Η Καινή Διαθήκη
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 3
Conversation with Nicodemus
Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων· οὗτος ἦλθε πρὸς 1αὐτὸν νυκτὸς καὶ εἶπεν αὐτῷ, 2Ῥαββί, οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος, οὐδεὶς γὰρ 3ταῦτα τὰ σημεῖα δύναται ποιεῖν ἃ σὺ ποιεῖς ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ᾽ αὐτοῦ. ἀπεκρίθη 4ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ. λέγει πρὸς αὐτὸν 5ὁ Νικόδημος, Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι; ἀπεκρίθη 6Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. τὸ 7γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι, καὶ τὸ 8γεγεννημένον ἐκ τοῦ Πνεύματος πνεῦμά ἐστι. μὴ θαυμάσῃς ὅτι εἶπόν σοι, Δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν. τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ᾽ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος.
Ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ, Πῶς δύναται ταῦτα γενέσθαι; ἀπεκρίθη 9Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ καὶ ταῦτα οὐ γινώσκεις; ἀμὴν ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε. εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε; καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου, 10ὁ ὢν ἐν τῷ οὐρανῷ. καὶ καθὼς 11Μωσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων 12εἰς αὐτὸν 13μὴ ἀπόληται ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον.
Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν 14αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται 15ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον. οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν υἱὸν 16αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾽ ἵνα σωθῇ ὁ κόσμος δι᾽ αὐτοῦ. ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται, ὁ 17δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ Θεοῦ. αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς· ἦν γὰρ 18πονηρὰ αὐτῶν τὰ ἔργα. πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ. ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα, ὅτι ἐν Θεῷ ἐστιν εἰργασμένα.
John the Baptist Exalts Christ
Μετὰ ταῦτα ἦλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν, καὶ ἐκεῖ διέτριβε μετ᾽ αὐτῶν καὶ ἐβάπτιζεν. ἦν δὲ καὶ 19Ἰωάννης βαπτίζων ἐν Αἰνὼν ἐγγὺς τοῦ 20Σαλήμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ, καὶ 21παρεγίνοντο καὶ ἐβαπτίζοντο· οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν 22ὁ Ἰωάννης.
Ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν 23Ἰωάννου μετὰ 24Ἰουδαίου περὶ καθαρισμοῦ. καὶ 25ἦλθον πρὸς τὸν 26Ἰωάννην καὶ 27εἶπον αὐτῷ, 28Ῥαββί, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε, οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν. ἀπεκρίθη 29Ἰωάννης καὶ εἶπεν, Οὐ δύναται ἄνθρωπος λαμβάνειν 30οὐδὲν ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. αὐτοὶ ὑμεῖς 31μοι μαρτυρεῖτε ὅτι 32εἶπον, Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός, ἀλλ᾽ ὅτι Ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου. ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου. αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται. ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.
He Who Comes from Heaven
Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν. ὁ ὢν ἐκ τῆς γῆς, ἐκ τῆς γῆς ἐστι καὶ ἐκ τῆς γῆς λαλεῖ· ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντων ἐστί, 33καὶ ὃ ἑώρακε καὶ ἤκουσε, τοῦτο μαρτυρεῖ, καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει. ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν. ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ, οὐ γὰρ ἐκ μέτρου δίδωσιν 34ὁ Θεὸς τὸ Πνεῦμα. ὁ πατὴρ ἀγαπᾷ τὸν υἱὸν καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. ὁ πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ υἱῷ οὐκ ὄψεται 35τὴν ζωήν, ἀλλ᾽ ἡ ὀργὴ τοῦ Θεοῦ 36μενεῖ ἐπ᾽ αὐτόν.
Source notes (36)
- Footnote αυτον ¦ τον ιησουν ᴘᴄᴋ ᴛʀ
- Footnote ραββι ¦ ραββει ᴛʜ ᴡʜ
- Footnote ταυτα τα σημεια δυναται ¦ δυναται ταυτα τα σημεια ᴄᴛ
- Footnote ο ¦ — ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ
- Footnote ο ¦ — ᴘᴄᴋ ᴛʜ
- Footnote ιησους 82.2% ¦ ο ιησους ᴛʀ ᴡʜ 16.7%
- Footnote γεγεννημενον ¦ γεγενημενον ᴇʟᴢ
- Footnote γεγεννημενον ¦ γεγενημενον ᴇʟᴢ
- Footnote ιησους ¦ ο ιησους ᴛʀ
- Footnote ο ων εν τω ουρανω 97.6% ¦ — ᴄᴛ 1.1%
- Footnote μωσης ¦ μωυσης ᴀɴᴛ ᴄᴛ
- Footnote εις αυτον 96.7% ¦ εν αυτω ɴᴀ ꜱʙʟ ᴡʜ 0.4%
- Footnote μη αποληται αλλ ¦ — ᴄᴛ
- Footnote αυτου 95.9% ¦ — ᴄᴛ 0.4%
- Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴡʜ
- Footnote αυτου ¦ — ᴄᴛ
- Footnote δε ¦ — ᴡʜ
- Footnote πονηρα αυτων ¦ αυτων πονηρα ᴄᴛ
- Footnote ιωαννης ¦ ο ιωαννης ɴᴀ ꜱʙʟ ¦ ο ιωανης ᴡʜ
- Footnote σαλημ ¦ σαλειμ ᴀɴᴛ ᴄᴛ ᴛʀ
- Footnote παρεγινοντο ¦ παρεγεινοντο ᴛʜ
- Footnote ο ιωαννης ¦ ιωανης ᴡʜ
- Footnote ιωαννου ¦ ιωανου ᴡʜ
- Footnote ιουδαιου 85.1% ¦ ιουδαιων ᴛʀ 13.5%
- Footnote ηλθον ¦ ηλθαν ᴡʜ
- Footnote ιωαννην ¦ ιωανην ᴡʜ
- Footnote ειπον ¦ ειπαν ᴄᴛ
- Footnote ραββι ¦ ραββει ᴛʜ ᴡʜ
- Footnote ιωαννης ¦ ιωανης ᴡʜ
- Footnote ουδεν 88.7% ¦ ουδε εν ɴᴀ ꜱʙʟ 0.1%
- Footnote μοι ¦ — ʜꜰ ʀᴘ
- Footnote ειπον ¦ ειπον οτι ɴᴀ ¦ ειπον εγω ᴡʜ
- Footnote και ¦ — ᴄᴛ
- Footnote ο θεος ¦ — ᴄᴛ
- Footnote την ¦ — ᴀɴᴛ ᴄᴛ ʀᴘ ᴛʀ
- Footnote μενεῖ ¦ μένει ᴀɴᴛ ᴄᴛ ʜꜰ ʀᴘ ᴛʀ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.