καὶ 72γίνεται. ὑποκριταί, τὸ πρόσωπον 73τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμάζειν, τὸν 74δὲ καιρὸν τοῦτον πῶς 75οὐ δοκιμάζετε;

Settle with Your Adversary

Τί δὲ καὶ ἀφ᾽ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον; ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ᾽ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ᾽ αὐτοῦ, μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε 76παραδῷ τῷ πράκτορι, καὶ ὁ πράκτωρ 77σε βάλῃ εἰς φυλακήν. λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως 78οὗ καὶ 79τὸν ἔσχατον λεπτὸν ἀποδῷς.

Source notes (79)
  1. Footnote ωστε ¦ ως ᴀɴᴛ
  2. Footnote των φαρισαιων ητις εστιν υποκρισις ¦ ητις εστιν υποκρισις των φαρισαιων ɴᴀ ꜱʙʟ ᴡʜ
  3. Footnote αποκτενοντων ¦ αποκτεινοντων ᴄᴛ ᴛʀ ¦ αποκτεννοντων ᴀɴᴛ
  4. Footnote εξουσιαν εχοντα ¦ εχοντα εξουσιαν ᴀɴᴛ ᴄᴛ
  5. Footnote πωλειται ¦ πωλουνται ᴄᴛ
  6. Footnote ουν ¦ — ᴄᴛ
  7. Footnote πολλων ¦ πολλω ᴘᴄᴋ
  8. Footnote ομολογηση ¦ ομολογησει ᴡʜ
  9. Footnote προσφερωσιν ¦ εισφερωσιν ᴄᴛ
  10. Footnote μεριμνατε ¦ μεριμνησητε ᴄᴛ
  11. Footnote απολογησησθε ¦ απολογησεσθε ᴘᴄᴋ
  12. Footnote αυτω εκ του οχλου ¦ εκ του οχλου αυτω ᴄᴛ
  13. Footnote μετ εμου την κληρονομιαν ¦ την κληρονομιαν μετ εμου ᴀɴᴛ
  14. Footnote δικαστην 93.3% ¦ κριτην ᴄᴛ 2%
  15. Footnote της ¦ πασης ᴀɴᴛ ᴄᴛ
  16. Footnote αυτω ¦ αυτου ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ
  17. Footnote αυτου ¦ αυτω ᴄᴛ
  18. Footnote ἑαυτῷ ¦ αὑτῷ ᴡʜ
  19. Footnote τα γενηματα μου ¦ τα γεννηματα μου ᴇʟᴢ ¦ τον σιτον ᴄᴛ
  20. Footnote αφρον ¦ αφρων ᴄᴛ ᴇʟᴢ ꜱᴛ
  21. Footnote απαιτουσιν ¦ αιτουσιν ᴛʜ ᴡʜ
  22. Footnote ἑαυτῷ ¦ αὑτῷ ᴡʜ
  23. Footnote αυτου ¦ — ᴛʜ
  24. Footnote υμιν λεγω ¦ λεγω υμιν ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ
  25. Footnote υμων ¦ — ᴄᴛ
  26. Footnote σωματι ¦ σωματι υμων ᴀɴᴛ ᴡʜ
  27. Footnote ενδυσησθε ¦ ενδυσεσθε ᴘᴄᴋ
  28. Footnote η ¦ ουχι η ᴀɴᴛ ¦ η γαρ ᴄᴛ
  29. Footnote πλειον ¦ πλειων ᴘᴄᴋ
  30. Footnote προσθειναι επι την ηλικιαν αυτου ¦ επι την ηλικιαν αυτου προσθειναι ᴄᴛ
  31. Footnote ενα ¦ — ᴄᴛ
  32. Footnote ουτε ¦ ουδε ᴄᴛ
  33. Footnote δε ¦ — ᴘᴄᴋ
  34. Footnote τον χορτον εν τω αγρω ¦ τον χορτον του αγρου ᴀɴᴛ ¦ εν αγρω τον χορτον ᴄᴛ
  35. Footnote σημερον οντα ¦ οντα σημερον ᴄᴛ
  36. Footnote κλιβανον ¦ κλειβανον ᴛʜ
  37. Footnote αμφιεννυσι ¦ αμφιεζει ɴᴀ ꜱʙʟ ᴛʜ ¦ αμφιαζει ᴡʜ
  38. Footnote η ¦ και ᴀɴᴛ ᴄᴛ
  39. Footnote επιζητει ¦ επιζητουσιν ᴄᴛ
  40. Footnote του θεου ¦ αυτου ᴄᴛ
  41. Footnote παντα ¦ — ᴄᴛ
  42. Footnote βαλλαντια ¦ βαλαντια ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
  43. Footnote αναλυσει ¦ αναλυση ᴄᴛ ʀᴘ
  44. Footnote και εαν ελθη εν τη δευτερα φυλακη και ¦ καν εν τη δευτερα καν ᴄᴛ
  45. Footnote οι δουλοι ¦ — ᴄᴛ
  46. Footnote γινωσκετε ¦ γεινωσκετε ᴛʜ
  47. Footnote εγρηγορησεν αν και ¦ — ɴᴀ ꜱʙʟ
  48. Footnote αν ¦ — ᴛʜ ᴡʜ
  49. Footnote διορυγηναι ¦ διορυχθηναι ɴᴀ ꜱʙʟ ᴡʜ
  50. Footnote ουν 95.3% ¦ — ᴄᴛ 1.6%
  51. Footnote γινεσθε ¦ γεινεσθε ᴛʜ
  52. Footnote αυτω ¦ — ᴄᴛ
  53. Footnote ειπε δε ¦ και ειπεν ᴄᴛ
  54. Footnote και ¦ ο ᴄᴛ
  55. Footnote το ¦ — ᴛʜ
  56. Footnote ποιουντα ουτως ¦ ουτω ποιουντα ᴀɴᴛ ᴛʜ
  57. Footnote γινωσκει ¦ γεινωσκει ᴛʜ
  58. Footnote αὐτοῦ ¦ ἑαυτοῦ ᴀɴᴛ ʜꜰ ʀᴘ ᴛʀ
  59. Footnote μηδε ¦ η ᴄᴛ
  60. Footnote εις ¦ επι ᴀɴᴛ ᴄᴛ
  61. Footnote ου ¦ οτου ᴄᴛ
  62. Footnote οικω ενι ¦ ενι οικω ᴄᴛ
  63. Footnote διαμερισθησεται ¦ διαμερισθησονται ᴀɴᴛ ᴄᴛ
  64. Footnote επι ¦ εφ ᴛʀ
  65. Footnote θυγατρι ¦ την θυγατερα ɴᴀ ᴛʜ ¦ θυγατερα ꜱʙʟ ᴡʜ
  66. Footnote μητρι ¦ την μητερα ᴄᴛ
  67. Footnote αυτης ¦ — ᴄᴛ
  68. Footnote την ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ
  69. Footnote απο ¦ επι ᴄᴛ
  70. Footnote λεγετε ¦ λεγετε οτι ᴄᴛ
  71. Footnote γινεται ¦ γεινεται ᴛʜ
  72. Footnote γινεται ¦ γεινεται ᴛʜ
  73. Footnote της γης και του ουρανου ¦ του ουρανου και της γης ᴀɴᴛ ᴘᴄᴋ ꜱᴄʀ
  74. Footnote δε καιρον ¦ καιρον δε ɴᴀ ᴛʜ ᴡʜ
  75. Footnote ου δοκιμαζετε 94.3% ¦ ουκ οιδατε δοκιμαζειν ᴄᴛ 0.8%
  76. Footnote παραδω ¦ παραδωσει ᴄᴛ
  77. Footnote σε βαλη ¦ βαλη σε ᴘᴄᴋ ¦ σε βαλλη ᴛʀ ¦ σε βαλει ᴀɴᴛ ᴄᴛ
  78. Footnote ου ¦ — ᴄᴛ
  79. Footnote τον ¦ το ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.