Η Καινή Διαθήκη
ΚΑΤΑ ΛΟΥΚΑΝ 6
Jesus Is Lord of the Sabbath
Ἐγένετο δὲ ἐν σαββάτῳ 1δευτεροπρώτῳ διαπορεύεσθαι αὐτὸν διὰ 2τῶν σπορίμων, καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ 3τοὺς στάχυας καὶ ἤσθιον ψώχοντες ταῖς χερσί. τινὲς δὲ τῶν Φαρισαίων 4εἶπον 5αὐτοῖς, Τί ποιεῖτε ὃ οὐκ ἔξεστι 6ποιεῖν ἐν τοῖς σάββασι; καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ Ἰησοῦς, Οὐδὲ τοῦτο ἀνέγνωτε, ὃ ἐποίησε 7Δαυὶδ 8ὁπότε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ 9ὄντες, ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως 10ἔλαβε καὶ ἔφαγε, καὶ ἔδωκε 11καὶ τοῖς μετ᾽ αὐτοῦ, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς; καὶ ἔλεγεν αὐτοῖς 12ὅτι Κύριός ἐστιν 13ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.
Jesus Heals a Man with a Withered Hand
Ἐγένετο δὲ 14καὶ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν· καὶ ἦν 15ἐκεῖ ἄνθρωπος, καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά. 16παρετήρουν 17δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι εἰ 18ἐν τῷ σαββάτῳ 19θεραπεύσει, ἵνα εὕρωσι 20κατηγορίαν αὐτοῦ. αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν 21καὶ εἶπε τῷ 22ἀνθρώπῳ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα, 23Ἔγειραι καὶ στῆθι εἰς τὸ μέσον. 24ὁ δὲ ἀναστὰς ἔστη. εἶπεν 25οὖν ὁ Ἰησοῦς πρὸς αὐτούς, 26Ἐπερωτήσω ὑμᾶς 27τι, ἔξεστι 28τοῖς σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ 29ἀποκτεῖναι; καὶ περιβλεψάμενος πάντας αὐτοὺς εἶπεν 30αὐτῷ, Ἔκτεινον τὴν χεῖρά σου. ὁ δὲ 31ἐποίησε, καὶ 32ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ 33ὑγιὴς ὡς ἡ ἄλλη. αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας, καὶ διελάλουν πρὸς ἀλλήλους τί ἂν 34ποιήσειαν τῷ Ἰησοῦ.
The Twelve Apostles
Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις 35ἐξῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι, καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ Θεοῦ. καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησε τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἀπ᾽ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασε· Σίμωνα ὃν καὶ ὠνόμασε Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, 36Ἰάκωβον καὶ 37Ἰωάννην, 38Φίλιππον καὶ Βαρθολομαῖον, 39Ματθαῖον καὶ Θωμᾶν, 40Ἰάκωβον 41τὸν τοῦ Ἀλφαίου καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτήν, 42Ἰούδαν Ἰακώβου καὶ Ἰούδαν 43Ἰσκαριώτην, ὃς 44καὶ ἐγένετο προδότης.
Jesus Ministers to Great Crowds
Καὶ καταβὰς μετ᾽ αὐτῶν ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ 45ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ 46Σιδῶνος (οἳ 47ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν), καὶ οἱ 48ὀχλούμενοι 49ὑπὸ πνευμάτων ἀκαθάρτων, 50καὶ ἐθεραπεύοντο. καὶ πᾶς ὁ ὄχλος 51ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾽ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.
The Beatitudes
Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε,
Μακάριοι οἱ πτωχοί,
ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ.
μακάριοι οἱ πεινῶντες νῦν,
ὅτι χορτασθήσεσθε.
μακάριοι οἱ κλαίοντες νῦν,
ὅτι γελάσετε.
μακάριοί ἐστε ὅταν 52μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 53χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε, ἰδοὺ γάρ, ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ 54ταῦτα γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν.
Πλὴν οὐαὶ ὑμῖν τοῖς πλουσίοις,
ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν.
οὐαὶ ὑμῖν, οἱ 55ἐμπεπλησμένοι,
ὅτι πεινάσετε.
οὐαὶ 56ὑμῖν, οἱ γελῶντες νῦν,
ὅτι πενθήσετε καὶ κλαύσετε. 57
οὐαὶ ὅταν 58καλῶς ὑμᾶς εἴπωσιν 59οἱ ἄνθρωποι, κατὰ 60ταῦτα γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν.
Love for Enemies
Ἀλλὰ ὑμῖν λέγω τοῖς ἀκούουσιν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς 62μισοῦσιν ὑμᾶς, εὐλογεῖτε τοὺς καταρωμένους 63ὑμᾶς, 64προσεύχεσθε 65ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς. τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην, καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον καὶ τὸν χιτῶνα μὴ κωλύσῃς. παντὶ 66δὲ τῷ αἰτοῦντί σε δίδου, καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει. καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, 67καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως. καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσι. 68καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ 69γὰρ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσι. καὶ ἐὰν 70δανείζητε παρ᾽ ὧν 71ἐλπίζετε 72ἀπολαβεῖν, ποία ὑμῖν χάρις ἐστί; καὶ 73γὰρ 74ἁμαρτωλοὶ ἁμαρτωλοῖς 75δανείζουσιν ἵνα ἀπολάβωσι τὰ ἴσα. πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ 76δανείζετε μηδὲν ἀπελπίζοντες· καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ 77ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. 78γίνεσθε 79οὖν 80οἰκτίρμονες, καθὼς 81καὶ ὁ πατὴρ ὑμῶν 82οἰκτίρμων ἐστί.
Judging Others
Καὶ μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε. 84μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε. ἀπολύετε, καὶ ἀπολυθήσεσθε. δίδοτε, καὶ δοθήσεται ὑμῖν· μέτρον καλὸν πεπιεσμένον 85καὶ σεσαλευμένον 86καὶ 87ὑπερεκχυνόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν. 88τῷ γὰρ αὐτῷ μέτρῳ ᾧ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν.
Εἶπε 89δὲ παραβολὴν αὐτοῖς, Μήτι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν; οὐχὶ ἀμφότεροι εἰς βόθυνον 90πεσοῦνται; οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον 91αὐτοῦ· κατηρτισμένος δὲ πᾶς ἔσται ὡς ὁ διδάσκαλος αὐτοῦ. τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς; 92ἢ πῶς δύνασαι λέγειν τῷ ἀδελφῷ σου, Ἀδελφέ, ἄφες ἐκβάλω τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ σου, αὐτὸς τὴν ἐν τῷ ὀφθαλμῷ σου δοκὸν οὐ βλέπων; ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις 93ἐκβαλεῖν τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου.
A Tree Is Known by Its Fruit
Οὐ γάρ ἐστι δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν, 94οὐδὲ δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν. ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ 95γινώσκεται. οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσι σῦκα, οὐδὲ ἐκ βάτου 96τρυγῶσι σταφυλήν. ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας 97αὐτοῦ προφέρει τὸ ἀγαθόν, καὶ ὁ πονηρὸς 98ἄνθρωπος ἐκ τοῦ πονηροῦ 99θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ πονηρόν· ἐκ γὰρ 100τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ.
The Two Foundations
Τί δέ με καλεῖτε, Κύριε, Κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω; πᾶς ὁ ἐρχόμενος πρός με καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς, ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος· ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν, 101ὃς ἔσκαψε καὶ ἐβάθυνε καὶ ἔθηκε θεμέλιον ἐπὶ τὴν πέτραν· 102πλημμύρας δὲ γενομένης 103προσέρρηξεν ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἴσχυσε σαλεῦσαι αὐτήν· 104τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν. ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι 105οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου, ᾗ 106προσέρρηξεν ὁ ποταμός, καὶ 107εὐθέως 108ἔπεσε, καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα.
Source notes (108)
- Footnote δευτεροπρωτω 91.1% ¦ δευτερω πρωτω ᴍꜱꜱ 5.7% ¦ — ᴄᴛ 1.6%
- Footnote των ¦ — ᴄᴛ
- Footnote τους σταχυας και ησθιον ¦ και ησθιον τους σταχυας ᴄᴛ
- Footnote ειπον ¦ ειπαν ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote αυτοις ¦ — ᴄᴛ
- Footnote ποιειν εν ¦ — ᴄᴛ
- Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
- Footnote οποτε ¦ οτε ɴᴀ ᴛʜ ᴡʜ
- Footnote οντες ¦ — ᴛʜ ᴡʜ
- Footnote ελαβε και ¦ λαβων ᴄᴛ
- Footnote και ¦ — ᴄᴛ
- Footnote οτι ¦ — ᴄᴛ
- Footnote ο υιος του ανθρωπου και του σαββατου ¦ του σαββατου ο υιος του ανθρωπου ᴄᴛ
- Footnote και ¦ — ᴄᴛ
- Footnote εκει ανθρωπος ¦ ανθρωπος εκει ᴄᴛ
- Footnote παρετηρουν ¦ παρετηρουντο ᴄᴛ
- Footnote δε ¦ δε αυτον ɴᴀ ᴛʜ ᴛʀ ᴡʜ
- Footnote εν ¦ — ᴘᴄᴋ
- Footnote θεραπευσει ¦ θεραπευει ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote κατηγοριαν ¦ κατηγορειν ᴄᴛ
- Footnote και ειπε ¦ ειπε δε ᴄᴛ
- Footnote ανθρωπω ¦ ανδρι ᴄᴛ
- Footnote εγειραι ¦ εγειρε ᴀɴᴛ ᴄᴛ
- Footnote ο δε ¦ και ᴄᴛ
- Footnote ουν ¦ δε ᴄᴛ
- Footnote επερωτησω ¦ επερωτω ᴄᴛ
- Footnote τι ¦ ει ᴄᴛ
- Footnote τοις σαββασιν ¦ τω σαββατω ᴄᴛ
- Footnote αποκτειναι ¦ απολεσαι ᴄᴛ ᴛʀ
- Footnote αυτω ¦ τω ανθρωπω ᴛʀ
- Footnote εποιησε ¦ εποιησεν ουτω ᴘᴄᴋ ᴛʀ
- Footnote αποκατεσταθη ¦ απεκατεσταθη ᴄᴛ
- Footnote υγιης ως η αλλη ¦ ως η αλλη ᴀɴᴛ ¦ — ᴄᴛ
- Footnote ποιησειαν ¦ ποιησαιεν ᴄᴛ
- Footnote εξηλθεν ¦ εξελθειν αυτον ᴄᴛ
- Footnote ιακωβον ¦ και ιακωβον ᴄᴛ
- Footnote ιωαννην ¦ ιωανην ᴡʜ
- Footnote φιλιππον ¦ και φιλιππον ᴄᴛ
- Footnote ματθαιον ¦ και μαθθαιον ᴄᴛ
- Footnote ιακωβον ¦ και ιακωβον ᴄᴛ
- Footnote τον του ¦ — ᴄᴛ
- Footnote ιουδαν ¦ και ιουδαν ᴄᴛ
- Footnote ισκαριωτην ¦ ισκαριωθ ᴄᴛ
- Footnote και ¦ — ᴄᴛ
- Footnote οχλος ¦ οχλος πολυς ᴄᴛ
- Footnote σιδωνος ¦ σειδωνος ᴛʜ
- Footnote ηλθον ¦ ηλθαν ᴡʜ
- Footnote οχλουμενοι ¦ ενοχλουμενοι ᴄᴛ
- Footnote υπο ¦ απο ᴀɴᴛ ᴄᴛ
- Footnote και ¦ — ᴄᴛ
- Footnote εζητει ¦ εζητουν ᴄᴛ
- Footnote μισησωσιν ¦ μεισησωσιν ᴛʜ
- Footnote χαρητε ¦ χαιρετε ᴛʀ
- Footnote ταυτα ¦ τα αυτα ᴀɴᴛ ᴄᴛ
- Footnote εμπεπλησμενοι ¦ εμπεπλησμενοι νυν ᴄᴛ
- Footnote υμιν ¦ — ᴄᴛ
- Footnote ουαι ¦ ουαι υμιν ᴛʀ
- Footnote καλως υμας ειπωσιν 75.2% ¦ καλως ειπωσιν υμας ᴘᴄᴋ 21.8% ¦ υμας καλως ειπωσιν ɴᴀ 0.2%
- Footnote οι 59.8% ¦ παντες οι ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ 38.9%
- Footnote ταυτα ¦ τα αυτα ᴀɴᴛ ᴄᴛ
- Footnote αλλα ¦ αλλ ʜꜰ ɴᴀ ʀᴘ ᴛʀ
- Footnote μισουσιν ¦ μεισουσιν ᴛʜ
- Footnote υμας ¦ υμιν ᴀɴᴛ ʜꜰ ʀᴘ ᴛʀ
- Footnote προσευχεσθε ¦ και προσευχεσθε ᴛʀ
- Footnote υπερ ¦ περι ᴄᴛ
- Footnote δε τω ¦ — ᴄᴛ
- Footnote και υμεις ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote και ¦ και γαρ ɴᴀ ᴛʜ ᴡʜ
- Footnote γαρ ¦ — ᴄᴛ
- Footnote δανειζητε ¦ δανισητε ᴄᴛ
- Footnote ελπιζετε ¦ ελπιζητε ꜱᴄʀ
- Footnote απολαβειν ¦ λαβειν ᴄᴛ
- Footnote γαρ ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote αμαρτωλοι ¦ οι αμαρτωλοι ᴛʀ
- Footnote δανειζουσιν ¦ δανιζουσιν ᴄᴛ
- Footnote δανειζετε ¦ δανιζετε ᴄᴛ
- Footnote υψιστου ¦ του υψιστου ᴛʀ
- Footnote γινεσθε ¦ γεινεσθε ᴛʜ
- Footnote ουν ¦ — ᴄᴛ
- Footnote οικτιρμονες ¦ οικτειρμονες ᴛʜ
- Footnote και ¦ — ꜱʙʟ ᴡʜ
- Footnote οικτιρμων ¦ οικτειρμων ᴛʜ
- Footnote και ¦ — ꜱᴄʀ
- Footnote μη ¦ και μη ᴄᴛ
- Footnote και ¦ — ᴄᴛ
- Footnote και ¦ — ᴄᴛ
- Footnote υπερεκχυνομενον ¦ υπερεκχυννομενον ᴄᴛ
- Footnote τω γαρ αυτω μετρω ω 90.2% ¦ τω γαρ μετρω ω ᴍꜱꜱ 5.7% ¦ ω γαρ μετρω ᴄᴛ 1.1%
- Footnote δε ¦ δε και ᴄᴛ
- Footnote πεσουνται ¦ εμπεσουνται ᴄᴛ
- Footnote αυτου ¦ — ᴄᴛ
- Footnote η ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote εκβαλειν το … σου ¦ το … σου εκβαλειν ᴄᴛ
- Footnote ουδε ¦ ουδε παλιν ᴄᴛ
- Footnote γινωσκεται ¦ γεινωσκεται ᴛʜ
- Footnote τρυγωσι σταφυλην ¦ σταφυλην τρυγωσιν ᴄᴛ
- Footnote αυτου ¦ — ɴᴀ ᴛʜ ᴡʜ
- Footnote ανθρωπος ¦ — ᴄᴛ
- Footnote θησαυρου της καρδιας αυτου ¦ — ᴄᴛ
- Footnote του περισσευματος της ¦ περισσευματος ᴄᴛ
- Footnote ος ¦ ος και ᴀɴᴛ
- Footnote πλημμυρας ¦ πλημμυρης ᴄᴛ
- Footnote προσερρηξεν ¦ προσερηξεν ᴄᴛ
- Footnote τεθεμελιωτο γαρ επι την πετραν ¦ δια το καλως οικοδομησθαι αυτην ᴄᴛ
- Footnote οικιαν ¦ την οικιαν ᴘᴄᴋ
- Footnote προσερρηξεν ¦ προσερηξεν ᴄᴛ
- Footnote ευθεως ¦ ευθυς ᴀɴᴛ ᴄᴛ
- Footnote επεσε ¦ συνεπεσε ᴄᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.