Η Καινή Διαθήκη
ΚΑΤΑ ΛΟΥΚΑΝ 23
Jesus Brought Before Pilate
Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν 1ἤγαγον αὐτὸν ἐπὶ τὸν 2Πιλᾶτον. ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες, Τοῦτον 3εὕρομεν διαστρέφοντα τὸ ἔθνος 4ἡμῶν καὶ κωλύοντα 5Καίσαρι φόρους διδόναι, 6λέγοντα 7ἑαυτὸν Χριστὸν βασιλέα εἶναι. ὁ δὲ 8Πιλᾶτος 9ἐπηρώτησεν αὐτὸν λέγων, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη, Σὺ λέγεις. ὁ δὲ 10Πιλᾶτος εἶπε πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς 11ὄχλους, Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ. οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι Ἀνασείει τὸν λαὸν διδάσκων καθ᾽ ὅλης τῆς Ἰουδαίας, 12ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε.
Jesus Brought Before Herod
Πιλᾶτος δὲ ἀκούσας 14Γαλιλαίαν ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστι. καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστὶν ἀνέπεμψεν αὐτὸν πρὸς 15Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις. ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη 16λίαν, ἦν γὰρ 17θέλων ἐξ ἱκανοῦ ἰδεῖν αὐτὸν διὰ τὸ 18ἀκούειν 19πολλὰ περὶ αὐτοῦ, καὶ ἤλπιζέ τι σημεῖον ἰδεῖν ὑπ᾽ αὐτοῦ 20γινόμενον. ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς, αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ. 21εἱστήκεισαν δὲ οἱ 22ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ. ἐξουθενήσας δὲ αὐτὸν 23ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας, περιβαλὼν 24αὐτὸν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ 25Πιλάτῳ. ἐγένοντο δὲ φίλοι ὅ τε 26Πιλᾶτος καὶ ὁ Ἡρῴδης ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾽ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς 27ἑαυτούς.
The Crowd Calls For Jesus’ Crucifixion
Πιλᾶτος δὲ 29συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν εἶπε πρὸς αὐτούς, Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδού, ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας 30οὐδὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ᾽ αὐτοῦ· ἀλλ᾽ οὐδὲ Ἡρῴδης, 31ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτόν, καὶ ἰδού, οὐδὲν ἄξιον θανάτου ἐστὶ πεπραγμένον αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω. 32
Ἀνάγκην δὲ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα. 33ἀνέκραξαν δὲ 34παμπληθεὶ λέγοντες, Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν 35Βαραββᾶν (ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον 36βεβλημένος εἰς φυλακήν). πάλιν 37οὖν ὁ 38Πιλᾶτος 39προσεφώνησε θέλων ἀπολῦσαι τὸν Ἰησοῦν. οἱ δὲ ἐπεφώνουν λέγοντες, 40Σταύρωσον, σταύρωσον αὐτόν. ὁ δὲ τρίτον εἶπε πρὸς αὐτούς, Τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν 41αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω. οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν 42καὶ τῶν ἀρχιερέων. 43ὁ δὲ 44Πιλᾶτος 45ἐπέκρινε γενέσθαι τὸ αἴτημα αὐτῶν· ἀπέλυσε 46δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς 47τὴν φυλακὴν ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν παρέδωκε τῷ θελήματι αὐτῶν.
The Crucifixion
Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι 48Σίμωνός τινος Κυρηναίου ἐρχομένου ἀπ᾽ ἀγροῦ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν 49ὄπισθεν τοῦ Ἰησοῦ. ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν αἳ 50καὶ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν. στραφεὶς δὲ πρὸς αὐτὰς 51ὁ Ἰησοῦς εἶπε, Θυγατέρες Ἱερουσαλήμ, μὴ κλαίετε ἐπ᾽ ἐμέ, πλὴν ἐφ᾽ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν· ὅτι ἰδού, ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσι, Μακάριαι αἱ στεῖραι καὶ 52κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ 53ἐθήλασαν. τότε ἄρξονται λέγειν τοῖς ὄρεσι, 54Πέσετε ἐφ᾽ ἡμᾶς, καὶ τοῖς βουνοῖς, Καλύψατε ἡμᾶς· ὅτι εἰ ἐν 55τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;
Ἤγοντο δὲ καὶ ἕτεροι 56δύο κακοῦργοι σὺν αὐτῷ ἀναιρεθῆναι. καὶ ὅτε 57ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν. 58ὁ δὲ Ἰησοῦς ἔλεγε, Πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσι. διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ 59ἔβαλον 60κλῆρον. καὶ 61εἱστήκει ὁ λαὸς θεωρῶν, ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες 62σὺν αὐτοῖς λέγοντες, Ἄλλους ἔσωσε, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ Χριστός, 63ὁ τοῦ Θεοῦ ἐκλεκτός. 64ἐνέπαιζον δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι 65καὶ ὄξος προσφέροντες αὐτῷ καὶ λέγοντες, Εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν. ἦν δὲ καὶ ἐπιγραφὴ 66γεγραμμένη ἐπ᾽ αὐτῷ γράμμασιν Ἑλληνικοῖς καὶ Ῥωμαϊκοῖς καὶ Ἑβραϊκοῖς· Οὗτός ἐστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων.
Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτὸν 67λέγων, 68Εἰ σὺ εἶ ὁ Χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς. ἀποκριθεὶς δὲ ὁ ἕτερος 69ἐπετίμα αὐτῷ λέγων, Οὐδὲ φοβῇ σὺ τὸν Θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξε. καὶ ἔλεγε 70τῷ Ἰησοῦ, Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς 71ἐν τῇ βασιλείᾳ σου. καὶ εἶπεν αὐτῷ 72ὁ Ἰησοῦς, Ἀμὴν 73λέγω σοι, σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.
The Death of Jesus
Ἦν δὲ ὡσεὶ ὥρα ἕκτη, καὶ σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας 75ἐνάτης· 76καὶ ἐσκοτίσθη ὁ ἥλιος, 77καὶ ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον. καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπε, Πάτερ, εἰς χεῖράς σου 78παραθήσομαι τὸ πνεῦμά μου. 79καὶ ταῦτα εἰπὼν ἐξέπνευσεν. ἰδὼν δὲ ὁ 80ἑκατόνταρχος τὸ γενόμενον 81ἐδόξασε τὸν Θεὸν λέγων, Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. καὶ πάντες οἱ 82συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, 83θεωροῦντες τὰ γενόμενα, τύπτοντες 84ἑαυτῶν τὰ στήθη ὑπέστρεφον. εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ 85αὐτοῦ 86μακρόθεν, καὶ γυναῖκες αἱ 87συνακολουθήσασαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.
The Burial of Jesus
Καὶ ἰδού, ἀνὴρ ὀνόματι Ἰωσήφ, βουλευτὴς ὑπάρχων, 88ἀνὴρ ἀγαθὸς καὶ δίκαιος— οὗτος οὐκ ἦν 89συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν—ἀπὸ Ἀριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς 90καὶ προσεδέχετο καὶ αὐτὸς τὴν βασιλείαν τοῦ Θεοῦ, οὗτος προσελθὼν τῷ 91Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. καὶ καθελὼν 92αὐτὸ ἐνετύλιξεν αὐτὸ σινδόνι καὶ ἔθηκεν 93αὐτὸ ἐν μνήματι λαξευτῷ οὗ οὐκ ἦν 94οὐδέπω οὐδεὶς κείμενος. καὶ ἡμέρα ἦν 95Παρασκευή, σάββατον ἐπέφωσκε. κατακολουθήσασαι δὲ 96γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι 97αὐτῷ ἐκ τῆς Γαλιλαίας, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ, ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν.
Source notes (97)
- Footnote ηγαγον ¦ ηγαγεν ᴛʀ
- Footnote πιλατον ¦ πειλατον ᴛʜ ᴡʜ
- Footnote ευρομεν ¦ ευραμεν ᴄᴛ
- Footnote ημων ¦ — ᴀɴᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
- Footnote καισαρι φορους ¦ φορους καισαρι ᴄᴛ
- Footnote λεγοντα ¦ και λεγοντα ᴄᴛ
- Footnote ἑαυτὸν ¦ αὑτὸν ꜱʙʟ ᴡʜ
- Footnote πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ
- Footnote επηρωτησεν ¦ ηρωτησεν ᴄᴛ
- Footnote πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ
- Footnote οχλους ¦ οχλους οτι ᴀɴᴛ
- Footnote αρξαμενος ¦ και αρξαμενος ᴄᴛ
- Footnote πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ
- Footnote γαλιλαιαν ¦ — ᴄᴛ
- Footnote ηρωδην ¦ τον ηρωδην ᴛʜ
- Footnote λιαν ¦ λειαν ᴛʜ
- Footnote θελων εξ ικανου ¦ εξ ικανου θελων ᴀɴᴛ ¦ εξ ικανων χρονων θελων ᴄᴛ
- Footnote ακουειν ¦ ακουειν αυτον ᴀɴᴛ
- Footnote πολλα ¦ — ᴄᴛ
- Footnote γινομενον ¦ γεινομενον ᴛʜ
- Footnote ειστηκεισαν ¦ ιστηκεισαν ᴛʜ ᴡʜ
- Footnote αρχιερεις και οι γραμματεις ¦ γραμματεις και οι αρχιερεις ᴀɴᴛ
- Footnote ο ¦ και ο ɴᴀ ꜱʙʟ ᴛʜ
- Footnote αυτον ¦ — ᴄᴛ
- Footnote πιλατω ¦ πειλατω ᴛʜ ᴡʜ
- Footnote πιλατος και ο ηρωδης ¦ ηρωδης και ο πιλατος ᴀɴᴛ ɴᴀ ꜱʙʟ ¦ ηρωδης και ο πειλατος ᴛʜ ᴡʜ
- Footnote ἑαυτούς ¦ αὐτούς ɴᴀ ᴛʜ ¦ αὑτούς ꜱʙʟ ᴡʜ
- Footnote πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ
- Footnote συγκαλεσαμενος ¦ συνκαλεσαμενος ᴛʜ ᴡʜ
- Footnote ουδεν ¦ ουθεν ᴄᴛ
- Footnote ανεπεμψα γαρ υμας προς αυτον ¦ ανεπεμψε γαρ αυτον προς ημας ᴄᴛ
- Footnote αναγκην δε ειχεν απολυειν αυτοις κατα εορτην ενα 77.2% ¦ — ᴄᴛ 2%
- Footnote ανεκραξαν ¦ ανεκραγον ᴄᴛ
- Footnote παμπληθει ¦ πανπληθει ᴛʜ ᴡʜ
- Footnote βαραββαν ¦ τον βαραββαν ᴄᴛ ᴛʀ
- Footnote βεβλημενος εις φυλακην ¦ βεβλημενος εις την φυλακην ᴀɴᴛ ¦ βληθεις εν τη φυλακη ᴄᴛ
- Footnote ουν ¦ δε ᴄᴛ
- Footnote πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ
- Footnote προσεφωνησε ¦ προσεφωνησεν αυτοις ɴᴀ ᴛʜ ᴡʜ
- Footnote σταυρωσον σταυρωσον ¦ σταυρου σταυρου ᴄᴛ
- Footnote αιτιον ¦ αξιον ᴀɴᴛ
- Footnote και των αρχιερεων 98.7% ¦ — ᴄᴛ 0.5%
- Footnote ο δε ¦ και ᴄᴛ
- Footnote πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ
- Footnote επεκρινε ¦ επεκρεινε ᴛʜ
- Footnote δε ¦ δε αυτοις ᴛʀ ¦ δε αυτοις τον βαραββαν ᴀɴᴛ
- Footnote την ¦ — ᴄᴛ
- Footnote σιμωνος τινος κυρηναιου ερχομενου ¦ σιμωνος τινος κυρηναιου του ερχομενου ᴛʀ ¦ σιμωνα τινα κυρηναιον ερχομενον ᴄᴛ
- Footnote οπισθεν ¦ οπισω ᴀɴᴛ
- Footnote και ¦ — ᴄᴛ
- Footnote ο ¦ — ᴛʜ ᴡʜ
- Footnote κοιλιαι ¦ αι κοιλιαι ᴄᴛ
- Footnote εθηλασαν ¦ εθρεψαν ᴄᴛ
- Footnote πεσετε ¦ πεσατε ᴡʜ
- Footnote τω ¦ — ᴡʜ
- Footnote δυο κακουργοι ¦ κακουργοι δυο ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote απηλθον ¦ ηλθον ɴᴀ ꜱʙʟ ᴛʜ ¦ ηλθαν ᴡʜ
- Footnote ο δε ιησους ελεγε πατερ αφες αυτοις ου γαρ οιδασιν τι ποιουσιν 89.3% ¦ ο δε ιησους ειπε πατερ αφες αυτοις ου γαρ οιδασιν τι ποιουσιν ᴍꜱꜱ 5.5% ¦ — 1% {Note: ɴᴀ and ᴡʜ enclose this text with double brackets.}
- Footnote εβαλον ¦ εβαλλον ᴀɴᴛ
- Footnote κληρον ¦ κληρους ɴᴀ ꜱʙʟ
- Footnote ειστηκει ¦ ιστηκει ᴛʜ ᴡʜ
- Footnote συν αυτοις ¦ — ᴄᴛ
- Footnote ο του θεου ¦ του θεου ο ᴄᴛ
- Footnote ενεπαιζον ¦ ενεπαιξαν ᴄᴛ
- Footnote και ¦ — ᴄᴛ
- Footnote γεγραμμενη επ αυτω γραμμασιν ελληνικοις και ρωμαικοις και εβραικοις ουτος εστιν ο βασιλευς των ιουδαιων ¦ επ αυτω ο βασιλευς των ιουδαιων ουτος ᴄᴛ
- Footnote λεγων ¦ — ᴡʜ
- Footnote ει ¦ ουχι ᴄᴛ
- Footnote επετιμα αυτω λεγων ¦ επιτιμων αυτω εφη ᴄᴛ
- Footnote τω ιησου μνησθητι μου κυριε ¦ ιησου μνησθητι μου ᴄᴛ
- Footnote εν τη βασιλεια ¦ εις την βασιλειαν ɴᴀ ᴡʜ
- Footnote ο ιησους ¦ — ᴄᴛ
- Footnote λεγω σοι ¦ σοι λεγω ᴄᴛ
- Footnote ην δε ¦ και ην ηδη ᴄᴛ
- Footnote ενατης ¦ εννατης ᴛʀ
- Footnote και εσκοτισθη ο ηλιος 96.4% ¦ του ηλιου εκλειποντος ᴀɴᴛ ᴡʜ 0.4% ¦ του ηλιου εκλιποντος ɴᴀ ꜱʙʟ ᴛʜ 0.4%
- Footnote και εσχισθη ¦ εσχισθη δε ᴄᴛ
- Footnote παραθησομαι ¦ παρατιθεμαι ᴀɴᴛ ᴄᴛ
- Footnote και ταυτα ¦ τουτο δε ᴄᴛ
- Footnote εκατονταρχος ¦ εκατονταρχης ᴄᴛ
- Footnote εδοξασε ¦ εδοξαζε ᴄᴛ
- Footnote συμπαραγενομενοι ¦ συνπαραγενομενοι ᴛʜ ᴡʜ
- Footnote θεωρουντες ¦ θεωρησαντες ᴄᴛ
- Footnote εαυτων ¦ — ᴄᴛ
- Footnote αυτου ¦ αυτω ᴄᴛ
- Footnote μακροθεν ¦ απο μακροθεν ᴀɴᴛ ɴᴀ ᴛʜ ᴡʜ
- Footnote συνακολουθησασαι ¦ συνακολουθουσαι ᴄᴛ
- Footnote ανηρ ¦ και ανηρ ᴀɴᴛ ɴᴀ
- Footnote συγκατατεθειμενος ¦ συνκατατεθειμενος ᴛʜ ᴡʜ
- Footnote και προσεδεχετο και αυτος ¦ προσεδεχετο και αυτος ᴀɴᴛ ᴘᴄᴋ ¦ προσεδεχετο ᴄᴛ
- Footnote πιλατω ¦ πειλατω ᴛʜ ᴡʜ
- Footnote αυτο ενετυλιξεν αυτο ¦ αυτο ενετυλιξε ᴀɴᴛ ¦ ενετυλιξεν αυτο ᴄᴛ
- Footnote αυτο ¦ αυτον ᴄᴛ
- Footnote ουδεπω ουδεις ¦ ουδεις ουδεπω ᴀɴᴛ ¦ ουδεις ουπω ᴄᴛ
- Footnote παρασκευη ¦ παρασκευη και ᴛʀ ¦ παρασκευης και ᴄᴛ
- Footnote γυναικες ¦ και γυναικες ᴛʀ ¦ αι γυναικες ᴀɴᴛ ᴄᴛ
- Footnote αυτω εκ της γαλιλαιας ¦ εκ της γαλιλαιας αυτω ᴄᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.