Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΛΟΥΚΑΝ 24

The Resurrection

Τῇ δὲ μιᾷ τῶν σαββάτων, ὄρθρου 1βαθέως, 2ἦλθον ἐπὶ τὸ μνῆμα φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, 3καί τινες σὺν αὐταῖς. εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου, 4καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα 5τοῦ Κυρίου Ἰησοῦ. καὶ ἐγένετο ἐν τῷ 6διαπορεῖσθαι αὐτὰς περὶ τούτου, καὶ ἰδού, 7ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν 8ἐσθήσεσιν ἀστραπτούσαις. ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ 9κλινουσῶν τὸ πρόσωπον εἰς τὴν γῆν 10εἶπον πρὸς αὐτάς, Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ὧδε, 11ἀλλ᾽ ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ λέγων 12ὅτι Δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ, καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς. ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ 13Ἰωάννα καὶ Μαρία 14ἡ Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς 15αἳ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα 16αὐτῶν, καὶ ἠπίστουν αὐταῖς. ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον καὶ παρακύψας βλέπει τὰ ὀθόνια 17κείμενα μόνα· καὶ ἀπῆλθε, πρὸς 18ἑαυτὸν θαυμάζων τὸ γεγονός.

The Road to Emmaus

Καὶ ἰδού, δύο ἐξ αὐτῶν 19ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαούς. καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ 20συζητεῖν καὶ αὐτὸς 21ὁ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς, οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. εἶπε δὲ πρὸς αὐτούς, Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες, καί 22ἐστε σκυθρωποί; ἀποκριθεὶς δὲ 23ὁ εἷς ᾧ ὄνομα Κλεόπας εἶπε πρὸς αὐτόν, Σὺ μόνος παροικεῖς 24Ἱερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; καὶ εἶπεν αὐτοῖς, Ποῖα; οἱ δὲ 25εἶπον αὐτῷ, Τὰ περὶ Ἰησοῦ τοῦ 26Ναζωραίου, 27ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ, ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν. ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ· ἀλλά 28γε σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει 29σήμερον ἀφ᾽ οὗ ταῦτα ἐγένετο. ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι 30ὄρθριαι ἐπὶ τὸ μνημεῖον, καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ 31ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν. καὶ 32ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον καὶ εὗρον οὕτω καθὼς 33καὶ αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον. καὶ αὐτὸς εἶπε πρὸς αὐτούς, Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται· οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; καὶ ἀρξάμενος ἀπὸ 34Μωσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν 35διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ 36ἑαυτοῦ.

Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς 37προσεποιεῖτο 38πορρωτέρω πορεύεσθαι. καὶ παρεβιάσαντο αὐτὸν λέγοντες, Μεῖνον μεθ᾽ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶ καὶ 39κέκλικεν ἡ ἡμέρα. καὶ εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς. καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾽ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησε, καὶ κλάσας ἐπεδίδου αὐτοῖς. αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί, καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾽ αὐτῶν. καὶ 40εἶπον πρὸς ἀλλήλους, Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν 41ἐν ἡμῖν ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ 42καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς; καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, καὶ εὗρον 43συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς λέγοντας ὅτι 44Ἠγέρθη ὁ Κύριος ὄντως καὶ ὤφθη Σίμωνι. καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.

Jesus Appears to the Disciples

Ταῦτα δὲ αὐτῶν λαλούντων 45αὐτὸς 46ὁ Ἰησοῦς ἔστη ἐν μέσῳ αὐτῶν 47καὶ λέγει αὐτοῖς, Εἰρήνη ὑμῖν. πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. καὶ εἶπεν αὐτοῖς, Τί τεταραγμένοι ἐστέ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν 48ταῖς καρδίαις ὑμῶν; ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι 49αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. καὶ τοῦτο εἰπὼν 50ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς, Ἔχετέ τι βρώσιμον ἐνθάδε; οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος 51καὶ ἀπὸ μελισσίου κηρίου, καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν.

Εἶπε δὲ 52αὐτοῖς, Οὗτοι οἱ 53λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ 54Μωσέως καὶ 55προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς· καὶ εἶπεν αὐτοῖς ὅτι Οὕτω γέγραπται 56καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν 57καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, 58ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ. ὑμεῖς 59δέ ἐστε μάρτυρες τούτων. 60καὶ ἰδού, ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ᾽ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει 61Ἱερουσαλὴμ ἕως οὗ ἐνδύσησθε 62δύναμιν ἐξ ὕψους.

The Ascension

Ἐξήγαγε δὲ αὐτοὺς 63ἔξω ἕως 64εἰς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ᾽ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης, καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ 65αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. 66

Ἀμήν.

Source notes (66)
  1. Footnote βαθεως ¦ βαθεος ᴀɴᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ
  2. Footnote ηλθον επι το μνημα ¦ επι το μνημα ηλθον ɴᴀ ꜱʙʟ ᴛʜ ¦ επι το μνημα ηλθαν ᴡʜ
  3. Footnote και τινες συν αυταις ¦ — ᴄᴛ
  4. Footnote και εισελθουσαι ¦ εισελθουσαι δε ᴄᴛ
  5. Footnote του κυριου ιησου ¦ — ꜱʙʟ
  6. Footnote διαπορεισθαι ¦ απορεισθαι ᴄᴛ
  7. Footnote ανδρες δυο ¦ δυο ανδρες ᴛʀ
  8. Footnote εσθησεσιν αστραπτουσαις ¦ εσθητι αστραπτουση ᴄᴛ
  9. Footnote κλινουσων το προσωπον ¦ κλινουσων τα προσωπα ɴᴀ ꜱʙʟ ᴡʜ ¦ κλεινουσων τα προσωπα ᴛʜ
  10. Footnote ειπον ¦ ειπαν ᴄᴛ
  11. Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
  12. Footnote οτι δει τον υιον του ανθρωπου ¦ τον υιον του ανθρωπου οτι δει ᴄᴛ
  13. Footnote ιωαννα ¦ ιωανα ᴡʜ
  14. Footnote η ¦ — ᴀɴᴛ ʜꜰ ʀᴘ ᴛʀ
  15. Footnote αι ¦ — ᴄᴛ
  16. Footnote αυτων ¦ ταυτα ᴄᴛ
  17. Footnote κειμενα ¦ — ᴄᴛ
  18. Footnote ἑαυτὸν ¦ αὑτὸν ꜱʙʟ ᴡʜ ¦ αὐτὸν ᴛʜ
  19. Footnote ησαν πορευομενοι εν αυτη τη ημερα ¦ εν αυτη τη ημερα ησαν πορευομενοι ᴄᴛ
  20. Footnote συζητειν ¦ συνζητειν ᴛʜ ᴡʜ
  21. Footnote ο ¦ — ᴄᴛ
  22. Footnote εστε ¦ εσταθησαν ᴄᴛ
  23. Footnote ο εις ω ονομα ¦ εις ονοματι ᴄᴛ
  24. Footnote ιερουσαλημ ¦ εν ιερουσαλημ ᴀɴᴛ ᴛʀ
  25. Footnote ειπον ¦ ειπαν ᴄᴛ
  26. Footnote ναζωραιου 98.8% ¦ ναζαρηνου ᴄᴛ 0.5%
  27. Footnote ος ¦ ως ᴘᴄᴋ
  28. Footnote γε ¦ γε και ᴄᴛ
  29. Footnote σημερον ¦ — ᴄᴛ
  30. Footnote ορθριαι ¦ ορθριναι ᴄᴛ
  31. Footnote ηλθον ¦ ηλθαν ᴡʜ
  32. Footnote απηλθον ¦ απηλθαν ᴡʜ
  33. Footnote και ¦ — ᴡʜ
  34. Footnote μωσεως ¦ μωυσεως ᴀɴᴛ ᴄᴛ
  35. Footnote διηρμηνευεν ¦ διερμηνευσεν ᴄᴛ
  36. Footnote ἑαυτοῦ ¦ αὑτοῦ ᴇʟᴢ
  37. Footnote προσεποιειτο ¦ προσεποιησατο ᴄᴛ
  38. Footnote πορρωτερω ¦ πορρωτερον ᴄᴛ
  39. Footnote κεκλικεν ¦ κεκλικεν ηδη ᴄᴛ
  40. Footnote ειπον ¦ ειπαν ᴄᴛ
  41. Footnote εν ημιν ¦ — ᴡʜ
  42. Footnote και ¦ — ᴄᴛ
  43. Footnote συνηθροισμενους ¦ ηθροισμενους ᴄᴛ
  44. Footnote ηγερθη ο κυριος οντως ¦ οντως ηγερθη ο κυριος ᴄᴛ
  45. Footnote αυτος ¦ και αυτος ᴘᴄᴋ
  46. Footnote ο ιησους ¦ — ᴄᴛ
  47. Footnote και λεγει αυτοις ειρηνη υμιν ¦ — ꜱʙʟ
  48. Footnote ταις καρδιαις ¦ τη καρδια ᴄᴛ
  49. Footnote αυτος εγω ειμι ¦ εγω ειμι αυτος ᴄᴛ
  50. Footnote επεδειξεν ¦ εδειξεν ᴄᴛ
  51. Footnote και απο μελισσιου (μελισσειου ᴘᴄᴋ) κηριου 91.9% ¦ — ᴄᴛ 0.7%
  52. Footnote αυτοις ¦ προς αυτους ᴄᴛ
  53. Footnote λογοι ¦ λογοι μου ᴄᴛ
  54. Footnote μωσεως ¦ μωυσεως ᴀɴᴛ ᴄᴛ
  55. Footnote προφηταις ¦ τοις προφηταις ɴᴀ ᴛʜ ᴡʜ
  56. Footnote και ουτως εδει ¦ — ᴄᴛ
  57. Footnote και 99.4% ¦ εις ɴᴀ ᴡʜ 0.5%
  58. Footnote αρξαμενον 94.7% ¦ αρξαμενοι ᴄᴛ 1.1%
  59. Footnote δε εστε ¦ εστε ꜱʙʟ ᴛʜ ¦ — ɴᴀ ᴡʜ
  60. Footnote και ιδου εγω αποστελλω ¦ και ιδου εγω εξαποστελλω ꜱʙʟ ᴡʜ ¦ καγω εξαποστελλω ᴛʜ
  61. Footnote ιερουσαλημ ¦ — ᴄᴛ
  62. Footnote δυναμιν εξ υψους ¦ εξ υψους δυναμιν ᴄᴛ
  63. Footnote εξω ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ
  64. Footnote εις ¦ προς ᴄᴛ
  65. Footnote αινουντες και ¦ — ᴄᴛ
  66. Footnote αμην ¦ — ᴄᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.