Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5

The Healing at the Pool of Bethesda

Μετὰ ταῦτα ἦν 1ἡ ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη 2ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα.

Ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα, ἡ ἐπιλεγομένη Ἑβραϊστὶ 3Βηθεσδά, πέντε στοὰς ἔχουσα. ἐν ταύταις κατέκειτο πλῆθος 4πολὺ τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, 5ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. 6ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ καὶ 7ἐτάρσσε τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο ᾧ δήποτε κατείχετο νοσήματι. ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα 8καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ 9ἀσθενείᾳ. τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ, Θέλεις ὑγιὴς γενέσθαι; ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν, Κύριε, ἄνθρωπον οὐκ ἔχω ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ 10βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγώ, ἄλλος 11πρὸ ἐμοῦ καταβαίνει. λέγει αὐτῷ ὁ Ἰησοῦς, 12Ἔγειραι, ἆρον τὸν 13κράβαττόν σου καὶ περιπάτει. καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος καὶ ἦρε τὸν 14κράβαττον αὐτοῦ καὶ περιεπάτει.

Ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ, Σάββατόν ἐστιν· 15οὐκ ἔξεστί σοι ἆραι τὸν 16κράβαττον. 17ἀπεκρίθη αὐτοῖς, Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν, Ἆρον τὸν 18κράβαττόν σου καὶ περιπάτει. ἠρώτησαν 19οὖν αὐτόν, Τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι, Ἆρον 20τὸν κράβαττόν σου καὶ περιπάτει; ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν, ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ.

Μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ, Ἴδε, ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν 21τί σοι γένηται. ἀπῆλθεν ὁ ἄνθρωπος καὶ 22ἀνήγγειλε τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ. καὶ διὰ τοῦτο ἐδίωκον 23τὸν Ἰησοῦν οἱ Ἰουδαῖοι καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι, ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ. ὁ δὲ 24Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς, Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγε τὸν Θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ.

The Authority of the Son

Ἀπεκρίνατο οὖν ὁ Ἰησοῦς καὶ 25εἶπεν αὐτοῖς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ᾽ ἑαυτοῦ οὐδὲν 26ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ. ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε. ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζῳοποιεῖ, οὕτω καὶ ὁ υἱὸς οὓς θέλει ζῳοποιεῖ. οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ, ἵνα πάντες τιμῶσι τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα. ὁ μὴ τιμῶν τὸν υἱὸν οὐ τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν. ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.

Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ 27ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες 28ζήσονται. ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως 29ἔδωκε καὶ τῷ υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ· καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ 30καὶ κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστί. μὴ θαυμάζετε τοῦτο, ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις 31ἀκούσονται τῆς φωνῆς αὐτοῦ καὶ ἐκπορεύσονται, οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ 32δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως.

Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ᾽ ἐμαυτοῦ οὐδέν· καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με 33πατρός.

Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής. ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ. ὑμεῖς ἀπεστάλκατε πρὸς 34Ἰωάννην, καὶ μεμαρτύρηκε τῇ ἀληθείᾳ· ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω, ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς σωθῆτε. ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων, ὑμεῖς δὲ ἠθελήσατε 35ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ. ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν 36μείζω τοῦ 37Ἰωάννου· τὰ γὰρ ἔργα ἃ 38ἔδωκέ μοι ὁ πατὴρ ἵνα τελειώσω αὐτά, αὐτὰ τὰ ἔργα ἃ 39ἐγὼ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ ὅτι ὁ πατήρ με ἀπέσταλκε. καὶ ὁ πέμψας με πατὴρ 40αὐτὸς μεμαρτύρηκε περὶ ἐμοῦ. οὔτε φωνὴν αὐτοῦ 41ἀκηκόατε πώποτε οὔτε εἶδος αὐτοῦ ἑωράκατε· καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε 42μένοντα ἐν ὑμῖν, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε. 43ἐρευνᾶτε τὰς γραφὰς ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν, καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· καὶ οὐ θέλετε ἐλθεῖν πρός με ἵνα ζωὴν ἔχητε. δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω, 44ἀλλ᾽ ἔγνωκα ὑμᾶς, ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς. ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον 45λήψεσθε. πῶς δύνασθε ὑμεῖς πιστεῦσαι, δόξαν 46παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε; μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν 47Μωσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. εἰ γὰρ ἐπιστεύετε 48Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ 49γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν. εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύσετε;

Source notes (49)
  1. Footnote η ¦ — ᴄᴛ ᴛʀ
  2. Footnote ο ¦ — ᴄᴛ
  3. Footnote βηθεσδα 97.1% ¦ βηθζαθα ɴᴀ ᴡʜ 0.2%
  4. Footnote πολυ ¦ — ᴄᴛ
  5. Footnote εκδεχομενων την του υδατος κινησιν 97.2% ¦ — ᴄᴛ 0.7%
  6. Footnote αγγελος γαρ κατα καιρον κατεβαινεν εν τη κολυμβηθρα και … το υδωρ ο ουν πρωτος εμβας μετα την ταραχην του υδατος υγιης εγινετο ω δηποτε κατειχετο νοσηματι 99.1% ¦ — ᴄᴛ 0.8%
  7. Footnote εταρασσε ¦ εταρασσετο ᴀɴᴛ ¦ — ᴄᴛ
  8. Footnote και ¦ — ᴇʟᴢ ᴘᴄᴋ ʀᴘ ꜱʙʟ ꜱᴛ
  9. Footnote ασθενεια ¦ ασθενεια αυτου ᴀɴᴛ ᴄᴛ
  10. Footnote βαλη ¦ βαλλη ᴛʀ
  11. Footnote προ ¦ προς ꜱᴛ*
  12. Footnote εγειραι ¦ εγειρε ᴀɴᴛ ᴄᴛ
  13. Footnote κραβαττον ¦ κραββατον ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
  14. Footnote κραβαττον ¦ κραββατον ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
  15. Footnote ουκ ¦ και ουκ ᴄᴛ
  16. Footnote κραβαττον ¦ κραββατον ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ ¦ κραβαττον σου ɴᴀ
  17. Footnote απεκριθη ¦ ο δε απεκριθη ɴᴀ ᴛʜ ¦ ος δε απεκριθη ꜱʙʟ ᴡʜ
  18. Footnote κραβαττον ¦ κραββατον ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
  19. Footnote ουν ¦ — ɴᴀ ᴛʜ ᴡʜ
  20. Footnote τον κραβαττον σου ¦ τον κραββατον σου ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ ¦ — ᴄᴛ
  21. Footnote τι σοι ¦ σοι τι ᴀɴᴛ ᴄᴛ
  22. Footnote ανηγγειλε ¦ ειπε ᴡʜ
  23. Footnote τον ιησουν οι ιουδαιοι και εζητουν αυτον αποκτειναι 92% ¦ οι ιουδαιοι τον ιησουν ᴄᴛ 1.3%
  24. Footnote ιησους ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ
  25. Footnote ειπεν ¦ ελεγεν ᴄᴛ
  26. Footnote εαν ¦ αν ᴡʜ
  27. Footnote ακουσονται ¦ ακουσουσι ᴄᴛ
  28. Footnote ζησονται ¦ ζησουσιν ᴄᴛ
  29. Footnote εδωκε και τω υιω ¦ και τω υιω εδωκε ᴄᴛ
  30. Footnote και ¦ — ᴄᴛ
  31. Footnote ακουσονται ¦ ακουσουσι ᴄᴛ
  32. Footnote δε ¦ — ᴡʜ
  33. Footnote πατρος ¦ — ᴄᴛ
  34. Footnote ιωαννην ¦ ιωανην ᴡʜ
  35. Footnote αγαλλιαθηναι ¦ αγαλλιασθηναι ᴛʀ
  36. Footnote μειζω ¦ μειζων ᴛʜ
  37. Footnote ιωαννου ¦ ιωανου ᴡʜ
  38. Footnote εδωκε ¦ δεδωκε ᴄᴛ
  39. Footnote εγω ¦ — ᴄᴛ
  40. Footnote αυτος 98.1% ¦ εκεινος ᴄᴛ 0.8%
  41. Footnote ακηκοατε πωποτε ¦ πωποτε ακηκοατε ᴄᴛ
  42. Footnote μενοντα εν υμιν ¦ εν υμιν μενοντα ᴄᴛ
  43. Footnote ερευνατε ¦ εραυνατε ᴄᴛ
  44. Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
  45. Footnote ληψεσθε ¦ λημψεσθε ᴄᴛ
  46. Footnote παρα αλληλων 76.4% ¦ παρα ανθρωπων ᴘᴄᴋ 23% ¦ παρ αλληλων ꜱʙʟ ᴡʜ 0.1%
  47. Footnote μωσης ¦ μωυσης ᴀɴᴛ ᴄᴛ
  48. Footnote μωσει ¦ μωση ʀᴘ ᴛʀ ¦ μωυσει ᴀɴᴛ ᴄᴛ
  49. Footnote γαρ εμου ¦ εμου γαρ ᴘᴄᴋ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.