Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4

Jesus Speaks with a Samaritan Woman

Ὡς οὖν ἔγνω ὁ 1Κύριος ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ 2Ἰωάννης (καίτοιγε Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν ἀλλ᾽ οἱ μαθηταὶ αὐτοῦ), ἀφῆκε τὴν Ἰουδαίαν καὶ 3ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν. ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς 4Σαμαρείας. ἔρχεται οὖν εἰς πόλιν τῆς 5Σαμαρείας λεγομένην 6Συχάρ, πλησίον τοῦ χωρίου 7ὃ ἔδωκεν Ἰακὼβ 8Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ· ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν 9ὡσεὶ ἕκτη.

Ἔρχεται γυνὴ ἐκ τῆς 10Σαμαρείας ἀντλῆσαι ὕδωρ· λέγει αὐτῇ ὁ Ἰησοῦς, Δός μοι 11πιεῖν. (οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν ἵνα τροφὰς ἀγοράσωσι.) λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ 12Σαμαρεῖτις, Πῶς σὺ Ἰουδαῖος ὢν παρ᾽ ἐμοῦ 13πιεῖν αἰτεῖς 14οὔσης γυναικὸς Σαμαρείτιδος; (οὐ γὰρ 15συγχρῶνται Ἰουδαῖοι 16Σαμαρείταις.) ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ, Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι, Δός μοι 17πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. λέγει αὐτῷ 18ἡ γυνή, Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιε καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ; ἀπεκρίθη 19Ἰησοῦς καὶ εἶπεν αὐτῇ, Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· ὃς δ᾽ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ οὐ μὴ 20διψήσῃ εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. λέγει πρὸς αὐτὸν ἡ γυνή, Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ 21ἔρχωμαι ἐνθάδε ἀντλεῖν.

Λέγει αὐτῇ 22ὁ Ἰησοῦς, Ὕπαγε, φώνησον 23τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε. ἀπεκρίθη ἡ γυνὴ καὶ 24εἶπεν, Οὐκ ἔχω ἄνδρα. λέγει αὐτῇ ὁ Ἰησοῦς, Καλῶς 25εἶπας ὅτι Ἄνδρα οὐκ ἔχω· πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας. λέγει αὐτῷ ἡ γυνή, Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ. οἱ πατέρες 26ἡμῶν ἐν 27τῷ ὄρει τούτῳ προσεκύνησαν, καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου 28δεῖ προσκυνεῖν. λέγει αὐτῇ ὁ Ἰησοῦς, 29Γύναι, πίστευσόν μοι ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί. ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε· ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν. 30ἀλλ᾽ ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ, καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας 31αὐτόν. πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτόν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. λέγει αὐτῷ ἡ γυνή, Οἶδα ὅτι 32Μεσίας ἔρχεται (ὁ λεγόμενος Χριστός)· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν 33πάντα. λέγει αὐτῇ ὁ Ἰησοῦς, Ἐγώ εἰμι, ὁ λαλῶν σοι.

Καὶ ἐπὶ τούτῳ 34ἦλθον οἱ μαθηταὶ αὐτοῦ καὶ 35ἐθαύμασαν ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπε, Τί ζητεῖς; ἤ, Τί λαλεῖς μετ᾽ αὐτῆς; ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν καὶ λέγει τοῖς ἀνθρώποις, Δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέ μοι πάντα 36ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός; ἐξῆλθον 37οὖν ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν.

Ἐν 38δὲ τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ 39μαθηταὶ λέγοντες, 40Ῥαββί, φάγε. ὁ δὲ εἶπεν αὐτοῖς, Ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε. ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους, Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν; λέγει αὐτοῖς ὁ Ἰησοῦς, Ἐμὸν βρῶμά ἐστιν ἵνα 41ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον. οὐχ ὑμεῖς λέγετε ὅτι 42Ἔτι 43τετράμηνός ἐστι καὶ ὁ θερισμὸς ἔρχεται; ἰδού, λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη. 44καὶ ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα 45καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων. ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν 46ὁ ἀληθινὸς ὅτι Ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων. ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασι, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε.

Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν 47Σαμαρειτῶν διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης ὅτι Εἶπέ μοι πάντα 48ὅσα ἐποίησα. ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ 49Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ᾽ αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας. καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ, τῇ τε γυναικὶ ἔλεγον ὅτι Οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου, 50ὁ Χριστός.

Jesus Heals an Official’s Son

Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν 51καὶ ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν. (αὐτὸς γὰρ 52Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει.) ὅτε οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες 53ἃ ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ (καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν).

Ἦλθεν οὖν 54πάλιν ὁ Ἰησοῦς εἰς τὴν Κανᾶ τῆς Γαλιλαίας, ὅπου ἐποίησε τὸ ὕδωρ οἶνον. καὶ ἦν τις βασιλικὸς οὗ ὁ υἱὸς ἠσθένει ἐν 55Καπερναούμ. οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν ἀπῆλθε πρὸς αὐτὸν καὶ ἠρώτα 56αὐτὸν ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν, 57ἔμελλε γὰρ ἀποθνῄσκειν. εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν, Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε. λέγει πρὸς αὐτὸν ὁ βασιλικός, Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου. λέγει αὐτῷ ὁ Ἰησοῦς, Πορεύου· ὁ υἱός σου ζῇ. 58καὶ ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ 59ᾧ εἶπεν αὐτῷ 60ὁ Ἰησοῦς καὶ ἐπορεύετο. ἤδη δὲ αὐτοῦ καταβαίνοντος οἱ δοῦλοι αὐτοῦ 61ἀπήντησαν αὐτῷ 62καὶ ἀπήγγειλαν λέγοντες ὅτι Ὁ 63παῖς σου ζῇ. ἐπύθετο οὖν 64παρ᾽ αὐτῶν τὴν ὥραν ἐν ᾗ κομψότερον ἔσχε. 65καὶ εἶπον αὐτῷ ὅτι 66Χθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός. ἔγνω οὖν ὁ πατὴρ ὅτι 67ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς 68ὅτι Ὁ υἱός σου ζῇ· καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη. 69τοῦτο πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.

Source notes (69)
  1. Footnote κυριος 76.1% ¦ ιησους ɴᴀ ᴘᴄᴋ ꜱʙʟ 22.1%
  2. Footnote ιωαννης ¦ ιωανης ᴡʜ
  3. Footnote απηλθεν 91% ¦ απηλθε παλιν ᴄᴛ ᴛʀ 8.7%
  4. Footnote σαμαρειας ¦ σαμαριας ᴡʜ
  5. Footnote σαμαρειας ¦ σαμαριας ᴡʜ
  6. Footnote συχαρ ¦ σιχαρ ᴇʟᴢ
  7. Footnote ο ¦ ου ᴘᴄᴋ
  8. Footnote ιωσηφ ¦ τω ιωσηφ ɴᴀ ꜱʙʟ ᴡʜ
  9. Footnote ωσει ¦ ως ᴄᴛ
  10. Footnote σαμαρειας ¦ σαμαριας ᴡʜ
  11. Footnote πιειν ¦ πειν ᴄᴛ
  12. Footnote σαμαρειτις ¦ σαμαριτις ɴᴀ ꜱʙʟ
  13. Footnote πιειν ¦ πειν ᴄᴛ
  14. Footnote ουσης γυναικος σαμαρειτιδος ¦ γυναικος σαμαριτιδος ουσης ɴᴀ ꜱʙʟ ¦ γυναικος σαμαρειτιδος ουσης ᴛʜ ᴡʜ
  15. Footnote συγχρωνται ¦ συνχρωνται ᴛʜ ᴡʜ
  16. Footnote σαμαρειταις ¦ σαμαριταις ɴᴀ ꜱʙʟ
  17. Footnote πιειν ¦ πειν ᴄᴛ
  18. Footnote η γυνη 99.6% ¦ — ᴡʜ 0.1%
  19. Footnote ιησους ¦ ο ιησους ᴛʀ
  20. Footnote διψηση ¦ διψησει ᴄᴛ
  21. Footnote ερχωμαι ¦ ερχομαι ʜꜰ ʀᴘ ¦ διερχωμαι ɴᴀ ꜱʙʟ ᴡʜ
  22. Footnote ο ιησους ¦ ιησους ᴛʜ ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ
  23. Footnote τον ανδρα σου ¦ σου τον ανδρα ᴡʜ
  24. Footnote ειπεν ¦ ειπεν αυτω ɴᴀ ꜱʙʟ ᴡʜ
  25. Footnote ειπας ¦ ειπες ᴡʜ
  26. Footnote ημων ¦ υμων ᴀɴᴛ*
  27. Footnote τω ορει τουτω ¦ τουτω τω ορει ᴛʀ
  28. Footnote δει προσκυνειν ¦ προσκυνειν δει ᴄᴛ
  29. Footnote γυναι πιστευσον μοι ¦ πιστευε μοι γυναι ᴄᴛ
  30. Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
  31. Footnote αὐτόν ¦ αὑτόν ꜱᴛ
  32. Footnote μεσιας ¦ μεσσιας ᴀɴᴛ ᴄᴛ ᴛʀ
  33. Footnote παντα ¦ απαντα ᴄᴛ
  34. Footnote ηλθον ¦ ηλθαν ɴᴀ ꜱʙʟ ᴡʜ
  35. Footnote εθαυμασαν ¦ εθαυμαζον ᴄᴛ
  36. Footnote οσα 99.4% ¦ α ᴡʜ 0.2%
  37. Footnote ουν ¦ — ᴄᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ
  38. Footnote δε ¦ — ᴄᴛ
  39. Footnote μαθηται ¦ μαθηται αυτου ᴘᴄᴋ
  40. Footnote ραββι ¦ ραββει ᴛʜ ᴡʜ
  41. Footnote ποιω ¦ ποιησω ᴄᴛ
  42. Footnote ετι ¦ — ᴘᴄᴋ
  43. Footnote τετραμηνος ¦ τετραμηνον ᴛʀ
  44. Footnote και ¦ — ᴄᴛ
  45. Footnote και ¦ — ᴄᴛ
  46. Footnote ο 78.8% ¦ — ᴄᴛ ꜱᴄʀ 16.6%
  47. Footnote σαμαρειτων ¦ σαμαριτων ɴᴀ ꜱʙʟ
  48. Footnote οσα 99.5% ¦ α ᴄᴛ 0.4%
  49. Footnote σαμαρειται ¦ σαμαριται ɴᴀ ꜱʙʟ
  50. Footnote ο χριστος ¦ — ᴄᴛ
  51. Footnote και απηλθεν 91.9% ¦ — ᴄᴛ 2.1%
  52. Footnote ιησους ¦ ο ιησους ᴀɴᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
  53. Footnote α ¦ οσα ᴄᴛ
  54. Footnote παλιν ο ιησους ¦ ο ιησους παλιν ᴛʀ ¦ παλιν ᴄᴛ
  55. Footnote καπερναουμ ¦ καφαρναουμ ᴄᴛ
  56. Footnote αυτον ¦ — ᴄᴛ
  57. Footnote εμελλε ¦ ημελλε ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ
  58. Footnote και ¦ — ᴄᴛ
  59. Footnote ω ¦ ον ᴄᴛ
  60. Footnote ο ¦ — ᴛʀ
  61. Footnote απηντησαν ¦ υπηντησαν ᴄᴛ
  62. Footnote και απηγγειλαν 87.6% ¦ και ανηγγειλαν ᴍꜱꜱ 8.9% ¦ — ᴄᴛ 1.9%
  63. Footnote παις σου 77.5% ¦ υιος σου ᴍꜱꜱ 20.2% ¦ παις αυτου ᴄᴛ 1%
  64. Footnote παρ αυτων την ωραν ¦ την ωραν παρ αυτων ᴄᴛ
  65. Footnote και ειπον ¦ ειπαν ουν ɴᴀ ꜱʙʟ ᴡʜ ¦ ειπον ουν ᴛʜ
  66. Footnote χθες ¦ εχθες ᴄᴛ
  67. Footnote εν ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ
  68. Footnote οτι ¦ — ᴄᴛ
  69. Footnote τουτο ¦ τουτο δε ᴄᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.