Η Καινή Διαθήκη
ΚΑΤΑ ΛΟΥΚΑΝ 22
The Plot to Kill Jesus
Ἤγγιζε δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη πάσχα. καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν, ἐφοβοῦντο γὰρ τὸν λαόν.
Εἰσῆλθε δὲ 1Σατανᾶς εἰς Ἰούδαν τὸν 2ἐπικαλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα. καὶ ἀπελθὼν συνελάλησε τοῖς ἀρχιερεῦσι καὶ 3στρατηγοῖς τὸ πῶς 4αὐτὸν παραδῷ αὐτοῖς. καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτῷ 5ἀργύριον δοῦναι. καὶ ἐξωμολόγησε καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν 6αὐτοῖς ἄτερ ὄχλου.
The Preparation of the Passover
Ἦλθε δὲ ἡ ἡμέρα τῶν ἀζύμων, 7ἐν ᾗ ἔδει θύεσθαι τὸ πάσχα· καὶ ἀπέστειλε Πέτρον καὶ 8Ἰωάννην εἰπών, Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν. οἱ δὲ 9εἶπον αὐτῷ, Ποῦ θέλεις 10ἑτοιμάσωμεν; ὁ δὲ εἶπεν αὐτοῖς, Ἰδού, εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν 11οὗ εἰσπορεύεται, καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας, Λέγει σοι ὁ διδάσκαλος, Ποῦ ἐστι τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; κἀκεῖνος ὑμῖν δείξει 12ἀνώγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε. ἀπελθόντες δὲ εὗρον καθὼς 13εἴρηκεν αὐτοῖς καὶ ἡτοίμασαν τὸ πάσχα.
The Institution of the Lord’s Supper
Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσε καὶ οἱ 14δώδεκα ἀπόστολοι σὺν αὐτῷ. καὶ εἶπε πρὸς αὐτούς, Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ᾽ ὑμῶν πρὸ τοῦ με παθεῖν· λέγω γὰρ ὑμῖν ὅτι 15οὐκέτι οὐ μὴ φάγω 16ἐξ αὐτοῦ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. καὶ δεξάμενος 17ποτήριον εὐχαριστήσας εἶπε, Λάβετε τοῦτο καὶ διαμερίσατε 18ἑαυτοῖς· λέγω γὰρ ὑμῖν 19ὅτι οὐ μὴ πίω ἀπὸ 20τοῦ 21γενήματος τῆς ἀμπέλου ἕως 22ὅτου ἡ βασιλεία τοῦ Θεοῦ ἔλθῃ. καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασε καὶ ἔδωκεν αὐτοῖς λέγων, Τοῦτό ἐστι τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. 23ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι λέγων, Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου τὸ ὑπὲρ ὑμῶν 24ἐκχυνόμενον. πλὴν ἰδού, ἡ χεὶρ τοῦ παραδιδόντος με μετ᾽ ἐμοῦ ἐπὶ τῆς τραπέζης. 25καὶ ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου 26πορεύεται κατὰ τὸ ὡρισμένον, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ παραδίδοται. καὶ αὐτοὶ ἤρξαντο 27συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν.
The Dispute About Greatness
Ἐγένετο δὲ καὶ 28φιλονεικία ἐν αὐτοῖς τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων. ὁ δὲ εἶπεν αὐτοῖς, Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται. ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλ᾽ ὁ μείζων ἐν ὑμῖν 29γενέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν. τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; 30οὐχὶ ὁ ἀνακείμενος; ἐγὼ δέ 31εἰμι ἐν μέσῳ ὑμῶν ὡς ὁ διακονῶν.
Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ᾽ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι ὁ πατήρ μου, βασιλείαν, ἵνα 32ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου 33ἐν τῇ βασιλείᾳ μου, καὶ 34καθίσεσθε ἐπὶ θρόνων 35κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.
Jesus Predicts Peter’s Denial
Εἶπε δὲ ὁ Κύριος, Σίμων, Σίμων, ἰδού, ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ 37σινιάσαι ὡς τὸν σῖτον· ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ 38ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας 39στήριξον τοὺς ἀδελφούς σου. ὁ δὲ εἶπεν αὐτῷ, Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι. ὁ δὲ εἶπε, Λέγω σοι, Πέτρε, οὐ 40μὴ φωνήσῃ σήμερον ἀλέκτωρ 41πρὶν ἢ τρὶς 42ἀπαρνήσῃ μὴ εἰδέναι με.
Moneybag, Knapsack, and Sword
Καὶ εἶπεν αὐτοῖς, Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ 43βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος 44ὑστερήσατε; οἱ δὲ 45εἶπον, 46Οὐθενός. εἶπεν 47οὖν αὐτοῖς, Ἀλλὰ νῦν ὁ ἔχων 48βαλλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων 49πωλήσει τὸ ἱμάτιον αὐτοῦ καὶ 50ἀγοράσει μάχαιραν. λέγω γὰρ ὑμῖν ὅτι 51ἔτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τὸ Καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ 52τὰ περὶ ἐμοῦ τέλος ἔχει. οἱ δὲ 53εἶπον, Κύριε, ἰδού, μάχαιραι ὧδε δύο. ὁ δὲ εἶπεν αὐτοῖς, Ἱκανόν ἐστι.
Jesus Prays on the Mount of Olives
Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὄρος τῶν Ἐλαιῶν, ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταὶ 54αὐτοῦ. γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς, Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. καὶ αὐτὸς ἀπεσπάσθη ἀπ᾽ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο λέγων, Πάτερ, εἰ βούλει 55παρενεγκεῖν 56τὸ ποτήριον τοῦτο ἀπ᾽ ἐμοῦ—πλὴν μὴ τὸ θέλημά μου ἀλλὰ τὸ σὸν 57γενέσθω. 58ὤφθη δὲ αὐτῷ ἄγγελος 59ἀπ᾽ οὐρανοῦ ἐνισχύων αὐτόν. καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο· 60ἐγένετο δὲ ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν. καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς, ἐλθὼν πρὸς τοὺς 61μαθητὰς εὗρεν 62αὐτοὺς κοιμωμένους ἀπὸ τῆς λύπης καὶ εἶπεν αὐτοῖς, Τί καθεύδετε; ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.
Jesus Arrested
Ἔτι 63δὲ αὐτοῦ λαλοῦντος, ἰδού, ὄχλος καὶ ὁ λεγόμενος Ἰούδας, εἷς τῶν δώδεκα, 64προήρχετο 65αὐτοὺς καὶ ἤγγισε τῷ Ἰησοῦ φιλῆσαι 66αὐτόν. 67ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως; ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον 68εἶπον αὐτῷ, Κύριε, εἰ πατάξομεν ἐν 69μαχαίρᾳ; καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν 70τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν 71αὐτοῦ τὸ οὖς τὸ δεξιόν. ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Ἐᾶτε ἕως τούτου. καὶ ἁψάμενος τοῦ ὠτίου 72αὐτοῦ ἰάσατο αὐτόν. εἶπε δὲ 73ὁ Ἰησοῦς πρὸς τοὺς παραγενομένους 74ἐπ᾽ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους, Ὡς ἐπὶ λῃστὴν 75ἐξεληλύθατε μετὰ μαχαιρῶν καὶ ξύλων; καθ᾽ ἡμέραν ὄντος μου μεθ᾽ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ᾽ ἐμέ· 76ἀλλ᾽ αὕτη 77ὑμῶν ἐστιν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους.
Peter Denies Jesus
Συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ εἰσήγαγον 78αὐτὸν εἰς 79τὸν οἶκον τοῦ ἀρχιερέως, ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν. 80ἁψάντων δὲ 81πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ 82συγκαθισάντων 83αὐτῶν ἐκάθητο ὁ Πέτρος 84ἐν μέσῳ αὐτῶν. ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπε, Καὶ οὗτος σὺν αὐτῷ ἦν. ὁ δὲ ἠρνήσατο 85αὐτὸν λέγων, 86Γύναι, οὐκ οἶδα αὐτόν. καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη, Καὶ σὺ ἐξ αὐτῶν εἶ. ὁ δὲ Πέτρος 87εἶπεν, Ἄνθρωπε, οὐκ εἰμί. καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διϊσχυρίζετο λέγων, Ἐπ᾽ ἀληθείας καὶ οὗτος μετ᾽ αὐτοῦ ἦν, καὶ γὰρ Γαλιλαῖός ἐστιν. εἶπε δὲ ὁ Πέτρος, Ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν 88ἀλέκτωρ. καὶ στραφεὶς ὁ Κύριος ἐνέβλεψε τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ 89λόγου τοῦ Κυρίου, ὡς εἶπεν αὐτῷ ὅτι Πρὶν ἀλέκτορα 90φωνῆσαι, ἀπαρνήσῃ με τρίς. καὶ ἐξελθὼν ἔξω 91ὁ Πέτρος ἔκλαυσε πικρῶς.
Jesus Is Mocked and Beaten
Καὶ οἱ ἄνδρες οἱ συνέχοντες 92τὸν Ἰησοῦν ἐνέπαιζον αὐτῷ 93δέροντες, καὶ περικαλύψαντες αὐτὸν 94ἔτυπτον αὐτοῦ τὸ πρόσωπον καὶ ἐπηρώτων αὐτὸν λέγοντες, Προφήτευσον· τίς ἐστιν ὁ παίσας σε; καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν.
Jesus Faces the Sanhedrin
Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς 95καὶ γραμματεῖς, καὶ 96ἀνήγαγον αὐτὸν εἰς τὸ συνέδριον 97αὐτῶν λέγοντες, Εἰ σὺ εἶ ὁ Χριστός, 98εἰπὲ ἡμῖν. εἶπε δὲ αὐτοῖς, Ἐὰν ὑμῖν εἴπω, οὐ μὴ πιστεύσητε· ἐὰν δὲ 99καὶ ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτέ 100μοι ἢ ἀπολύσητε. ἀπὸ τοῦ 101νῦν ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ Θεοῦ. 102εἶπον δὲ πάντες, Σὺ οὖν εἶ ὁ υἱὸς τοῦ Θεοῦ; ὁ δὲ πρὸς αὐτοὺς ἔφη, Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι. οἱ δὲ 103εἶπον, Τί ἔτι 104χρείαν ἔχομεν μαρτυρίας; αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.
Source notes (104)
- Footnote σατανας ¦ ο σατανας ᴀɴᴛ ᴘᴄᴋ ᴛʀ
- Footnote επικαλουμενον ¦ καλουμενον ᴄᴛ
- Footnote στρατηγοις ¦ τοις στρατηγοις ᴛʀ ¦ γραμματευσιν και στρατηγοις ᴀɴᴛ
- Footnote αυτον παραδω αυτοις ¦ αυτοις παραδω αυτον ᴄᴛ
- Footnote αργυριον ¦ αργυρια ᴀɴᴛ ᴘᴄᴋ
- Footnote αυτοις ατερ οχλου ¦ ατερ οχλου αυτοις ᴄᴛ
- Footnote εν ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote ιωαννην ¦ ιωανην ᴡʜ
- Footnote ειπον ¦ ειπαν ᴄᴛ
- Footnote ετοιμασωμεν ¦ ετοιμασομεν ʜꜰ ᴘᴄᴋ ʀᴘ
- Footnote ου ¦ εις ην ᴄᴛ
- Footnote ανωγαιον ¦ ανωγεον ʜꜰ ʀᴘ ᴛʀ ¦ αναγαιον ᴄᴛ ᴘᴄᴋ
- Footnote ειρηκεν ¦ ειρηκει ᴄᴛ
- Footnote δωδεκα ¦ — ᴄᴛ
- Footnote ουκετι ¦ — ᴄᴛ
- Footnote εξ αυτου ¦ αυτο ᴄᴛ
- Footnote ποτηριον ¦ το ποτηριον ᴀɴᴛ
- Footnote εαυτοις ¦ εις εαυτους ᴄᴛ
- Footnote οτι ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote του ¦ του νυν απο του ᴄᴛ
- Footnote γενηματος ¦ γεννηματος ᴛʀ
- Footnote οτου ¦ ου ᴄᴛ
- Footnote ωσαυτως και το ποτηριον ¦ και το ποτηριον ωσαυτως ᴄᴛ
- Footnote εκχυνομενον ¦ εκχυννομενον ᴄᴛ
- Footnote και ο μεν υιος ¦ οτι ο υιος μεν ᴄᴛ
- Footnote πορευεται κατα το ωρισμενον ¦ κατα το ωρισμενον πορευεται ᴄᴛ
- Footnote συζητειν ¦ συνζητειν ᴛʜ ᴡʜ
- Footnote φιλονεικια ¦ φιλονικια ᴛʜ
- Footnote γενεσθω ¦ γινεσθω ᴀɴᴛ ɴᴀ ꜱʙʟ ᴡʜ ¦ γεινεσθω ᴛʜ
- Footnote ουχι ¦ ουχ ᴘᴄᴋ
- Footnote ειμι εν μεσω υμων ¦ εν μεσω υμων ειμι ᴄᴛ
- Footnote εσθιητε ¦ εσθητε ᴄᴛ
- Footnote εν τη βασιλεια μου ¦ — ʀᴘ
- Footnote καθισεσθε ¦ καθισησθε ᴛʀ ¦ καθησεσθε ɴᴀ ꜱʙʟ ¦ καθησθε ᴛʜ ᴡʜ
- Footnote κρινοντες τας δωδεκα φυλας ¦ τας δωδεκα φυλας κρινοντες ᴄᴛ
- Footnote ειπε δε ο κυριος ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote σινιασαι ¦ σεινιασαι ᴛʜ ¦ συνιασαι ᴀɴᴛ*
- Footnote εκλιπη ¦ εκλειπη ᴛʀ
- Footnote στηριξον ¦ στηρισον ᴄᴛ
- Footnote μη φωνηση ¦ μη φωνησει ᴛʀ ¦ φωνησει ᴀɴᴛ ᴄᴛ
- Footnote πριν η ¦ εως ᴄᴛ
- Footnote απαρνηση μη ειδεναι με ¦ με απαρνηση ειδεναι ᴄᴛ
- Footnote βαλλαντιου ¦ βαλαντιου ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
- Footnote υστερησατε ¦ υστερηθητε ᴀɴᴛ
- Footnote ειπον ¦ ειπαν ᴄᴛ
- Footnote ουθενος ¦ ουδενος ᴘᴄᴋ ᴛʀ
- Footnote ουν ¦ δε ᴄᴛ
- Footnote βαλλαντιον ¦ βαλαντιον ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
- Footnote πωλησει ¦ πωλησατω ᴄᴛ ᴛʀ
- Footnote αγορασει ¦ αγορασατω ᴄᴛ ᴛʀ
- Footnote ετι ¦ — ᴄᴛ
- Footnote τα ¦ το ᴄᴛ
- Footnote ειπον ¦ ειπαν ᴄᴛ
- Footnote αυτου ¦ — ᴄᴛ
- Footnote παρενεγκειν ¦ παρενεγκε ᴄᴛ ꜱᴄʀ
- Footnote το ποτηριον τουτο ¦ τουτο το ποτηριον ᴀɴᴛ ᴄᴛ
- Footnote γενεσθω ¦ γινεσθω ᴀɴᴛ ɴᴀ ꜱʙʟ ᴡʜ ¦ γεινεσθω ᴛʜ
- Footnote {include verses 43–44} 98.7% ¦ {omit verses 43–44} 1% {Note: Included in the figure of 98.7% are 38 manuscripts that also include the content of verses 43–44 after Matthew 26:39. An additional six manuscripts include the content of verses 43–44 only after Matthew 26:39. ɴᴀ and ᴡʜ enclose this text with double brackets.}
- Footnote απ ¦ απο του ᴡʜ
- Footnote εγενετο δε ¦ και εγενετο ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote μαθητας ¦ μαθητας αυτου ᴇʟᴢ ꜱᴄʀ
- Footnote αυτους κοιμωμενους ¦ κοιμωμενους αυτους ᴄᴛ
- Footnote δε ¦ — ᴄᴛ
- Footnote προηρχετο ¦ προηγεν ᴀɴᴛ
- Footnote αυτους ¦ αυτων ᴛʀ
- Footnote αυτον ¦ αυτον τουτο γαρ σημειον δεδωκει αυτοις ον αν φιλησω αυτος εστιν ᴀɴᴛ ᴘᴄᴋ
- Footnote ο δε ιησους ¦ ιησους δε ᴄᴛ
- Footnote ειπον αυτω ¦ ειπαν ᴄᴛ
- Footnote μαχαιρα ¦ μαχαιρη ᴄᴛ
- Footnote τον δουλον του αρχιερεως ¦ του αρχιερεως τον δουλον ᴄᴛ
- Footnote αυτου το ους ¦ το ους αυτου ᴄᴛ
- Footnote αυτου ¦ — ᴄᴛ
- Footnote ο ¦ — ᴄᴛ
- Footnote επ ¦ προς ᴘᴄᴋ
- Footnote εξεληλυθατε ¦ εξηλθατε ᴄᴛ
- Footnote αλλ ¦ αλλα ᴘᴄᴋ
- Footnote υμων εστιν ¦ εστιν υμων ᴀɴᴛ ᴄᴛ
- Footnote αυτον ¦ — ᴄᴛ ᴘᴄᴋ
- Footnote τον οικον ¦ την οικιαν ᴄᴛ
- Footnote αψαντων ¦ περιαψαντων ᴄᴛ
- Footnote πυρ ¦ πυραν ᴀɴᴛ
- Footnote συγκαθισαντων ¦ συνκαθισαντων ᴛʜ ᴡʜ
- Footnote αυτων ¦ — ᴄᴛ
- Footnote εν μεσω ¦ μεσος ᴄᴛ
- Footnote αυτον ¦ — ᴀɴᴛ ᴄᴛ
- Footnote γυναι ουκ οιδα αυτον ¦ ουκ οιδα αυτον γυναι ᴄᴛ
- Footnote ειπεν ¦ εφη ᴄᴛ
- Footnote αλεκτωρ ¦ ο αλεκτωρ ᴛʀ
- Footnote λογου ¦ ρηματος ɴᴀ ᴛʜ ᴡʜ
- Footnote φωνησαι ¦ φωνησαι σημερον ᴄᴛ
- Footnote ο πετρος ¦ — ᴄᴛ ᴘᴄᴋ
- Footnote τον ιησουν ¦ αυτον ᴄᴛ
- Footnote δεροντες ¦ δαιροντες ᴘᴄᴋ
- Footnote ετυπτον αυτου το προσωπον και επηρωτων αυτον ¦ επηρωτων ᴄᴛ
- Footnote και ¦ τε και ᴄᴛ ᴘᴄᴋ ᴛʀ
- Footnote ανηγαγον ¦ απηγαγον ᴄᴛ ᴘᴄᴋ
- Footnote αυτων ¦ εαυτων ᴀɴᴛ ᴛʀ
- Footnote ειπε ¦ ειπον ᴄᴛ
- Footnote και ¦ — ᴄᴛ
- Footnote μοι η απολυσητε 93.7% ¦ — ᴄᴛ 0.4%
- Footnote νυν ¦ νυν δε ᴄᴛ
- Footnote ειπον ¦ ειπαν ᴄᴛ
- Footnote ειπον ¦ ειπαν ᴄᴛ
- Footnote χρειαν εχομεν μαρτυριας ¦ εχομεν μαρτυριας χρειαν ᴄᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.