Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΛΟΥΚΑΝ 10

Jesus Sends Out the Seventy

Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ Κύριος 1καὶ ἑτέρους 2ἑβδομήκοντα καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ 3δύο πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ 4ἔμελλεν αὐτὸς ἔρχεσθαι. ἔλεγεν 5οὖν πρὸς αὐτούς, Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ Κυρίου τοῦ θερισμοῦ ὅπως 6ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. ὑπάγετε· ἰδού, 7ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων. μὴ βαστάζετε 8βαλλάντιον, μὴ πήραν, 9μηδὲ ὑποδήματα, καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε. εἰς ἣν δ᾽ ἂν 10οἰκίαν εἰσέρχησθε, πρῶτον λέγετε, Εἰρήνη τῷ οἴκῳ τούτῳ. καὶ ἐὰν 11ᾖ ἐκεῖ 12υἱὸς εἰρήνης, 13ἐπαναπαύσεται ἐπ᾽ αὐτὸν ἡ εἰρήνη ὑμῶν· εἰ δὲ μή γε, ἐφ᾽ ὑμᾶς 14ἀνακάμψει. ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε 15ἐσθίοντες καὶ πίνοντες τὰ παρ᾽ αὐτῶν, ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ 16ἐστι. μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν. καὶ εἰς ἣν 17ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν, καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς καὶ λέγετε αὐτοῖς, Ἤγγικεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. εἰς ἣν δ᾽ ἂν πόλιν 18εἰσέρχησθε καὶ μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε, Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν 19ἐκ τῆς πόλεως 20ὑμῶν ἀπομασσόμεθα ὑμῖν· πλὴν τοῦτο 21γινώσκετε, ὅτι ἤγγικεν 22ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. 23λέγω ὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται ἢ τῇ πόλει ἐκείνῃ.

Woe to the Unrepentant

Οὐαί σοι, 24Χοραζείν, οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ 25Σιδῶνι 26ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ 27καθήμεναι μετενόησαν. πλὴν Τύρῳ καὶ 28Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει ἢ ὑμῖν. καὶ σύ, 29Καπερναούμ, 30ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως 31ᾍδου 32καταβιβασθήσῃ.

Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με.

The Return of the Seventy

Ὑπέστρεψαν δὲ οἱ 33ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες, Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. εἶπε δὲ αὐτοῖς, Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. ἰδού, 34δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ 35ἀδικήσῃ. πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε 36δὲ ὅτι τὰ ὀνόματα ὑμῶν 37ἐγράφη ἐν τοῖς οὐρανοῖς.

Jesus Rejoices in the Spirit

Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο 38τῷ Πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν, Ἐξομολογοῦμαί σοι, πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. ναί, ὁ πατήρ, ὅτι οὕτως 39ἐγένετο εὐδοκία ἔμπροσθέν σου. 40καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς εἶπε, Πάντα 41μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς 42γινώσκει τίς ἐστιν ὁ υἱὸς εἰ μὴ ὁ πατήρ, καὶ τίς ἐστιν ὁ πατὴρ εἰ μὴ ὁ υἱὸς καὶ ᾧ 43ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι.

Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ᾽ ἰδίαν εἶπε, Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε. λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε καὶ οὐκ 44εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν.

The Parable of the Good Samaritan

Καὶ ἰδού, νομικός τις ἀνέστη ἐκπειράζων αὐτὸν 45καὶ λέγων, Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; ὁ δὲ εἶπε πρὸς αὐτόν, Ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης 46τῆς καρδίας σου καὶ 47ἐξ ὅλης τῆς ψυχῆς σου καὶ 48ἐξ ὅλης τῆς ἰσχύος σου καὶ 49ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς 50σεαυτόν. εἶπε δὲ αὐτῷ, Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ.

Ὁ δὲ θέλων 51δικαιοῦν ἑαυτὸν εἶπε πρὸς τὸν Ἰησοῦν, Καὶ τίς ἐστί μου πλησίον; ὑπολαβὼν 52δὲ ὁ Ἰησοῦς εἶπεν, Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς 53Ἱεριχὼ καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ἡμιθανῆ 54τυγχάνοντα. κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν. ὁμοίως δὲ καὶ 55Λευΐτης 56γενόμενος κατὰ τὸν τόπον ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθε. 57Σαμαρείτης δέ τις ὁδεύων ἦλθε κατ᾽ αὐτὸν καὶ ἰδὼν 58αὐτὸν ἐσπλαγχνίσθη, καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον. ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ. καὶ ἐπὶ τὴν αὔριον 59ἐξελθών, ἐκβαλὼν 60δύο δηνάρια ἔδωκε τῷ πανδοχεῖ καὶ εἶπεν 61αὐτῷ, Ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ τι ἂν προσδαπανήσῃς ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. τίς 62οὖν τούτων τῶν τριῶν 63πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; ὁ δὲ εἶπεν, Ὁ ποιήσας τὸ ἔλεος μετ᾽ αὐτοῦ. εἶπεν 64οὖν αὐτῷ ὁ Ἰησοῦς, Πορεύου καὶ σὺ ποίει ὁμοίως.

Jesus Visits Martha and Mary

65

Ἐγένετο δὲ ἐν τῷ πορεύεσθαι αὐτοὺς 66καὶ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά, γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν 67εἰς τὸν οἶκον αὐτῆς. καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη 68Μαρία, 69ἣ καὶ 70παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ 71Ἰησοῦ ἤκουε 72τὸν λόγον αὐτοῦ. ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε, Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με 73κατέλιπε διακονεῖν; 74εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. ἀποκριθεὶς δὲ 75εἶπεν αὐτῇ ὁ Ἰησοῦς, Μάρθα, Μάρθα, μεριμνᾷς καὶ 76τυρβάζῃ περὶ πολλά, 77ἑνὸς δέ ἐστι χρεία· 78Μαρία 79δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται 80ἀπ᾽ αὐτῆς.

Source notes (80)
  1. Footnote και ¦ — ɴᴀ ᴛʜ ᴡʜ
  2. Footnote εβδομηκοντα ¦ εβδομηκοντα δυο ɴᴀ ꜱʙʟ ᴡʜ
  3. Footnote δυο ¦ δυο δυο ɴᴀ ꜱʙʟ ᴡʜ
  4. Footnote εμελλεν ¦ ημελλεν ᴀɴᴛ ᴄᴛ
  5. Footnote ουν ¦ δε ᴄᴛ
  6. Footnote εκβαλη εργατας ¦ εκβαλλη εργατας ᴛʀ ¦ εργατας εκβαλη ᴄᴛ
  7. Footnote εγω ¦ — ᴄᴛ
  8. Footnote βαλλαντιον ¦ βαλαντιον ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
  9. Footnote μηδε ¦ μη ᴄᴛ ᴘᴄᴋ
  10. Footnote οικιαν εισερχησθε ¦ εισελθητε οικιαν ᴄᴛ
  11. Footnote η εκει ¦ μεν η εκει ᴘᴄᴋ ᴛʀ ¦ εκει η ɴᴀ ᴡʜ
  12. Footnote υιος ¦ ο υιος ᴇʟᴢ ꜱᴄʀ
  13. Footnote επαναπαυσεται ¦ επαναπαησεται ᴄᴛ
  14. Footnote ανακαμψει ¦ επανακαμψει ᴀɴᴛ
  15. Footnote εσθιοντες ¦ εσθοντες ᴡʜ
  16. Footnote εστι ¦ — ᴄᴛ
  17. Footnote αν ¦ δ αν ᴘᴄᴋ ᴛʀ
  18. Footnote εισερχησθε ¦ εισελθητε ᴄᴛ
  19. Footnote εκ ¦ απο ᴀɴᴛ
  20. Footnote υμων ¦ υμων εις τους ποδας ημων ᴀɴᴛ ¦ υμων εις τους ποδας ᴄᴛ
  21. Footnote γινωσκετε ¦ γεινωσκετε ᴛʜ
  22. Footnote εφ υμας ¦ — ᴄᴛ
  23. Footnote λεγω ¦ λεγω δε ᴀɴᴛ ᴛʀ
  24. Footnote χοραζειν ¦ χοραζιν ᴀɴᴛ ᴇʟᴢ ʜꜰ ɴᴀ ʀᴘ ꜱʙʟ ¦ χωραζιν ᴘᴄᴋ ꜱᴄʀ ꜱᴛ
  25. Footnote σιδωνι ¦ σειδωνι ᴛʜ
  26. Footnote εγενοντο ¦ εγενηθησαν ᴄᴛ
  27. Footnote καθημεναι ¦ καθημενοι ᴀɴᴛ ᴄᴛ
  28. Footnote σιδωνι ¦ σειδωνι ᴛʜ
  29. Footnote καπερναουμ ¦ καφαρναουμ ᴄᴛ
  30. Footnote η εως του ουρανου υψωθεισα ¦ μη εως ουρανου υψωθηση ᴄᴛ
  31. Footnote αδου ¦ του αδου ᴄᴛ
  32. Footnote καταβιβασθηση ¦ καταβηση ɴᴀ ᴡʜ
  33. Footnote εβδομηκοντα ¦ εβδομηκοντα δυο ɴᴀ ꜱʙʟ ᴡʜ
  34. Footnote διδωμι ¦ δεδωκα ᴄᴛ
  35. Footnote αδικηση ¦ αδικησει ᴇʟᴢ ꜱᴄʀ ᴡʜ
  36. Footnote δε ¦ δε μαλλον ᴛʀ
  37. Footnote εγραφη ¦ εγγεγραπται ɴᴀ ꜱʙʟ ¦ ενγεγραπται ᴛʜ ᴡʜ
  38. Footnote τω πνευματι ο ιησους 92.4% ¦ εν τω πνευματι τω αγιω ɴᴀ 0.2% ¦ τω πνευματι τω αγιω ꜱʙʟ ᴛʜ ᴡʜ 0.1%
  39. Footnote εγενετο ευδοκια ¦ ευδοκια εγενετο ᴄᴛ
  40. Footnote και στραφεις προς τους μαθητας ειπε 76.1% ¦ και στραφεις προς τους μαθητας αυτου ειπε ᴍꜱꜱ 11.8% ¦ — ᴄᴛ ᴇʟᴢ ꜱᴄʀ 9.5%
  41. Footnote μοι παρεδοθη ¦ παρεδοθη μοι ᴛʀ
  42. Footnote γινωσκει ¦ επιγινωσκει ᴀɴᴛ ¦ γεινωσκει ᴛʜ
  43. Footnote εαν ¦ αν ᴡʜ
  44. Footnote ειδον ¦ ειδαν ᴄᴛ
  45. Footnote και ¦ — ᴄᴛ
  46. Footnote της ¦ — ᴡʜ
  47. Footnote εξ ολης της ψυχης ¦ εν ολη τη ψυχη ᴄᴛ
  48. Footnote εξ ολης της ισχυος ¦ εν ολη τη ισχυι ᴄᴛ
  49. Footnote εξ ολης της διανοιας ¦ εν ολη τη διανοια ᴄᴛ
  50. Footnote σεαυτον ¦ εαυτον ᴀɴᴛ
  51. Footnote δικαιουν ¦ δικαιωσαι ᴄᴛ
  52. Footnote δε ¦ — ɴᴀ ᴛʜ ᴡʜ
  53. Footnote ιεριχω ¦ ιερειχω ᴛʜ ᴡʜ
  54. Footnote τυγχανοντα ¦ — ᴄᴛ
  55. Footnote λευιτης ¦ λευειτης ᴛʜ ᴡʜ
  56. Footnote γενομενος ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ
  57. Footnote σαμαρειτης ¦ σαμαριτης ɴᴀ ꜱʙʟ
  58. Footnote αυτον ¦ — ᴄᴛ
  59. Footnote εξελθων ¦ — ᴄᴛ
  60. Footnote δυο δηναρια εδωκε ¦ εδωκε δυο δηναρια ɴᴀ
  61. Footnote αυτω ¦ — ᴄᴛ
  62. Footnote ουν ¦ — ᴄᴛ
  63. Footnote πλησιον δοκει σοι ¦ δοκει σοι πλησιον ᴛʀ
  64. Footnote ουν ¦ δε ᴄᴛ
  65. Footnote εγενετο δε εν ¦ εν δε ᴄᴛ
  66. Footnote και ¦ — ᴄᴛ
  67. Footnote εις τον οικον αυτης 98.2% ¦ εις την οικιαν ᴛʜ ᴡʜ 0.5% ¦ — ɴᴀ ꜱʙʟ 0.2%
  68. Footnote μαρια ¦ μαριαμ ᴄᴛ
  69. Footnote η ¦ — ᴛʜ
  70. Footnote παρακαθισασα παρα ¦ παρακαθεσθεισα προς ᴄᴛ
  71. Footnote ιησου ¦ κυριου ɴᴀ ᴡʜ
  72. Footnote τον λογον ¦ των λογων ᴘᴄᴋ
  73. Footnote κατελιπε ¦ κατελειπε ʜꜰ ʀᴘ ꜱʙʟ ᴛʜ ᴡʜ
  74. Footnote ειπε ¦ ειπον ᴡʜ
  75. Footnote ειπεν αυτη ο ιησους ¦ ο ιησους ειπεν αυτη ᴘᴄᴋ ¦ ειπεν αυτη ο κυριος ᴄᴛ
  76. Footnote τυρβαζη ¦ θορυβαζη ᴄᴛ
  77. Footnote ενος δε εστι χρεια ¦ ολιγων δε εστι χρεια η ενος ꜱʙʟ ᴡʜ
  78. Footnote μαρια ¦ μαριαμ ᴄᴛ
  79. Footnote δε ¦ γαρ ᴄᴛ
  80. Footnote απ ¦ — ᴄᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.