Η Καινή Διαθήκη
ΚΑΤΑ ΛΟΥΚΑΝ 8
Some Women Accompany Jesus
Καὶ ἐγένετο ἐν τῷ καθεξῆς καὶ αὐτὸς διώδευε κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ οἱ δώδεκα σὺν αὐτῷ, καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι 1ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία ἡ καλουμένη Μαγδαληνή, ἀφ᾽ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει, καὶ 2Ἰωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου καὶ 3Σουσάννα καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουν 4αὐτοῖς 5ἀπὸ τῶν ὑπαρχόντων αὐταῖς.
The Parable of the Sower
Συνιόντος δὲ ὄχλου πολλοῦ καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτὸν εἶπε διὰ παραβολῆς, Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδὸν καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό. καὶ ἕτερον 6ἔπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα. καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ 7συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό. καὶ ἕτερον ἔπεσεν 8εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησε καρπὸν ἑκατονταπλασίονα. ταῦτα λέγων ἐφώνει, Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
The Purpose of Speaking in Parables
Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ 9λέγοντες, Τίς 10εἴη ἡ παραβολὴ αὕτη; ὁ δὲ εἶπεν, Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσι καὶ ἀκούοντες μὴ συνιῶσιν.
The Parable of the Sower Explained
Ἔστι δὲ αὕτη ἡ παραβολή· ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ Θεοῦ. οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ 11ἀκούοντες, εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν. οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅταν ἀκούσωσι μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσι καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται. τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι 12συμπνίγονται καὶ οὐ τελεσφοροῦσι. τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κατέχουσι καὶ καρποφοροῦσιν ἐν 13ὑπομονῇ.
A Lamp Under a Container
Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω 14κλίνης τίθησιν, ἀλλ᾽ ἐπὶ λυχνίας 15ἐπιτίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι τὸ φῶς. οὐ γάρ ἐστι κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται· οὐδὲ ἀπόκρυφον ὃ οὐ 16γνωσθήσεται καὶ εἰς φανερὸν ἔλθῃ. βλέπετε οὖν πῶς ἀκούετε· ὃς 17γὰρ ἐὰν ἔχῃ, δοθήσεται αὐτῷ· καὶ ὃς 18ἐὰν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾽ αὐτοῦ.
Jesus’ Mother and Brothers
Παρεγένοντο δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ 20ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον. 21καὶ ἀπηγγέλη αὐτῷ 22λεγόντων, Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν 23σε θέλοντες. ὁ δὲ ἀποκριθεὶς εἶπε πρὸς αὐτούς, Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν, οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες 24αὐτόν.
Jesus Calms a Storm
Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ εἶπε πρὸς αὐτούς, Διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης· καὶ ἀνήχθησαν. πλεόντων δὲ αὐτῶν ἀφύπνωσε. καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο καὶ ἐκινδύνευον. 26προσελθόντες δὲ διήγειραν αὐτὸν λέγοντες, Ἐπιστάτα, ἐπιστάτα, ἀπολλύμεθα. ὁ δὲ 27ἐγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος· καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη. εἶπε δὲ αὐτοῖς, Ποῦ 28ἐστιν ἡ πίστις ὑμῶν; φοβηθέντες δὲ ἐθαύμασαν λέγοντες πρὸς ἀλλήλους, Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ;
Jesus Heals a Demon-Possessed Man
Καὶ 29κατέπλευσαν εἰς τὴν χώραν τῶν 30Γαδαρηνῶν, ἥτις ἐστὶν 31ἀντίπερα τῆς Γαλιλαίας. ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν, ὑπήντησεν 32αὐτῷ ἀνήρ τις ἐκ τῆς πόλεως, 33ὃς εἶχε δαιμόνια 34ἐκ χρόνων ἱκανῶν, καὶ 35ἱμάτιον οὐκ ἐνεδιδύσκετο καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν ἀλλ᾽ ἐν τοῖς μνήμασιν. ἰδὼν δὲ τὸν Ἰησοῦν 36καὶ ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπε, Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή με βασανίσῃς. 37παρήγγειλε γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ 38ἐδεσμεῖτο ἁλύσεσι καὶ πέδαις φυλασσόμενος, καὶ 39διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο 40ὑπὸ τοῦ 41δαίμονος εἰς τὰς ἐρήμους. ἐπηρώτησε δὲ αὐτὸν ὁ Ἰησοῦς 42λέγων, Τί σοί 43ἐστιν ὄνομα; ὁ δὲ εἶπε, 44Λεγεών, ὅτι 45δαιμόνια πολλὰ εἰσῆλθεν εἰς αὐτόν. καὶ 46παρεκάλει αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν.
Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν 47βοσκομένων ἐν τῷ ὄρει· καὶ 48παρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς. ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου 49εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη.
Ἰδόντες δὲ οἱ βόσκοντες τὸ 50γεγενημένον ἔφυγον 51καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονός, καὶ 52ἦλθον πρὸς τὸν Ἰησοῦν καὶ 53εὗρον καθήμενον τὸν ἄνθρωπον ἀφ᾽ οὗ τὰ δαιμόνια 54ἐξεληλύθει ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐφοβήθησαν. ἀπήγγειλαν δὲ αὐτοῖς 55καὶ οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς. καὶ 56ἠρώτησαν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν 57Γαδαρηνῶν ἀπελθεῖν ἀπ᾽ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς εἰς 58τὸ πλοῖον ὑπέστρεψεν. 59ἐδέετο δὲ αὐτοῦ ὁ ἀνὴρ ἀφ᾽ οὗ ἐξεληλύθει τὰ δαιμόνια εἶναι σὺν αὐτῷ· ἀπέλυσε δὲ αὐτὸν 60ὁ Ἰησοῦς λέγων, Ὑπόστρεφε εἰς τὸν οἶκόν σου καὶ διηγοῦ ὅσα 61ἐποίησέ σοι ὁ Θεός. καὶ ἀπῆλθε καθ᾽ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.
A Girl Restored to Life and a Woman Healed
Ἐγένετο δὲ ἐν τῷ 63ὑποστρέψαι τὸν Ἰησοῦν ἀπεδέξατο αὐτὸν ὁ ὄχλος, ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν. καὶ ἰδού, ἦλθεν ἀνὴρ ᾧ ὄνομα 64Ἰάειρος, καὶ 65αὐτὸς ἄρχων τῆς συναγωγῆς ὑπῆρχε· καὶ πεσὼν παρὰ τοὺς πόδας 66τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα, καὶ 67αὕτη ἀπέθνῃσκεν.
Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν. καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις 68ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν 69ὑπ᾽ οὐδενὸς θεραπευθῆναι, προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. καὶ εἶπεν ὁ Ἰησοῦς, Τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος 70καὶ οἱ μετ᾽ αὐτοῦ, Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι, 71καὶ λέγεις, Τίς ὁ ἁψάμενός μου; ὁ δὲ Ἰησοῦς εἶπεν, Ἥψατό μού τις, ἐγὼ γὰρ ἔγνων δύναμιν 72ἐξελθοῦσαν ἀπ᾽ ἐμοῦ. ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε καὶ προσπεσοῦσα αὐτῷ, δι᾽ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν 73αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. ὁ δὲ εἶπεν αὐτῇ, 74Θάρσει, 75θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.
Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων 76αὐτῷ ὅτι Τέθνηκεν ἡ θυγάτηρ σου· 77μὴ σκύλλε τὸν διδάσκαλον. ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ 78λέγων, Μὴ φοβοῦ· μόνον 79πίστευε, καὶ σωθήσεται. 80ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν 81οὐδένα εἰ μὴ Πέτρον καὶ 82Ἰωάννην καὶ Ἰάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα. ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. ὁ δὲ εἶπε, Μὴ κλαίετε· 83οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει. καὶ κατεγέλων αὐτοῦ εἰδότες ὅτι ἀπέθανεν. αὐτὸς δὲ 84ἐκβαλὼν ἔξω πάντας καὶ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησε λέγων, Ἡ παῖς, 85ἐγείρου. καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς, ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.
Source notes (85)
- Footnote απο ¦ απο νοσων και μαστιγων και ᴀɴᴛ
- Footnote ιωαννα ¦ ιωανα ᴡʜ
- Footnote σουσαννα ¦ σωσαννα ʜꜰ ᴘᴄᴋ
- Footnote αυτοις ¦ αυτω ᴀɴᴛ ᴘᴄᴋ ᴛʀ
- Footnote απο ¦ εκ ᴄᴛ
- Footnote επεσεν ¦ κατεπεσεν ᴄᴛ
- Footnote συμφυεισαι ¦ συνφυεισαι ᴛʜ ᴡʜ
- Footnote εις ¦ επι ᴛʀ
- Footnote λεγοντες ¦ — ᴄᴛ
- Footnote ειη η παραβολη αυτη ¦ αυτη ειη η παραβολη ᴄᴛ
- Footnote ακουοντες ¦ ακουσαντες ᴀɴᴛ ᴄᴛ
- Footnote συμπνιγονται ¦ συνπνιγονται ᴛʜ ᴡʜ
- Footnote υπομονη ¦ υπομονη ταυτα λεγων εφωνει ο εχων ωτα ακουειν ακουετω ουδεις ᴘᴄᴋ
- Footnote κλινης ¦ κλεινης ᴛʜ
- Footnote επιτιθησιν ¦ τιθησιν ᴄᴛ
- Footnote γνωσθησεται ¦ μη γνωσθη ᴄᴛ
- Footnote γαρ εαν ¦ γαρ αν ᴛʀ ¦ αν γαρ ᴄᴛ
- Footnote εαν ¦ αν ᴄᴛ ᴛʀ
- Footnote παρεγενοντο ¦ παρεγενετο ᴄᴛ
- Footnote ηδυναντο ¦ εδυναντο ᴘᴄᴋ
- Footnote και απηγγελη ¦ απηγγελη δε ᴄᴛ
- Footnote λεγοντων ¦ — ᴄᴛ
- Footnote σε θελοντες ¦ θελοντες σε ɴᴀ ᴛʜ ᴡʜ
- Footnote αυτον ¦ — ᴄᴛ
- Footnote και εγενετο ¦ εγενετο δε ᴄᴛ
- Footnote προσελθοντες δε ¦ και προσελθοντες ᴘᴄᴋ
- Footnote εγερθεις ¦ διεγερθεις ᴄᴛ
- Footnote εστιν ¦ — ᴄᴛ
- Footnote κατεπλευσαν ¦ κατεπλευσεν ᴀɴᴛ
- Footnote γαδαρηνων ¦ γερασηνων ᴄᴛ
- Footnote αντιπερα ¦ αντιπεραν ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
- Footnote αυτω ¦ — ᴄᴛ
- Footnote ος ειχε ¦ εχων ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote εκ χρονων ικανων και 97.9% ¦ και χρονω ικανω ᴄᴛ 0.8%
- Footnote ιματιον ουκ ενεδιδυσκετο ¦ ουκ ενεδυσατο ιματιον ᴄᴛ
- Footnote και ¦ — ᴄᴛ
- Footnote παρηγγειλε ¦ παρηγγελλε ꜱʙʟ ꜱᴛ ᴡʜ
- Footnote εδεσμειτο ¦ εδεσμευετο ᴄᴛ
- Footnote διαρρησσων ¦ διαρησσων ᴛʜ ᴡʜ
- Footnote υπο ¦ απο ᴡʜ
- Footnote δαιμονος ¦ δαιμονιου ᴄᴛ
- Footnote λεγων ¦ — ᴄᴛ
- Footnote εστιν ονομα ¦ ονομα εστιν ᴄᴛ
- Footnote λεγεων ¦ λεγιων ᴄᴛ
- Footnote δαιμονια πολλα εισηλθεν ¦ εισηλθε δαιμονια πολλα ᴄᴛ
- Footnote παρεκαλει ¦ παρεκαλουν ᴄᴛ ꜱᴄʀ
- Footnote βοσκομενων ¦ βοσκομενη ᴄᴛ
- Footnote παρεκαλουν ¦ παρεκαλεσαν ᴄᴛ
- Footnote εισηλθον ¦ εισηλθεν ᴛʀ
- Footnote γεγενημενον ¦ γεγονος ᴄᴛ
- Footnote και ¦ και απελθοντες ᴛʀ
- Footnote ηλθον ¦ ηλθαν ᴡʜ
- Footnote ευρον ¦ ευραν ᴡʜ
- Footnote εξεληλυθει ¦ εξηλθεν ᴄᴛ
- Footnote και ¦ — ᴀɴᴛ ᴄᴛ
- Footnote ηρωτησαν ¦ ηρωτησεν ᴄᴛ
- Footnote γαδαρηνων ¦ γερασηνων ᴄᴛ
- Footnote το ¦ — ᴄᴛ
- Footnote εδεετο ¦ εδειτο ᴄᴛ
- Footnote ο ιησους ¦ — ᴄᴛ
- Footnote εποιησε σοι ¦ σοι εποιησεν ᴄᴛ
- Footnote εγενετο δε εν ¦ εν δε ᴄᴛ
- Footnote υποστρεψαι ¦ υποστρεφειν ᴄᴛ
- Footnote ιαειρος ¦ ιαιρος ɴᴀ ꜱʙʟ
- Footnote αυτος ¦ ουτος ᴄᴛ
- Footnote του ¦ — ᴛʜ ᴡʜ
- Footnote αὕτη ¦ αὐτὴ ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote ιατροις … βιον ¦ εις ιατρους … βιον ᴛʀ ¦ ιατροις … βιον αυτης ᴛʜ ¦ — ᴡʜ
- Footnote υπ ¦ απ ᴄᴛ
- Footnote και οι μετ αυτου ¦ και οι συν αυτω ᴀɴᴛ ᴛʜ ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote και λεγεις τις ο αψαμενος μου ¦ — ᴄᴛ
- Footnote εξελθουσαν ¦ εξεληλυθυιαν ᴄᴛ
- Footnote αυτω ¦ — ᴄᴛ
- Footnote θαρσει ¦ — ᴄᴛ
- Footnote θυγατερ ¦ θυγατηρ ᴄᴛ
- Footnote αυτω ¦ — ᴄᴛ
- Footnote μη ¦ μηκετι ᴄᴛ
- Footnote λεγων ¦ — ᴄᴛ
- Footnote πιστευε ¦ πιστευσον ᴄᴛ
- Footnote ελθων ¦ εισελθων ᴛʀ
- Footnote ουδενα ¦ τινα συν αυτω ᴄᴛ
- Footnote ιωαννην και ιακωβον ¦ ιακωβον και ιωαννην ᴛʀ ¦ ιωανην και ιακωβον ᴡʜ
- Footnote ουκ 88.5% ¦ ου γαρ ᴄᴛ 11.3%
- Footnote εκβαλων εξω παντας και ¦ — ᴄᴛ
- Footnote εγειρου ¦ εγειρε ᴄᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.