Η Καινή Διαθήκη
ΚΑΤΑ ΛΟΥΚΑΝ 9
Jesus Sends Out the Twelve Apostles
Συγκαλεσάμενος δὲ τοὺς 2δώδεκα ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν, καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ ἰᾶσθαι 3τοὺς ἀσθενοῦντας, καὶ εἶπε πρὸς αὐτούς, Μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε 4ῥάβδους μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον μήτε 5ἀνὰ δύο χιτῶνας ἔχειν. καὶ εἰς ἣν 6ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε. καὶ ὅσοι 7ἐὰν μὴ 8δέξωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης 9καὶ τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν 10ἀποτινάξατε εἰς μαρτύριον ἐπ᾽ αὐτούς. ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.
Herod is Perplexed About Jesus
Ἤκουσε δὲ Ἡρῴδης ὁ 11τετράρχης τὰ 12γινόμενα 13ὑπ᾽ αὐτοῦ πάντα καὶ διηπόρει διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι 14Ἰωάννης 15ἐγήγερται ἐκ 16νεκρῶν, ὑπό τινων δὲ ὅτι 17Ἠλίας ἐφάνη, ἄλλων δὲ ὅτι προφήτης 18εἷς τῶν ἀρχαίων ἀνέστη. 19καὶ εἶπεν 20Ἡρῴδης, 21Ἰωάννην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὗτος περὶ οὗ 22ἐγὼ ἀκούω τοιαῦτα; καὶ ἐζήτει ἰδεῖν αὐτόν.
The Feeding of the Five Thousand
Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησε κατ᾽ ἰδίαν εἰς 23τόπον ἔρημον πόλεως καλουμένης 24Βηθσαϊδάν. οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ· καὶ 25δεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ Θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας 26ἰᾶτο.
Ἡ δὲ ἡμέρα ἤρξατο 27κλίνειν· προσελθόντες δὲ οἱ δώδεκα 28εἶπον αὐτῷ, Ἀπόλυσον τὸν ὄχλον, ἵνα 29ἀπελθόντες εἰς τὰς κύκλῳ κώμας καὶ 30τοὺς ἀγροὺς καταλύσωσι καὶ εὕρωσιν ἐπισιτισμόν, ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν. εἶπε δὲ πρὸς αὐτούς, Δότε αὐτοῖς 31ὑμεῖς φαγεῖν. οἱ δὲ 32εἶπον, Οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ 33πέντε ἄρτοι καὶ 34ἰχθύες δύο, εἰ μήτι πορευθέντες ἡμεῖς 35ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα. (ἦσαν γὰρ ὡσεὶ ἄνδρες 36πεντακισχίλιοι.) εἶπε δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ, Κατακλίνατε αὐτοὺς κλισίας 37ἀνὰ πεντήκοντα. καὶ ἐποίησαν οὕτω καὶ 38ἀνέκλιναν ἅπαντας. λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασε, καὶ ἐδίδου τοῖς μαθηταῖς 39παρατιθέναι τῷ ὄχλῳ. καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα.
Peter Declares That Jesus Is the Christ
Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον καταμόνας συνῆσαν αὐτῷ οἱ μαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων, Τίνα με 40λέγουσιν οἱ ὄχλοι εἶναι; οἱ δὲ ἀποκριθέντες 41εἶπον, 42Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ 43Ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη. εἶπε δὲ αὐτοῖς, Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; 44ἀποκριθεὶς δὲ Πέτρος εἶπε, Τὸν Χριστὸν τοῦ Θεοῦ.
Jesus Predicts His Death and Resurrection
Ὁ δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλε μηδενὶ 45εἰπεῖν τοῦτο, εἰπὼν ὅτι Δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ 46ἐγερθῆναι.
Ἔλεγε δὲ πρὸς πάντας, Εἴ τις θέλει ὀπίσω μου 47ἐλθεῖν, 48ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν 49αὐτοῦ καὶ ἀκολουθείτω μοι. ὃς γὰρ 50ἐὰν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν. τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσμον ὅλον ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς; ὃς γὰρ 51ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων. λέγω δὲ ὑμῖν ἀληθῶς, εἰσί τινες τῶν 52ὧδε 53ἑστώτων οἳ οὐ μὴ 54γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ.
The Transfiguration
Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτὼ 55καὶ παραλαβὼν 56Πέτρον καὶ 57Ἰωάννην καὶ Ἰάκωβον ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι. καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων. καὶ ἰδού, ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν 58Μωσῆς καὶ 59Ἠλίας, οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ ἣν 60ἔμελλε πληροῦν ἐν Ἱερουσαλήμ. ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ 61εἶδον τὴν δόξαν αὐτοῦ καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ. καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπ᾽ αὐτοῦ εἶπε 62Πέτρος πρὸς τὸν Ἰησοῦν, Ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν σκηνὰς τρεῖς, μίαν σοὶ καὶ 63μίαν Μωσῇ καὶ μίαν 64Ἠλίᾳ, μὴ εἰδὼς ὃ λέγει. ταῦτα δὲ αὐτοῦ λέγοντος ἐγένετο νεφέλη καὶ 65ἐπεσκίασεν αὐτούς· ἐφοβήθησαν δὲ ἐν τῷ 66ἐκείνους εἰσελθεῖν εἰς τὴν νεφέλην. καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου ὁ 67ἀγαπητός· αὐτοῦ ἀκούετε. καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν εὑρέθη 68Ἰησοῦς μόνος. καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν 69ἑωράκασιν.
Jesus Heals a Boy with an Unclean Spirit
Ἐγένετο δὲ 70ἐν τῇ ἑξῆς ἡμέρᾳ κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους συνήντησεν αὐτῷ ὄχλος πολύς. καὶ ἰδού, ἀνὴρ ἀπὸ τοῦ ὄχλου 71ἀνεβόησε λέγων, Διδάσκαλε, δέομαί σου 72ἐπιβλέψαι ἐπὶ τὸν υἱόν μου, ὅτι μονογενής 73ἐστί μοι· καὶ ἰδού, πνεῦμα λαμβάνει αὐτόν, καὶ 74ἐξαίφνης κράζει, καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ καὶ 75μόγις ἀποχωρεῖ ἀπ᾽ αὐτοῦ συντρῖβον αὐτόν. καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα 76ἐκβάλωσιν αὐτό, καὶ οὐκ ἠδυνήθησαν. ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν; προσάγαγε 77τὸν υἱόν σου ὧδε. ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν· ἐπετίμησε δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ. ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ Θεοῦ.
Jesus Predicts His Death a Second Time
Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς 78ἐποίησεν ὁ Ἰησοῦς, εἶπε πρὸς τοὺς μαθητὰς αὐτοῦ, Θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους· ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων. οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπ᾽ αὐτῶν ἵνα μὴ αἴσθωνται αὐτό, καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου.
True Greatness
Εἰσῆλθε δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν. ὁ δὲ Ἰησοῦς 79ἰδὼν τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν, ἐπιλαβόμενος 80παιδίου ἔστησεν αὐτὸ παρ᾽ ἑαυτῷ καὶ εἶπεν αὐτοῖς, Ὃς 81ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου ἐμὲ δέχεται, καὶ ὃς 82ἐὰν ἐμὲ δέξηται δέχεται τὸν ἀποστείλαντά με· ὁ γὰρ 83μικρότερος ἐν πᾶσιν 84ὑμῖν ὑπάρχων, οὗτος 85ἔσται μέγας.
Whoever Is Not Against Us Is for Us
Ἀποκριθεὶς δὲ 86ὁ 87Ἰωάννης εἶπεν, Ἐπιστάτα, 88εἴδομέν τινα 89ἐπὶ τῷ ὀνόματί σου ἐκβάλλοντα 90δαιμόνια καὶ 91ἐκωλύσαμεν αὐτόν, ὅτι οὐκ ἀκολουθεῖ μεθ᾽ ἡμῶν. 92καὶ εἶπε πρὸς αὐτὸν 93ὁ Ἰησοῦς, Μὴ 94κωλύετε, ὃς γὰρ οὐκ ἔστι καθ᾽ 95ἡμῶν, ὑπὲρ ἡμῶν ἐστιν.
A Samaritan Village Refuses to Receive Jesus
Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς 96ἀναλήψεως αὐτοῦ καὶ αὐτὸς 97τὸ πρόσωπον αὐτοῦ ἐστήριξε τοῦ πορεύεσθαι εἰς Ἱερουσαλήμ. καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου 98αὐτοῦ, καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην 99Σαμαρειτῶν, 100ὥστε ἑτοιμάσαι αὐτῷ. καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἱερουσαλήμ. ἰδόντες δὲ οἱ μαθηταὶ 101αὐτοῦ Ἰάκωβος καὶ 102Ἰωάννης 103εἶπον, Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ 104τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς, 105ὡς καὶ Ἠλίας ἐποίησε; στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς 106καὶ εἶπεν, Οὐκ οἴδατε οἵου πνεύματός ἐστε ὑμεῖς· 107ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε ψυχὰς ἀνθρώπων ἀπολέσαι ἀλλὰ σῶσαι. καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.
Would-Be Followers of Jesus
Ἐγένετο δὲ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέ τις πρὸς αὐτόν, Ἀκολουθήσω σοι ὅπου 109ἂν ἀπέρχῃ, 110Κύριε. καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν 111κλίνῃ. εἶπε δὲ πρὸς ἕτερον, Ἀκολούθει μοι. ὁ δὲ εἶπε, 112Κύριε, ἐπίτρεψόν μοι 113ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου. εἶπε δὲ αὐτῷ 114ὁ Ἰησοῦς, Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ Θεοῦ. εἶπε δὲ καὶ ἕτερος, Ἀκολουθήσω σοι, Κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου. εἶπε δὲ 115ὁ Ἰησοῦς πρὸς αὐτόν, Οὐδείς, ἐπιβαλὼν τὴν χεῖρα 116αὐτοῦ ἐπ᾽ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν 117εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.
Source notes (117)
- Footnote συγκαλεσαμενος ¦ συνκαλεσαμενος ᴡʜ
- Footnote δωδεκα ¦ δωδεκα μαθητας αυτου ᴀɴᴛ ᴛʀ
- Footnote τους ασθενουντας 97.3% ¦ τους ασθενεις ɴᴀ ꜱʙʟ ᴛʜ 1.3% ¦ — ᴡʜ 0.1%
- Footnote ραβδους ¦ ραβδον ᴄᴛ
- Footnote ανα 98.9% ¦ — ᴛʜ ᴡʜ 1%
- Footnote αν ¦ — ᴘᴄᴋ
- Footnote εαν ¦ αν ᴄᴛ ᴛʀ
- Footnote δεξωνται ¦ δεχωνται ᴄᴛ
- Footnote και ¦ — ᴄᴛ
- Footnote αποτιναξατε ¦ αποτινασσετε ɴᴀ ꜱʙʟ ᴡʜ ¦ αποτινασσατε ᴛʜ
- Footnote τετραρχης ¦ τετρααρχης ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote γινομενα ¦ γεινομενα ᴛʜ
- Footnote υπ αυτου ¦ — ᴄᴛ
- Footnote ιωαννης ¦ ιωανης ᴡʜ
- Footnote εγηγερται ¦ ηγερθη ᴄᴛ
- Footnote νεκρων ¦ των νεκρων ᴀɴᴛ
- Footnote ηλιας ¦ ηλειας ᴛʜ ᴡʜ
- Footnote εις ¦ τις ᴀɴᴛ ᴄᴛ
- Footnote και ειπεν ¦ ειπε δε ᴄᴛ
- Footnote ηρωδης ¦ ο ηρωδης ᴀɴᴛ ꜱʙʟ ᴛʀ ᴡʜ
- Footnote ιωαννην ¦ ιωανην ᴡʜ
- Footnote εγω ¦ — ᴄᴛ
- Footnote τοπον ερημον πολεως καλουμενης ¦ πολιν καλουμενην ᴄᴛ
- Footnote βηθσαιδαν ¦ βηθσαιδα ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ
- Footnote δεξαμενος ¦ αποδεξαμενος ᴄᴛ
- Footnote ιατο ¦ ιασατο ᴀɴᴛ
- Footnote κλινειν ¦ κλεινειν ᴛʜ
- Footnote ειπον ¦ ειπαν ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote απελθοντες ¦ πορευθεντες ᴀɴᴛ ᴄᴛ
- Footnote τους ¦ — ᴄᴛ
- Footnote υμεις φαγειν ¦ φαγειν υμεις ᴡʜ
- Footnote ειπον ¦ ειπαν ᴄᴛ
- Footnote πεντε αρτοι ¦ αρτοι πεντε ᴄᴛ
- Footnote ιχθυες δυο ¦ δυο ιχθυες ᴛʀ
- Footnote αγορασωμεν ¦ αγορασομεν ᴀɴᴛ ᴘᴄᴋ
- Footnote πεντακισχιλιοι ¦ πεντακισχειλιοι ᴛʜ
- Footnote ανα ¦ ωσει ανα ᴄᴛ
- Footnote ανεκλιναν ¦ κατεκλιναν ᴄᴛ
- Footnote παρατιθεναι ¦ παραθειναι ᴀɴᴛ ᴄᴛ
- Footnote λεγουσιν οι οχλοι ¦ οι οχλοι λεγουσιν ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote ειπον ¦ ειπαν ᴄᴛ
- Footnote ιωαννην ¦ ιωανην ᴡʜ
- Footnote ηλιαν ¦ ηλειαν ᴛʜ ᴡʜ
- Footnote αποκριθεις δε πετρος ¦ αποκριθεις δε ο πετρος ᴀɴᴛ ʜꜰ ʀᴘ ᴛʀ ¦ πετρος δε αποκριθεις ᴄᴛ
- Footnote ειπειν ¦ λεγειν ᴀɴᴛ ᴄᴛ
- Footnote εγερθηναι ¦ αναστηναι ʀᴘ
- Footnote ελθειν ¦ ερχεσθαι ᴀɴᴛ ᴄᴛ
- Footnote απαρνησασθω ¦ αρνησασθω ᴄᴛ
- Footnote αυτου ¦ αυτου καθ ημεραν ᴀɴᴛ ᴄᴛ ᴛʀ
- Footnote εαν ¦ αν ᴀɴᴛ ᴄᴛ ᴛʀ
- Footnote αν ¦ εαν ᴀɴᴛ
- Footnote ωδε ¦ αυτου ᴄᴛ
- Footnote εστωτων ¦ εστηκοτων ᴀɴᴛ ᴄᴛ ᴛʀ
- Footnote γευσωνται ¦ γευσονται ᴛʀ
- Footnote και ¦ — ᴛʜ ᴡʜ
- Footnote πετρον ¦ τον πετρον ᴀɴᴛ ᴛʀ
- Footnote ιωαννην ¦ ιωανην ᴡʜ
- Footnote μωσης ¦ μωυσης ᴀɴᴛ ᴄᴛ
- Footnote ηλιας ¦ ηλειας ᴛʜ ᴡʜ
- Footnote εμελλε ¦ ημελλε ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote ειδον ¦ ειδαν ᴡʜ
- Footnote πετρος ¦ ο πετρος ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ
- Footnote μιαν μωση ¦ μιαν μωσει ᴘᴄᴋ ¦ μωσει μιαν ᴛʀ ¦ μιαν μωυσει ᴀɴᴛ ᴄᴛ
- Footnote ηλια ¦ ηλεια ᴛʜ ᴡʜ
- Footnote επεσκιασεν ¦ επεσκιαζεν ᴄᴛ
- Footnote εκεινους εισελθειν ¦ εισελθειν εκεινους ᴀɴᴛ ¦ εισελθειν αυτους ᴄᴛ
- Footnote αγαπητος ¦ εκλελεγμενος ᴄᴛ
- Footnote ιησους ¦ ο ιησους ᴀɴᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
- Footnote εωρακασιν ¦ εωρακαν ᴄᴛ
- Footnote εν ¦ — ᴄᴛ
- Footnote ανεβοησε ¦ εβοησε ᴄᴛ
- Footnote επιβλεψαι ¦ επιβλεψον ᴀɴᴛ ᴘᴄᴋ ᴛʀ
- Footnote εστι μοι ¦ μοι εστι ᴀɴᴛ ᴄᴛ
- Footnote εξαιφνης ¦ εξεφνης ᴡʜ
- Footnote μογις ¦ μολις ᴡʜ
- Footnote εκβαλωσιν ¦ εκβαλλωσιν ᴛʀ
- Footnote τον υιον σου ωδε ¦ ωδε τον υιον σου ᴄᴛ ᴛʀ
- Footnote εποιησεν ο ιησους ¦ εποιει ᴄᴛ
- Footnote ιδων ¦ ειδως ᴄᴛ
- Footnote παιδιου ¦ παιδιον ᴄᴛ
- Footnote εαν ¦ αν ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote εαν ¦ αν ᴄᴛ
- Footnote μικροτερος ¦ μεικροτερος ᴛʜ
- Footnote υμιν ¦ υμων ᴘᴄᴋ
- Footnote εσται ¦ εστι ᴀɴᴛ ᴄᴛ
- Footnote ο ¦ — ᴄᴛ
- Footnote ιωαννης ¦ ιωανης ᴡʜ
- Footnote ειδομεν ¦ ειδαμεν ᴡʜ
- Footnote επι ¦ εν ᴄᴛ
- Footnote δαιμονια ¦ τα δαιμονια ᴛʀ
- Footnote εκωλυσαμεν ¦ εκωλυομεν ᴄᴛ
- Footnote και ειπε ¦ ειπε δε ᴄᴛ
- Footnote ο ¦ — ᴡʜ
- Footnote κωλυετε ¦ κωλυετε ου γαρ εστι καθ υμων ᴀɴᴛ
- Footnote ημων υπερ ημων ¦ υμων υπερ υμων ᴀɴᴛ ᴄᴛ
- Footnote αναληψεως ¦ αναλημψεως ᴄᴛ
- Footnote το προσωπον αυτου εστηριξε ¦ εστηριξε το προσωπον αυτου ᴀɴᴛ ¦ το προσωπον εστηρισε ᴄᴛ
- Footnote αυτου ¦ εαυτου ᴘᴄᴋ
- Footnote σαμαρειτων ¦ σαμαριτων ɴᴀ ꜱʙʟ
- Footnote ωστε ¦ ως ᴄᴛ
- Footnote αυτου ¦ — ᴄᴛ
- Footnote ιωαννης ¦ ιωανης ᴡʜ
- Footnote ειπον ¦ ειπαν ᴄᴛ
- Footnote του ¦ — ᴀɴᴛ
- Footnote ως και ηλιας εποιησε 96.8% ¦ — ᴄᴛ 1%
- Footnote και ειπεν ουκ οιδατε οιου πνευματος εστε υμεις 43.8% ¦ και ειπεν ουκ οιδατε οιου πνευματος εστε ᴍꜱꜱ 10.7% ¦ και ειπεν ουκ οιδατε ποιου πνευματος εστε υμεις ᴀɴᴛ 9.6% ¦ — ᴄᴛ 24.8%
- Footnote ο γαρ υιος του ανθρωπου ουκ ηλθε ψυχας ανθρωπων απολεσαι αλλα σωσαι 50.7% ¦ ο υιος του ανθρωπου ουκ ηλθε ψυχας ανθρωπων απολεσαι αλλα σωσαι ᴀɴᴛ 10.4% ¦ ο υιος του ανθρωπου ουκ ηλθε ψυχας ανθρωπων αποκτεναι αλλα σωσαι ᴍꜱꜱ 7.2% ¦ — ᴄᴛ 25.9%
- Footnote εγενετο δε ¦ και ᴄᴛ
- Footnote αν ¦ εαν ᴀɴᴛ ᴄᴛ
- Footnote κυριε ¦ — ᴄᴛ
- Footnote κλινη ¦ κλεινη ᴛʜ
- Footnote κυριε ¦ — ᴡʜ
- Footnote απελθοντι πρωτον ¦ πρωτον απελθοντι ᴛʜ ᴡʜ
- Footnote ο ιησους ¦ — ᴄᴛ
- Footnote ο ιησους προς αυτον ¦ προς αυτον ο ιησους ɴᴀ ᴛʜ ᴛʀ ᴡʜ ¦ ο ιησους ꜱʙʟ
- Footnote αυτου ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote εις την βασιλειαν ¦ τη βασιλεια ᴄᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.