Η Καινή Διαθήκη
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1
The Word Became Flesh
Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ λόγος. οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.
Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ 1Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσι δι᾽ αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ᾽ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.
Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀλλ᾽ ἐκ Θεοῦ ἐγεννήθησαν.
Καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. 2Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγε λέγων, Οὗτος ἦν 3ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. 4καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος. ὅτι ὁ νόμος διὰ 5Μωσέως ἐδόθη· ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Θεὸν οὐδεὶς ἑώρακε πώποτε· 6ὁ μονογενὴς υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο.
The Identity of John the Baptist
Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ 7Ἰωάννου ὅτε 8ἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ 9Λευΐτας ἵνα ἐρωτήσωσιν αὐτόν, Σὺ τίς εἶ; καὶ ὡμολόγησε καὶ οὐκ ἠρνήσατο, καὶ ὡμολόγησεν ὅτι 10Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός. καὶ ἠρώτησαν αὐτόν, Τί οὖν; 11Ἠλίας εἶ σύ; καὶ λέγει, Οὐκ εἰμί. Ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη, Οὔ. 12εἶπον οὖν αὐτῷ, Τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ; ἔφη, Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Εὐθύνατε τὴν ὁδὸν Κυρίου, καθὼς εἶπεν Ἡσαΐας ὁ προφήτης.
(Καὶ 13οἱ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων.) καὶ ἠρώτησαν αὐτὸν καὶ 14εἶπον αὐτῷ, Τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς 15οὔτε Ἠλίας οὔτε ὁ προφήτης; ἀπεκρίθη αὐτοῖς ὁ 16Ἰωάννης λέγων, Ἐγὼ βαπτίζω ἐν ὕδατι, μέσος 17δὲ ὑμῶν 18ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε· 19αὐτός ἐστιν ὁ ὀπίσω μου ἐρχόμενος, 20ὃς ἔμπροσθέν μου γέγονεν, οὗ 21ἐγὼ οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος. ταῦτα ἐν 22Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν 23Ἰωάννης βαπτίζων.
The Lamb of God
Τῇ ἐπαύριον 24βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει, Ἴδε, ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. οὗτός ἐστι 25περὶ οὗ ἐγὼ εἶπον, Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾽ ἵνα φανερωθῇ τῷ Ἰσραὴλ διὰ τοῦτο ἦλθον ἐγὼ ἐν 26τῷ ὕδατι βαπτίζων. καὶ ἐμαρτύρησεν 27Ἰωάννης λέγων ὅτι Τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον 28ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾽ αὐτόν. κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾽ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν, Ἐφ᾽ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾽ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίῳ. κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ 29υἱὸς τοῦ Θεοῦ.
Jesus Calls His First Disciples
Τῇ ἐπαύριον πάλιν 30εἱστήκει 31ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο, καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει, Ἴδε, ὁ ἀμνὸς τοῦ Θεοῦ. καὶ ἤκουσαν 32αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ. στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς, Τί ζητεῖτε; οἱ δὲ 33εἶπον αὐτῷ, 34Ῥαββί (ὃ λέγεται 35ἑρμηνευόμενον Διδάσκαλε), ποῦ μένεις; λέγει αὐτοῖς, Ἔρχεσθε καὶ 36ἴδετε. 37ἦλθον καὶ 38εἶδον ποῦ μένει, καὶ παρ᾽ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· 39ὥρα ἦν ὡς δεκάτη. ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ 40Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ. εὑρίσκει οὗτος 41πρῶτος τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ, Εὑρήκαμεν τὸν 42Μεσίαν (ὅ ἐστι μεθερμηνευόμενον 43Χριστός), 44καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. 45ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπε, Σὺ εἶ Σίμων ὁ υἱὸς 46Ἰωνᾶ· σὺ κληθήσῃ Κηφᾶς (ὃ ἑρμηνεύεται Πέτρος).
Jesus Calls Philip and Nathanael
Τῇ ἐπαύριον 47ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ 48ὁ Ἰησοῦς, Ἀκολούθει μοι. ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ, Ὃν ἔγραψε 49Μωσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦν 50τὸν υἱὸν 51τοῦ Ἰωσὴφ τὸν ἀπὸ 52Ναζαρέτ. καὶ εἶπεν αὐτῷ Ναθαναήλ, Ἐκ 53Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ 54Φίλιππος, Ἔρχου καὶ ἴδε. εἶδεν 55ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ, Ἴδε, ἀληθῶς 56Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι. λέγει αὐτῷ Ναθαναήλ, Πόθεν με γινώσκεις; ἀπεκρίθη 57Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. ἀπεκρίθη 58Ναθαναὴλ καὶ λέγει αὐτῷ, 59Ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ 60εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ὅτι εἶπόν 61σοι, Εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων 62ὄψει. καὶ λέγει αὐτῷ, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, 63ἀπ᾽ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.
Source notes (63)
- Footnote ιωαννης ¦ ιωανης ᴡʜ
- Footnote ιωαννης ¦ ιωανης ᴡʜ
- Footnote ον ειπον ¦ ο ειπων ᴡʜ
- Footnote και ¦ οτι ᴄᴛ
- Footnote μωσεως ¦ μωυσεως ᴀɴᴛ ᴄᴛ
- Footnote ο μονογενης υιος 98.3% ¦ μονογενης θεος ɴᴀ ꜱʙʟ ᴡʜ 0.3%
- Footnote ιωαννου ¦ ιωανου ᴡʜ
- Footnote απεστειλαν ¦ απεστειλαν προς αυτον ɴᴀ ᴛʜ ᴡʜ
- Footnote λευιτας ¦ λευειτας ᴛʜ ᴡʜ
- Footnote ουκ ειμι εγω ¦ εγω ουκ ειμι ᴄᴛ
- Footnote ηλιας ει συ ¦ συ ηλιας ει ɴᴀ ꜱʙʟ ¦ συ ηλειας ει ᴛʜ ᴡʜ
- Footnote ειπον ¦ ειπαν ᴄᴛ
- Footnote οι ¦ — ᴄᴛ
- Footnote ειπον ¦ ειπαν ɴᴀ ꜱʙʟ
- Footnote ουτε ηλιας ουτε ¦ ουδε ηλιας ουδε ɴᴀ ꜱʙʟ ¦ ουδε ηλειας ουδε ᴛʜ ᴡʜ
- Footnote ιωαννης ¦ ιωανης ᴡʜ
- Footnote δε ¦ — ᴄᴛ
- Footnote εστηκεν ¦ στηκει ᴡʜ
- Footnote αυτος εστιν ο 95.8% ¦ ο ɴᴀ ꜱʙʟ ᴛʜ 2.2% ¦ — ᴡʜ 0.4%
- Footnote ος εμπροσθεν μου γεγονεν ¦ — ᴄᴛ
- Footnote εγω ουκ ειμι 86.2% ¦ ουκ ειμι ꜱʙʟ 6.9% ¦ ουκ ειμι εγω ɴᴀ ᴛʜ ᴡʜ 3%
- Footnote βηθανια ¦ βιθαβαρα ᴘᴄᴋ ¦ βηθαβαρα ᴛʀ
- Footnote ιωαννης ¦ ο ιωαννης ɴᴀ ꜱʙʟ ᴛʜ ¦ ο ιωανης ᴡʜ
- Footnote βλεπει ¦ βλεπει ο ιωαννης ᴀɴᴛ ᴘᴄᴋ ᴛʀ
- Footnote περι 98.9% ¦ υπερ ᴄᴛ 0.6%
- Footnote τω ¦ — ᴄᴛ
- Footnote ιωαννης ¦ ιωανης ᴡʜ
- Footnote ως ¦ ωσει ʜꜰ ʀᴘ ᴛʀ
- Footnote υιος 99.5% ¦ εκλεκτος ꜱʙʟ 0.4%
- Footnote ειστηκει ¦ ιστηκει ᴛʜ ᴡʜ
- Footnote ο ιωαννης ¦ ιωανης ᴡʜ
- Footnote αυτου οι δυο μαθηται 93.4% ¦ οι δυο μαθηται αυτου ᴄᴛ 1.6%
- Footnote ειπον ¦ ειπαν ᴄᴛ
- Footnote ραββι ¦ ραββει ᴛʜ ᴡʜ
- Footnote ερμηνευομενον 93.8% ¦ μεθερμηνευομενον ᴄᴛ 3.2%
- Footnote ιδετε ¦ οψεσθε ᴄᴛ
- Footnote ηλθον ¦ ηλθον ουν ᴀɴᴛ ¦ ηλθαν ουν ᴄᴛ
- Footnote ειδον ¦ ειδαν ᴄᴛ
- Footnote ωρα ¦ ωρα δε ᴛʀ
- Footnote ιωαννου ¦ ιωανου ᴡʜ
- Footnote πρωτος ¦ πρωτον ᴄᴛ
- Footnote μεσιαν ¦ μεσσιαν ᴀɴᴛ ᴄᴛ ᴛʀ
- Footnote χριστος ¦ ο χριστος ᴛʀ
- Footnote και ¦ — ᴄᴛ
- Footnote εμβλεψας ¦ εμβλεψας δε ᴛʀ
- Footnote ιωνα 98.6% ¦ ιωαννου ɴᴀ ꜱʙʟ ᴛʜ 0.4% ¦ ιωανου ᴡʜ 0.1%
- Footnote ηθελησεν ¦ ηθελησεν ο ιησους ᴀɴᴛ ᴛʀ
- Footnote ο ιησους ¦ — ᴀɴᴛ ᴘᴄᴋ ᴛʀ
- Footnote μωσης ¦ μωυσης ᴀɴᴛ ᴄᴛ
- Footnote τον ¦ — ᴄᴛ
- Footnote του ¦ — ᴘᴄᴋ
- Footnote ναζαρετ ¦ ναζαρεθ ᴇʟᴢ ꜱᴄʀ
- Footnote ναζαρετ ¦ ναζαρεθ ᴇʟᴢ ꜱᴄʀ
- Footnote φιλιππος ¦ ο φιλιππος ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote ο ¦ — ᴡʜ
- Footnote ισραηλιτης ¦ ισραηλειτης ᴛʜ ᴡʜ
- Footnote ιησους ¦ ο ιησους ᴛʀ
- Footnote ναθαναηλ και λεγει αυτω 92.9% ¦ αυτω ναθαναηλ ᴄᴛ 1%
- Footnote ραββι ¦ ραββει ᴛʜ ᴡʜ
- Footnote ει ο βασιλευς ¦ βασιλευς ει ᴄᴛ
- Footnote σοι ¦ σοι οτι ᴄᴛ
- Footnote οψει ¦ οψη ᴄᴛ
- Footnote απ αρτι 95.9% ¦ — ᴄᴛ 0.7%
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.