Η Καινή Διαθήκη
ΚΑΤΑ ΛΟΥΚΑΝ 11
Instruction About Prayer
Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο, εἶπέ τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν, Κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, καθὼς καὶ 1Ἰωάννης ἐδίδαξε τοὺς μαθητὰς αὐτοῦ. εἶπε δὲ αὐτοῖς, Ὅταν προσεύχησθε, λέγετε,
Πάτερ 2ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς,
ἁγιασθήτω τὸ ὄνομά σου. 3
ἐλθέτω ἡ βασιλεία σου. 4
γενηθήτω τὸ θέλημά σου,
ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς.
τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ᾽ ἡμέραν.
καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν,
καὶ γὰρ αὐτοὶ 5ἀφίεμεν παντὶ 6ὀφείλοντι ἡμῖν.
καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, 7
ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Καὶ εἶπε πρὸς αὐτούς, Τίς ἐξ ὑμῶν ἕξει φίλον καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου καὶ 8εἴπῃ αὐτῷ, Φίλε, χρῆσόν μοι τρεῖς ἄρτους, ἐπειδὴ 9φίλος παρεγένετο ἐξ ὁδοῦ πρός με καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ· κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ, Μή μοι κόπους πάρεχε· ἤδη ἡ θύρα κέκλεισται, καὶ τὰ παιδία μου μετ᾽ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν· οὐ δύναμαι ἀναστὰς δοῦναί σοι; λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι 10αὐτοῦ φίλον, διά γε τὴν 11ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ 12ὅσον χρῄζει. κἀγὼ ὑμῖν λέγω, αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι 13ἀνοιχθήσεται. τίνα δὲ 14ὑμῶν τὸν πατέρα αἰτήσει ὁ υἱὸς 15ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; ἢ καὶ ἰχθύν, μὴ ἀντὶ ἰχθύος ὄφιν 16ἐπιδώσει αὐτῷ; ἢ καὶ 17ἐὰν αἰτήσῃ ᾠόν, 18μὴ ἐπιδώσει αὐτῷ σκορπίον; εἰ οὖν ὑμεῖς 19πονηροὶ ὑπάρχοντες οἴδατε 20δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὁ ἐξ οὐρανοῦ δώσει Πνεῦμα 21Ἅγιον τοῖς αἰτοῦσιν αὐτόν;
Jesus and Beelzebul
Καὶ ἦν ἐκβάλλων δαιμόνιον, 22καὶ αὐτὸ ἦν κωφόν. ἐγένετο δὲ τοῦ δαιμονίου ἐξελθόντος ἐλάλησεν ὁ κωφός, καὶ 23ἐθαύμασαν οἱ ὄχλοι. τινὲς δὲ ἐξ αὐτῶν 24εἶπον, Ἐν 25Βεελζεβοὺλ 26ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. ἕτεροι δὲ πειράζοντες σημεῖον 27παρ᾽ αὐτοῦ ἐζήτουν ἐξ οὐρανοῦ. αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα εἶπεν αὐτοῖς, Πᾶσα βασιλεία ἐφ᾽ ἑαυτὴν διαμερισθεῖσα ἐρημοῦται, καὶ οἶκος ἐπὶ οἶκον πίπτει. εἰ δὲ καὶ ὁ Σατανᾶς ἐφ᾽ ἑαυτὸν διεμερίσθη, πῶς σταθήσεται ἡ βασιλεία αὐτοῦ; ὅτι λέγετε ἐν 28Βεελζεβοὺλ 29ἐκβάλλειν με τὰ δαιμόνια. εἰ δὲ ἐγὼ ἐν 30Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι 31ἐκβάλλουσι; διὰ τοῦτο 32κριταὶ ὑμῶν αὐτοὶ ἔσονται. εἰ δὲ ἐν δακτύλῳ Θεοῦ 33ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν, ἐν εἰρήνῃ ἐστὶ τὰ ὑπάρχοντα αὐτοῦ· ἐπὰν δὲ 34ὁ ἰσχυρότερος αὐτοῦ ἐπελθὼν νικήσῃ αὐτόν, τὴν πανοπλίαν αὐτοῦ αἴρει ἐφ᾽ ᾗ ἐπεποίθει καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν. ὁ μὴ ὢν μετ᾽ ἐμοῦ κατ᾽ ἐμοῦ ἐστι, καὶ ὁ μὴ συνάγων μετ᾽ ἐμοῦ σκορπίζει.
An Unclean Spirit Returns
Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι᾽ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ μὴ εὑρίσκον 35λέγει, Ὑποστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον. καὶ ἐλθὸν εὑρίσκει 36σεσαρωμένον καὶ κεκοσμημένον. τότε πορεύεται καὶ παραλαμβάνει 37ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ 38ἐλθόντα κατοικεῖ ἐκεῖ· καὶ 39γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων.
True Blessedness
Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις 40γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ, Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας. αὐτὸς δὲ εἶπε, 41Μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες 42αὐτόν.
The Sign of Jonah
Τῶν δὲ ὄχλων ἐπαθροιζομένων ἤρξατο λέγειν, Ἡ γενεὰ αὕτη 43πονηρά ἐστι· σημεῖον 44ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ 45τοῦ προφήτου. καθὼς γὰρ ἐγένετο 46Ἰωνᾶς 47σημεῖον τοῖς Νινευΐταις, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου τῇ γενεᾷ 48ταύτῃ. βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτούς, ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν 49Σολομῶνος, καὶ ἰδού, πλεῖον Σολομῶνος ὧδε. ἄνδρες 50Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδού, πλεῖον Ἰωνᾶ ὧδε.
The Lamp of the Body
Οὐδεὶς 51δὲ λύχνον ἅψας εἰς 52κρυπτὴν τίθησιν 53οὐδὲ ὑπὸ τὸν μόδιον 54ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι τὸ 55φέγγος βλέπωσιν. ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ 56ὀφθαλμός. ὅταν 57οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, 58καὶ ὅλον τὸ σῶμά σου 59φωτεινόν ἐστιν· ἐπὰν δὲ πονηρὸς ᾖ, καὶ τὸ σῶμά σου 60σκοτεινόν. σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν. εἰ οὖν τὸ σῶμά σου ὅλον 61φωτεινόν, μὴ ἔχον 62τι μέρος 63σκοτεινόν, ἔσται 64φωτεινὸν ὅλον, ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε.
Woe to the Pharisees and Lawyers
Ἐν δὲ τῷ 65λαλῆσαι 66ἠρώτα αὐτὸν Φαρισαῖός 67τις ὅπως ἀριστήσῃ παρ᾽ αὐτῷ· εἰσελθὼν δὲ ἀνέπεσεν. ὁ δὲ Φαρισαῖος ἰδὼν ἐθαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου. εἶπε δὲ ὁ Κύριος πρὸς αὐτόν, Νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας. ἄφρονες, οὐχ ὁ ποιήσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν ἐποίησε; πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην, καὶ ἰδού, 68πάντα καθαρὰ ὑμῖν 69ἐστιν. 70
Ἀλλ᾽ οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον καὶ πᾶν λάχανον, καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ Θεοῦ· 71ταῦτα ἔδει ποιῆσαι κἀκεῖνα μὴ 72ἀφιέναι. οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς. οὐαὶ ὑμῖν, 73γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα, καὶ οἱ ἄνθρωποι 74περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν.
Ἀποκριθεὶς δέ τις τῶν νομικῶν λέγει αὐτῷ, Διδάσκαλε, ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις. ὁ δὲ εἶπε, Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί, ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα, καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις. οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν, οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς. ἄρα 75μαρτυρεῖτε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν, ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτούς, ὑμεῖς δὲ οἰκοδομεῖτε 76αὐτῶν τὰ μνημεῖα. διὰ τοῦτο καὶ ἡ σοφία τοῦ Θεοῦ εἶπεν, Ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσι καὶ 77ἐκδιώξουσιν, ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν τὸ 78ἐκχυνόμενον ἀπὸ καταβολῆς κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης, ἀπὸ 79τοῦ αἵματος Ἄβελ ἕως 80τοῦ αἵματος Ζαχαρίου τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου. ναί, λέγω ὑμῖν, ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης. οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ 81εἰσήλθετε καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε. 82
Λέγοντος δὲ αὐτοῦ 83ταῦτα πρὸς αὐτοὺς ἤρξαντο οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς 84ἐνέχειν καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειόνων, ἐνεδρεύοντες αὐτόν, 85ζητοῦντες θηρεῦσαί τι ἐκ τοῦ στόματος αὐτοῦ, 86ἵνα κατηγορήσωσιν αὐτοῦ.
Source notes (86)
- Footnote ιωαννης ¦ ιωανης ᴡʜ
- Footnote ημων ο εν τοις ουρανοις ¦ — ᴄᴛ
- Footnote ελθετω ¦ ελθατω ᴡʜ
- Footnote γενηθητω το θελημα σου ως εν ουρανω και επι της γης ¦ — ᴄᴛ
- Footnote αφιεμεν ¦ αφιομεν ᴄᴛ
- Footnote οφειλοντι ¦ τω οφειλοντι ᴀɴᴛ
- Footnote αλλα ρυσαι ημας απο του πονηρου ¦ — ᴄᴛ
- Footnote ειπη ¦ ερει ᴀɴᴛ
- Footnote φιλος ¦ φιλος μου ᴀɴᴛ ᴄᴛ ᴛʀ
- Footnote αυτου φιλον ¦ φιλον αυτου ᴄᴛ
- Footnote αναιδειαν ¦ αναιδιαν ᴡʜ
- Footnote οσον ¦ οσων ᴀɴᴛ ᴄᴛ ᴛʀ
- Footnote ανοιχθησεται ¦ ανοιγησεται ᴄᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
- Footnote υμων ¦ εξ υμων ᴀɴᴛ ᴄᴛ
- Footnote αρτον μη λιθον επιδωσει αυτω η και ιχθυν μη ¦ αρτον μη λιθον επιδωσει αυτω ει και ιχθυν μη ᴛʀ ¦ ιχθυν και ɴᴀ ꜱʙʟ ᴛʜ ¦ ιχθυν μη ᴡʜ
- Footnote επιδωσει αυτω ¦ αυτω επιδωσει ᴄᴛ
- Footnote εαν αιτηση ¦ εαν αιτησει ᴇʟᴢ ¦ αιτησει ᴄᴛ
- Footnote μη ¦ — ᴄᴛ
- Footnote πονηροι υπαρχοντες ¦ υπαρχοντες πονηροι ᴀɴᴛ
- Footnote δοματα αγαθα ¦ αγαθα δοματα ᴛʀ
- Footnote αγιον ¦ αγαθον ᴀɴᴛ
- Footnote και αυτο ην 93.7% ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ 1.6%
- Footnote εθαυμασαν ¦ εθαυμαζον ᴀɴᴛ
- Footnote ειπον ¦ ειπαν ᴡʜ
- Footnote βεελζεβουλ ¦ βεεζεβουλ ᴡʜ
- Footnote αρχοντι ¦ τω αρχοντι ᴀɴᴛ ᴄᴛ
- Footnote παρ αυτου εζητουν εξ ουρανου ¦ εξ ουρανου εζητουν παρ αυτου ᴄᴛ
- Footnote βεελζεβουλ ¦ βεεζεβουλ ᴡʜ
- Footnote εκβαλλειν με ¦ με εκβαλλειν ᴀɴᴛ
- Footnote βεελζεβουλ ¦ βεεζεβουλ ᴡʜ
- Footnote εκβαλλουσι ¦ εκβαλουσι ᴀɴᴛ
- Footnote κριται υμων αυτοι ¦ κριται αυτοι υμων ᴘᴄᴋ ¦ αυτοι κριται υμων ᴀɴᴛ ¦ αυτοι υμων κριται ᴄᴛ
- Footnote εκβαλλω ¦ εγω εκβαλλω ɴᴀ ᴡʜ
- Footnote ο ¦ — ᴄᴛ
- Footnote λεγει ¦ τοτε λεγει ɴᴀ ᴡʜ
- Footnote σεσαρωμενον ¦ σχολαζοντα σεσαρωμενον ᴡʜ
- Footnote επτα ετερα πνευματα πονηροτερα εαυτου ¦ ετερα πνευματα πονηροτερα εαυτου επτα ᴄᴛ
- Footnote ελθοντα ¦ εισελθοντα ᴀɴᴛ ᴄᴛ ᴛʀ
- Footnote γινεται ¦ γεινεται ᴛʜ
- Footnote γυνη φωνην ¦ φωνην γυνη ᴄᴛ
- Footnote μενουνγε ¦ μενουν ᴄᴛ
- Footnote αυτον ¦ — ᴄᴛ
- Footnote πονηρα ¦ γενεα πονηρα ᴀɴᴛ ᴄᴛ
- Footnote επιζητει ¦ ζητει ᴀɴᴛ ᴄᴛ
- Footnote του προφητου ¦ — ᴄᴛ
- Footnote ιωνας ¦ ο ιωνας ᴡʜ
- Footnote σημειον τοις νινευιταις ¦ τοις νινευιταις σημειον ɴᴀ ꜱʙʟ ¦ τοις νινευειταις σημειον ᴛʜ ᴡʜ
- Footnote ταυτη ¦ ταυτη σημειον ᴀɴᴛ
- Footnote σολομωνος … σολομωνος ¦ σολομωντος … σολομωντος ᴀɴᴛ ᴛʀ
- Footnote νινευιται ¦ νινευι ᴀɴᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ ¦ νινευη ʜꜰ ¦ νινευειται ᴛʜ ᴡʜ
- Footnote δε ¦ — ᴄᴛ
- Footnote κρυπτην ¦ κρυπτον ꜱᴄʀ ꜱᴛ
- Footnote ουδε υπο τον μοδιον ¦ — ᴛʜ
- Footnote αλλ ¦ αλλα ᴇʟᴢ
- Footnote φεγγος ¦ φως ɴᴀ ᴛʜ ᴡʜ
- Footnote οφθαλμος ¦ οφθαλμος σου ᴄᴛ
- Footnote ουν ¦ — ᴄᴛ
- Footnote και ¦ — ᴘᴄᴋ
- Footnote φωτεινον ¦ φωτινον ᴡʜ
- Footnote σκοτεινον ¦ σκοτινον ᴡʜ
- Footnote φωτεινον ¦ φωτινον ᴡʜ
- Footnote τι μερος ¦ μερος τι ᴄᴛ
- Footnote σκοτεινον ¦ σκοτινον ᴡʜ
- Footnote φωτεινον ¦ φωτινον ᴡʜ
- Footnote λαλησαι ¦ λαλησαι αυτον ταυτα ᴀɴᴛ
- Footnote ηρωτα ¦ ερωτα ᴄᴛ
- Footnote τις ¦ — ᴄᴛ
- Footnote παντα ¦ απαντα ᴀɴᴛ
- Footnote εστιν ¦ εσται ᴀɴᴛ
- Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote ταυτα ¦ ταυτα δε ᴀɴᴛ ᴄᴛ
- Footnote αφιεναι ¦ παρειναι ᴄᴛ
- Footnote γραμματεις και φαρισαιοι υποκριται ¦ — ᴄᴛ
- Footnote περιπατουντες ¦ οι περιπατουντες ᴄᴛ ᴛʀ
- Footnote μαρτυρειτε ¦ μαρτυρες εστε ᴄᴛ
- Footnote αυτων τα μνημεια 95.8% ¦ — ᴄᴛ 0.6%
- Footnote εκδιωξουσιν ¦ διωξουσιν ᴄᴛ
- Footnote εκχυνομενον ¦ εκκεχυμενον ᴄᴛ
- Footnote του ¦ — ᴄᴛ
- Footnote του ¦ — ᴄᴛ
- Footnote εισηλθετε ¦ εισηλθατε ᴄᴛ
- Footnote λεγοντος δε αυτου ταυτα προς αυτους ¦ κακειθεν εξελθοντος αυτου ᴄᴛ
- Footnote ταυτα προς αυτους ¦ προς αυτους ταυτα ᴀɴᴛ
- Footnote ενεχειν ¦ συνεχειν ᴘᴄᴋ
- Footnote ζητουντες ¦ και ζητουντες ᴛʀ ¦ — ᴄᴛ
- Footnote ινα κατηγορησωσιν αυτου ¦ — ᴄᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.