Η Καινή Διαθήκη
ΚΑΤΑ ΛΟΥΚΑΝ 7
Jesus Heals a Centurion’s Servant
Ἐπεὶ δὲ ἐπλήρωσε πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς 2Καπερναούμ. ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων 3ἔμελλε τελευτᾶν, ὃς ἦν αὐτῷ ἔντιμος. ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ ἀπέστειλε πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ. οἱ δὲ παραγενόμενοι πρὸς τὸν Ἰησοῦν παρεκάλουν αὐτὸν σπουδαίως λέγοντες ὅτι Ἄξιός ἐστιν ᾧ 4παρέξει τοῦτο, ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν. ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψε 5πρὸς αὐτὸν ὁ ἑκατόνταρχος φίλους λέγων αὐτῷ, Κύριε, μὴ σκύλλου, οὐ γάρ 6εἰμι ἱκανὸς ἵνα 7ὑπὸ τὴν στέγην μου εἰσέλθῃς· διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρός σε ἐλθεῖν· 8ἀλλ᾽ εἰπὲ λόγῳ, καὶ 9ἰαθήσεται ὁ παῖς μου. καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ᾽ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, Πορεύθητι, καὶ πορεύεται· καὶ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται· καὶ τῷ δούλῳ μου, Ποίησον τοῦτο, καὶ ποιεῖ. ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπε, Λέγω ὑμῖν, 10οὔτε ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. καὶ ὑποστρέψαντες 11οἱ πεμφθέντες εἰς τὸν οἶκον εὗρον τὸν 12ἀσθενοῦντα δοῦλον ὑγιαίνοντα.
Jesus Raises a Widow’s Son
Καὶ ἐγένετο ἐν 13τῇ ἑξῆς 14ἐπορεύετο εἰς πόλιν καλουμένην Ναΐν, καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ 15ἱκανοὶ καὶ ὄχλος πολύς. ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδού, ἐξεκομίζετο τεθνηκώς, 16υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ (καὶ 17αὐτὴ 18χήρα), καὶ ὄχλος τῆς πόλεως ἱκανὸς 19σὺν αὐτῇ. καὶ ἰδὼν αὐτὴν ὁ Κύριος ἐσπλαγχνίσθη ἐπ᾽ αὐτῇ καὶ εἶπεν αὐτῇ, Μὴ κλαῖε. καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν. καὶ εἶπε, Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. ἔλαβε δὲ φόβος 20πάντας, καὶ ἐδόξαζον τὸν Θεὸν λέγοντες ὅτι Προφήτης μέγας 21ἐγήγερται ἐν ἡμῖν, καὶ ὅτι Ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ. καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ καὶ 22ἐν πάσῃ τῇ περιχώρῳ.
Messengers from John the Baptist
Καὶ ἀπήγγειλαν 23Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ 24Ἰωάννης ἔπεμψε πρὸς τὸν 25Ἰησοῦν λέγων, Σὺ εἶ ὁ ἐρχόμενος ἢ 26ἄλλον προσδοκῶμεν; παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες 27εἶπον, 28Ἰωάννης ὁ βαπτιστὴς 29ἀπέσταλκεν ἡμᾶς πρός σε λέγων, Σὺ εἶ ὁ ἐρχόμενος ἢ 30ἄλλον προσδοκῶμεν; ἐν 31αὐτῇ δὲ τῇ ὥρᾳ ἐθεράπευσε πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο 32τὸ βλέπειν. καὶ ἀποκριθεὶς 33ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Πορευθέντες ἀπαγγείλατε 34Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· 35ὅτι τυφλοὶ ἀναβλέπουσι, 36χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται, 37κωφοὶ ἀκούουσι, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται· καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.
Ἀπελθόντων δὲ τῶν 38ἀγγέλων 39Ἰωάννου ἤρξατο λέγειν 40τοῖς ὄχλοις περὶ 41Ἰωάννου, Τί 42ἐξεληλύθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; ἀλλὰ τί 43ἐξεληλύθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδού, οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν. ἀλλὰ τί 44ἐξεληλύθατε ἰδεῖν; προφήτην; ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. οὗτός ἐστι περὶ οὗ γέγραπται,
Ἰδού, 45ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου,
ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.
λέγω 46γὰρ ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν 47προφήτης 48Ἰωάννου τοῦ βαπτιστοῦ οὐδείς ἐστιν· ὁ δὲ 49μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ μείζων αὐτοῦ ἐστι. (καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν Θεόν, βαπτισθέντες τὸ βάπτισμα 50Ἰωάννου· οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ Θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ᾽ αὐτοῦ.) 51
Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι; ὅμοιοί εἰσι παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις 52καὶ λέγουσιν,
Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε·
ἐθρηνήσαμεν 53ὑμῖν, καὶ οὐκ ἐκλαύσατε.
ἐλήλυθε γὰρ 54Ἰωάννης ὁ βαπτιστὴς 55μήτε ἄρτον ἐσθίων μήτε 56οἶνον πίνων, καὶ λέγετε, Δαιμόνιον ἔχει. ἐλήλυθεν ὁ υἱὸς τοῦ ἀνθρώπου 57ἐσθίων καὶ πίνων, καὶ λέγετε, Ἰδού, ἄνθρωπος φάγος καὶ οἰνοπότης, 58φίλος τελωνῶν καὶ ἁμαρτωλῶν. καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ 59τῶν τέκνων αὐτῆς πάντων.
Jesus Forgives a Sinful Woman
Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ᾽ αὐτοῦ, καὶ εἰσελθὼν εἰς 60τὴν οἰκίαν τοῦ Φαρισαίου 61ἀνεκλίθη. καὶ ἰδού, γυνὴ 62ἐν τῇ πόλει ἥτις ἦν ἁμαρτωλὸς 63ἐπιγνοῦσα ὅτι 64ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου καὶ στᾶσα 65παρὰ τοὺς πόδας αὐτοῦ ὀπίσω κλαίουσα 66ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσι, καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμασσε, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφε τῷ μύρῳ. ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων, Οὗτος εἰ ἦν 67προφήτης 68ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστι. καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς αὐτόν, Σίμων, ἔχω σοί τι εἰπεῖν. ὁ δέ 69φησι, Διδάσκαλε, εἰπέ. Δύο 70χρεωφειλέται ἦσαν 71δανειστῇ τινι· ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. μὴ ἐχόντων 72δὲ αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο. τίς οὖν αὐτῶν, 73εἰπέ, πλεῖον 74αὐτὸν ἀγαπήσει; ἀποκριθεὶς 75δὲ 76ὁ Σίμων εἶπεν, Ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. ὁ δὲ εἶπεν αὐτῷ, Ὀρθῶς ἔκρινας. καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη, Βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ 77ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέ μου τοὺς πόδας καὶ ταῖς θριξὶ 78τῆς κεφαλῆς αὐτῆς ἐξέμαξε. φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφ᾽ ἧς 79εἰσῆλθον οὐ διέλιπε καταφιλοῦσά μου τοὺς πόδας. ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψέ 80μου τοὺς πόδας. οὗ χάριν λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησε πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. εἶπε δὲ αὐτῇ, Ἀφέωνταί σου αἱ ἁμαρτίαι. καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς, Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν; εἶπε δὲ πρὸς τὴν γυναῖκα, Ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.
Source notes (80)
- Footnote επει δε ¦ επειδη ᴄᴛ
- Footnote καπερναουμ ¦ καφαρναουμ ᴄᴛ
- Footnote εμελλε ¦ ημελλε ᴀɴᴛ ᴄᴛ ᴛʀ
- Footnote παρεξει ¦ παρεξη ᴄᴛ
- Footnote προς αυτον ο εκατονταρχος φιλους ¦ φιλους ο εκατονταρχης ᴄᴛ
- Footnote ειμι ικανος ¦ ικανος ειμι ᴄᴛ
- Footnote υπο την στεγην μου ¦ μου υπο την στεγην ʜꜰ ᴘᴄᴋ
- Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴛʀ ᴡʜ
- Footnote ιαθησεται ¦ ιαθητω ᴄᴛ
- Footnote ουτε ¦ ουδε ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ
- Footnote οι πεμφθεντες εις τον οικον ¦ εις τον οικον οι πεμφθεντες ᴄᴛ
- Footnote ασθενουντα ¦ — ᴄᴛ
- Footnote τη ¦ τω ᴀɴᴛ ᴄᴛ ʜꜰ ʀᴘ
- Footnote επορευετο ¦ επορευθη ᴄᴛ
- Footnote ικανοι 98.1% ¦ — ᴄᴛ 1.1%
- Footnote υιος μονογενης ¦ μονογενης υιος ᴄᴛ
- Footnote αὐτὴ ¦ αὕτη ᴀɴᴛ ᴛʀ
- Footnote χηρα ¦ ην χηρα ᴀɴᴛ ᴄᴛ ꜱᴄʀ ꜱᴛ
- Footnote συν ¦ ην συν ᴀɴᴛ ᴄᴛ ᴇʟᴢ ꜱᴄʀ
- Footnote παντας ¦ απαντας ᴛʀ
- Footnote εγηγερται ¦ ηγερθη ᴄᴛ
- Footnote εν ¦ — ᴄᴛ
- Footnote ιωαννη ¦ ιωαννει ᴛʜ ¦ ιωανει ᴡʜ
- Footnote ιωαννης ¦ ιωανης ᴡʜ
- Footnote ιησουν ¦ κυριον ᴄᴛ
- Footnote αλλον ¦ ετερον ᴀɴᴛ ᴛʜ ᴡʜ
- Footnote ειπον ¦ ειπαν ᴄᴛ
- Footnote ιωαννης ¦ ιωανης ᴡʜ
- Footnote απεσταλκεν ¦ απεστειλεν ᴄᴛ
- Footnote αλλον ¦ ετερον ᴀɴᴛ
- Footnote αυτη δε ¦ εκεινη ᴄᴛ
- Footnote το ¦ — ᴄᴛ
- Footnote ο ιησους ¦ — ᴄᴛ
- Footnote ιωαννη ¦ ιωαννει ᴛʜ ¦ ιωανει ᴡʜ
- Footnote οτι ¦ — ᴀɴᴛ ᴄᴛ
- Footnote χωλοι ¦ και χωλοι ᴀɴᴛ
- Footnote κωφοι ¦ και κωφοι ɴᴀ ᴛʜ ᴡʜ
- Footnote αγγελων ¦ μαθητων ᴀɴᴛ
- Footnote ιωαννου ¦ ιωανου ᴡʜ
- Footnote τοις οχλοις ¦ προς τους οχλους ᴀɴᴛ ᴄᴛ ᴛʀ
- Footnote ιωαννου ¦ ιωανου ᴡʜ
- Footnote εξεληλυθατε ¦ εξηλθατε ᴄᴛ
- Footnote εξεληλυθατε ¦ εξηλθατε ᴄᴛ
- Footnote εξεληλυθατε ¦ εξηλθατε ᴄᴛ
- Footnote εγω ¦ — ᴄᴛ
- Footnote γαρ ¦ — ᴄᴛ
- Footnote προφητης ¦ — ᴄᴛ
- Footnote ιωαννου του βαπτιστου ¦ ιωαννου ɴᴀ ꜱʙʟ ᴛʜ ¦ ιωανου ᴡʜ
- Footnote μικροτερος ¦ μεικροτερος ᴛʜ
- Footnote ιωαννου ¦ ιωανου ᴡʜ
- Footnote τινι ¦ ειπε δε ο κυριος τινι ᴛʀ
- Footnote και λεγουσιν ¦ α λεγει ᴄᴛ
- Footnote υμιν ¦ — ᴄᴛ
- Footnote ιωαννης ¦ ιωανης ᴡʜ
- Footnote μητε αρτον εσθιων ¦ μη εσθιων αρτον ɴᴀ ꜱʙʟ ᴛʜ ¦ μη εσθων αρτον ᴡʜ
- Footnote οινον πινων ¦ πινων οινον ᴄᴛ
- Footnote εσθιων ¦ εσθων ᴡʜ
- Footnote φιλος τελωνων ¦ τελωνων φιλος ᴛʀ
- Footnote των τεκνων αυτης παντων ¦ παντων των τεκνων αυτης ᴄᴛ
- Footnote την οικιαν ¦ τον οικον ᴄᴛ
- Footnote ανεκλιθη ¦ κατεκλιθη ᴄᴛ
- Footnote εν τη πολει ητις ην ¦ ητις ην εν τη πολει ᴄᴛ
- Footnote επιγνουσα ¦ και επιγνουσα ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ
- Footnote ανακειται ¦ κατακειται ᴄᴛ
- Footnote παρα τους ποδας αυτου οπισω ¦ οπισω παρα τους ποδας αυτου ᴀɴᴛ ᴄᴛ
- Footnote ηρξατο βρεχειν τους ποδας αυτου τοις δακρυσι ¦ τοις δακρυσιν ηρξατο βρεχειν τους ποδας αυτου ᴄᴛ
- Footnote προφητης ¦ ο προφητης ᴡʜ
- Footnote εγινωσκεν ¦ εγεινωσκεν ᴛʜ
- Footnote φησι διδασκαλε ειπε ¦ διδασκαλε ειπε φησι ᴄᴛ
- Footnote χρεωφειλεται ¦ χρεοφειλεται ɴᴀ ꜱʙʟ ᴛʜ ¦ χρεοφιλεται ᴡʜ
- Footnote δανειστη ¦ δανιστη ᴄᴛ
- Footnote δε ¦ — ᴄᴛ
- Footnote ειπε ¦ — ᴄᴛ
- Footnote αυτον αγαπησει ¦ αγαπησει αυτον ᴄᴛ
- Footnote δε ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote ο ¦ — ᴄᴛ
- Footnote επι τους ποδας μου ¦ μοι επι ποδας ɴᴀ ꜱʙʟ ᴡʜ ¦ μοι επι τους ποδας ᴛʜ
- Footnote της κεφαλης ¦ — ᴄᴛ
- Footnote εισηλθον ¦ εισηλθεν ᴀɴᴛ
- Footnote μου τους ποδας ¦ τους ποδας μου ᴄᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.