Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2

The Miracle at Cana

Καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ· ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον. καὶ ὑστερήσαντος οἴνου λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν, Οἶνον οὐκ ἔχουσι. 1λέγει 2αὐτῇ ὁ Ἰησοῦς, Τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου. λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις, Ὅ τι ἂν λέγῃ ὑμῖν ποιήσατε.

Ἦσαν δὲ ἐκεῖ 3ὑδρίαι λίθιναι ἓξ κείμεναι κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς. λέγει αὐτοῖς ὁ Ἰησοῦς, Γεμίσατε τὰς ὑδρίας ὕδατος. καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω. καὶ λέγει αὐτοῖς, Ἀντλήσατε νῦν καὶ φέρετε τῷ 4ἀρχιτρικλίνῳ· 5καὶ ἤνεγκαν. ὡς δὲ ἐγεύσατο ὁ 6ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον—καὶ οὐκ ᾔδει πόθεν ἐστίν, οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ—φωνεῖ τὸν νυμφίον ὁ 7ἀρχιτρίκλινος καὶ λέγει αὐτῷ, Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησι, καὶ ὅταν μεθυσθῶσι, 8τότε τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι. ταύτην ἐποίησε 9τὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.

Μετὰ τοῦτο κατέβη εἰς 10Καπερναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ 11αὐτοῦ καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας.

Jesus Cleanses the Temple Courts

Καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς. καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστεράς, καὶ τοὺς κερματιστὰς καθημένους. καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεε 12τὸ κέρμα, καὶ τὰς τραπέζας 13ἀνέστρεψε, καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν, Ἄρατε ταῦτα ἐντεῦθεν· μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου. ἐμνήσθησαν 14δὲ οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν, Ὁ ζῆλος τοῦ οἴκου σου 15καταφάγεταί με.

Ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ 16εἶπον αὐτῷ, Τί σημεῖον δεικνύεις ἡμῖν ὅτι ταῦτα ποιεῖς; ἀπεκρίθη 17Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. 18εἶπον οὖν οἱ Ἰουδαῖοι, 19Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν 20ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο 21ἔλεγε, καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ 22ᾧ εἶπεν ὁ Ἰησοῦς.

Jesus Knows What Is in Man

Ὡς δὲ ἦν ἐν 23τοῖς Ἱεροσολύμοις ἐν τῷ πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει. αὐτὸς δὲ 24ὁ Ἰησοῦς οὐκ ἐπίστευεν 25ἑαυτὸν αὐτοῖς διὰ τὸ αὐτὸν γινώσκειν πάντας καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου, αὐτὸς γὰρ ἐγίνωσκε τί ἦν ἐν τῷ ἀνθρώπῳ.

Source notes (25)
  1. Footnote λεγει ¦ και λεγει ɴᴀ ꜱʙʟ ᴡʜ
  2. Footnote αυτη ¦ αυτω ᴀɴᴛ*
  3. Footnote υδριαι λιθιναι εξ κειμεναι κατα τον καθαρισμον των ιουδαιων 95.1% ¦ λιθιναι υδριαι εξ κατα τον καθαρισμον των ιουδαιων κειμεναι ᴄᴛ 0.9%
  4. Footnote αρχιτρικλινω ¦ αρχιτρικλεινω ᴛʜ
  5. Footnote και ¦ οι δε ᴄᴛ
  6. Footnote αρχιτρικλινος ¦ αρχιτρικλεινος ᴛʜ
  7. Footnote αρχιτρικλινος ¦ αρχιτρικλεινος ᴛʜ
  8. Footnote τοτε ¦ — ᴄᴛ
  9. Footnote την ¦ — ᴄᴛ
  10. Footnote καπερναουμ ¦ καφαρναουμ ᴄᴛ
  11. Footnote αυτου 90.6% ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ 0.4%
  12. Footnote το κερμα 98.8% ¦ τα κερματα ꜱʙʟ ᴡʜ 0.8%
  13. Footnote ανεστρεψε 85.1% ¦ ανετρεψε ɴᴀ ᴛʜ ᴡʜ 9.2%
  14. Footnote δε ¦ — ᴄᴛ
  15. Footnote καταφαγεται ¦ κατεφαγε ᴛʀ
  16. Footnote ειπον ¦ ειπαν ᴄᴛ
  17. Footnote ιησους ¦ ο ιησους ᴛʀ
  18. Footnote ειπον ¦ ειπαν ᴄᴛ
  19. Footnote τεσσαρακοντα ¦ τεσσερακοντα ᴄᴛ
  20. Footnote ωκοδομηθη ¦ οικοδομηθη ᴄᴛ
  21. Footnote ελεγε ¦ ελεγεν αυτοις ᴛʀ
  22. Footnote ω 98.1% ¦ ον ᴄᴛ 0.9%
  23. Footnote τοις ¦ — ᴛʀ
  24. Footnote ο 98.3% ¦ — ᴄᴛ 0.5%
  25. Footnote ἑαυτὸν ¦ αὐτὸν ɴᴀ ¦ αὑτὸν ꜱʙʟ ᴡʜ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.