Η Καινή Διαθήκη
ΚΑΤΑ ΛΟΥΚΑΝ 6
Ἐγένετο δὲ ἐν ⸀σαββάτῳ1 διαπορεύεσθαι αὐτὸν ⸀διὰ2 σπορίμων, καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ ⸂καὶ ἤσθιον τοὺς στάχυας3 ψώχοντες ταῖς χερσίν. τινὲς δὲ τῶν Φαρισαίων ⸀εἶπαν4 Τί ποιεῖτε ὃ οὐκ ⸀ἔξεστιν5 τοῖς σάββασιν; καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ Ἰησοῦς· Οὐδὲ τοῦτο ἀνέγνωτε ὃ ἐποίησεν Δαυὶδ ⸀ὁπότε6 ἐπείνασεν αὐτὸς καὶ οἱ μετʼ αὐτοῦ ⸀ὄντες7 ⸀ὡς8 εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ⸀λαβὼν9 ἔφαγεν καὶ ⸀ἔδωκεν10 τοῖς μετʼ αὐτοῦ, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς; καὶ ἔλεγεν ⸀αὐτοῖς11 Κύριός ἐστιν ⸂τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου12.
Ἐγένετο ⸀δὲ13 ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν· καὶ ἦν ⸂ἄνθρωπος ἐκεῖ14 καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά· ⸀παρετηροῦντο15 ⸀δὲ16 οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι εἰ ἐν τῷ σαββάτῳ ⸀θεραπεύει17 ἵνα εὕρωσιν ⸀κατηγορεῖν18 αὐτοῦ. αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν, ⸂εἶπεν δὲ19 τῷ ⸀ἀνδρὶ20 τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα· ⸀Ἔγειρε21 καὶ22 στῆθι εἰς τὸ μέσον· ⸀καὶ ἀναστὰς ἔστη. εἶπεν ⸀δὲ23 ὁ Ἰησοῦς πρὸς αὐτούς· ⸀Ἐπερωτῶ24 ὑμᾶς, ⸀εἰ25 ἔξεστιν ⸂τῷ σαββάτῳ26 ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ⸀ἀπολέσαι27 καὶ περιβλεψάμενος πάντας αὐτοὺς εἶπεν αὐτῷ· Ἔκτεινον τὴν χεῖρά σου· ὁ δὲ ἐποίησεν, καὶ ἀπεκατεστάθη ἡ χεὶρ ⸀αὐτοῦ28 αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας, καὶ διελάλουν πρὸς ἀλλήλους τί ἂν ποιήσαιεν τῷ Ἰησοῦ.
Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις ⸂ἐξελθεῖν αὐτὸν29 εἰς τὸ ὄρος προσεύξασθαι, καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ θεοῦ. καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησεν τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἀπʼ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασεν, Σίμωνα ὃν καὶ ὠνόμασεν Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ ⸀καὶ30 Ἰάκωβον καὶ Ἰωάννην ⸁καὶ31 Φίλιππον καὶ Βαρθολομαῖον ⸀καὶ32 Μαθθαῖον καὶ Θωμᾶν ⸁καὶ33 ⸀Ἰάκωβον34 Ἁλφαίου καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτὴν ⸀καὶ35 Ἰούδαν Ἰακώβου καὶ Ἰούδαν ⸀Ἰσκαριὼθ36 ⸀ὃς37 ἐγένετο προδότης.
Καὶ καταβὰς μετʼ αὐτῶν ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος ⸀πολὺς38 μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἰερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ⸂ἐνοχλούμενοι ἀπὸ39 πνευμάτων ⸀ἀκαθάρτων40 ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ⸀ἐζήτουν41 ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρʼ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.
Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ. μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε.
Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσιν καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου· χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε, ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ ⸂τὰ αὐτὰ42 γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν. πλὴν οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν. οὐαὶ ὑμῖν, οἱ ἐμπεπλησμένοι ⸀νῦν43 ὅτι πεινάσετε. ⸀οὐαί44 οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε.
Οὐαὶ ὅταν ⸂καλῶς ὑμᾶς45 εἴπωσιν ⸀πάντες46 οἱ ἄνθρωποι, κατὰ ⸂τὰ αὐτὰ47 γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν.
Ἀλλὰ ὑμῖν λέγω τοῖς ἀκούουσιν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, εὐλογεῖτε τοὺς καταρωμένους ⸀ὑμᾶς48 προσεύχεσθε ⸀περὶ49 τῶν ἐπηρεαζόντων ὑμᾶς. τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην, καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον καὶ τὸν χιτῶνα μὴ κωλύσῃς. ⸀παντὶ50 αἰτοῦντί σε δίδου, καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει. καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ⸀ἄνθρωποι51 ποιεῖτε αὐτοῖς ὁμοίως.
Καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσιν. ⸀καὶ52 ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; ⸁καὶ53 οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσιν. καὶ ἐὰν ⸀δανίσητε54 παρʼ ὧν ἐλπίζετε ⸀λαβεῖν55 ποία ὑμῖν χάρις ἐστίν; ⸀καὶ56 ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανίζουσιν ἵνα ἀπολάβωσιν τὰ ἴσα. πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανίζετε μηδὲν ἀπελπίζοντες· καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ Ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. ⸀γίνεσθε57 οἰκτίρμονες ⸀καθὼς58 ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν·
Καὶ μὴ κρίνετε, καὶ59 οὐ μὴ κριθῆτε· ⸀καὶ μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε. ἀπολύετε, καὶ ἀπολυθήσεσθε· δίδοτε, καὶ δοθήσεται ὑμῖν· μέτρον καλὸν πεπιεσμένον ⸀σεσαλευμένον60 ὑπερεκχυννόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν· ⸂ᾧ γὰρ μέτρῳ61 μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν.
Εἶπεν δὲ ⸀καὶ62 παραβολὴν αὐτοῖς· Μήτι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν; οὐχὶ ἀμφότεροι εἰς βόθυνον ⸀ἐμπεσοῦνται63 οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν ⸀διδάσκαλον64 κατηρτισμένος δὲ πᾶς ἔσται ὡς ὁ διδάσκαλος αὐτοῦ. τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς; ⸀πῶς65 δύνασαι λέγειν τῷ ἀδελφῷ σου· Ἀδελφέ, ἄφες ἐκβάλω τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ σου, αὐτὸς τὴν ἐν τῷ ὀφθαλμῷ σοῦ δοκὸν οὐ βλέπων; ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σοῦ, καὶ τότε διαβλέψεις ⸂τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου ἐκβαλεῖν66.
Οὐ γάρ ἐστιν δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν, οὐδὲ ⸀πάλιν67 δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν. ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται· οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσιν σῦκα, οὐδὲ ἐκ βάτου ⸂σταφυλὴν τρυγῶσιν68. ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας ⸀αὐτοῦ69 προφέρει τὸ ἀγαθόν, καὶ ὁ ⸀πονηρὸς70 ἐκ τοῦ ⸀πονηροῦ71 προφέρει τὸ πονηρόν· ἐκ γὰρ ⸀περισσεύματος72 καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ.
Τί δέ με καλεῖτε· Κύριε κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω; πᾶς ὁ ἐρχόμενος πρός με καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς, ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος· ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν ὃς ἔσκαψεν καὶ ἐβάθυνεν καὶ ἔθηκεν θεμέλιον ἐπὶ τὴν πέτραν· πλημμύρης δὲ γενομένης προσέρηξεν ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἴσχυσεν σαλεῦσαι αὐτὴν ⸂διὰ τὸ καλῶς οἰκοδομῆσθαι αὐτήν73. ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου, ᾗ προσέρηξεν ὁ ποταμός, καὶ ⸂εὐθὺς συνέπεσεν74, καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα.
Source notes (74)
- Footnote σαββάτῳ WH Treg NA28 ] + δευτεροπρώτῳ RP
- Footnote διὰ WH Treg NA28 ] + τῶν RP
- Footnote καὶ ἤσθιον τοὺς στάχυας WH Treg NA28 ] τοὺς στάχυας καὶ ἤσθιον RP
- Footnote εἶπαν WH Treg NA28 ] +αὐτοῖς RP
- Footnote ἔξεστιν WH Treg NA28 ] + ποιεῖν ἐν RP
- Footnote ὁπότε RP ] ὅτε WH Treg NA28
- Footnote ὄντες NA28 RP ] – WH Treg
- Footnote ὡς WH Treg RP NA28 ] – NIV
- Footnote λαβὼν WH Treg NA28 ] ἔλαβεν καὶ RP
- Footnote ἔδωκεν WH Treg NA28 ] + καὶ RP
- Footnote αὐτοῖς WH NA28 ] + ὅτι Treg RP
- Footnote τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου WH NA28 ] ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου Treg RP
- Footnote δὲ WH Treg NA28 ] + καὶ RP
- Footnote ἄνθρωπος ἐκεῖ WH Treg NA28 ] ἐκεῖ ἄνθρωπος RP
- Footnote παρετηροῦντο WH Treg NA28 ] Παρετήρουν RP
- Footnote δὲ Treg RP ] + αὐτὸν WH NA28
- Footnote θεραπεύει WH Treg NA28 ] θεραπεύσει RP
- Footnote κατηγορεῖν WH Treg NA28 ] κατηγορίαν RP
- Footnote εἶπεν δὲ WH Treg NA28 ] καὶ εἶπεν RP
- Footnote ἀνδρὶ WH Treg NA28 ] ἀνθρώπῳ RP
- Footnote Ἔγειρε WH Treg NA28 ] Ἔγειραι RP
- Footnote καὶ WH Treg NA28 ] Ὁ δὲ RP
- Footnote δὲ WH Treg NA28 ] οὖν RP
- Footnote Ἐπερωτῶ WH Treg NA28 ] Ἐπερωτήσω RP
- Footnote εἰ WH Treg NA28 ] τί RP
- Footnote τῷ σαββάτῳ WH Treg NA28 ] τοῖς σάββασιν RP
- Footnote ἀπολέσαι WH Treg NA28 ] ἀποκτεῖναι RP
- Footnote αὐτοῦ WH NA28 ] + ὡς ἡ ἄλλη Treg; + ὑγιὴς ὡς ἡ ἄλλη RP
- Footnote ἐξελθεῖν αὐτὸν WH Treg NA28 ] ἐξηλθεν RP
- Footnote ⸀καὶ WH Treg NA28 ] – RP
- Footnote ⸁καὶ WH Treg NA28 ] – RP
- Footnote ⸀καὶ WH Treg NA28 ] – RP
- Footnote ⸁καὶ WH NA28 ] – Treg RP
- Footnote Ἰάκωβον WH Treg NA28 ] + τὸν τοῦ RP
- Footnote καὶ WH Treg NA28 ] – RP
- Footnote Ἰσκαριὼθ WH Treg NA28 ] Ἰσκαριώτην RP
- Footnote ὃς WH NA28 ] + καὶ Treg RP
- Footnote πολὺς WH NA28 ] – Treg RP
- Footnote ἐνοχλούμενοι ἀπὸ WH Treg NA28 ] ὀχλούμενοι ὑπὸ RP
- Footnote ἀκαθάρτων WH Treg NA28 ] + καὶ RP
- Footnote ἐζήτουν WH Treg NA28 ] ἐζήτει RP
- Footnote τὰ αὐτὰ WH Treg NA28 ] ταῦτα RP
- Footnote νῦν WH Treg NA28 ] – RP
- Footnote οὐαί WH Treg NA28 ] + ὑμῖν RP
- Footnote καλῶς ὑμᾶς WH Treg RP ] ὑμᾶς καλῶς NA28
- Footnote πάντες WH Treg NA28 ] – RP
- Footnote τὰ αὐτὰ WH Treg NA28 ] ταῦτα RP
- Footnote ὑμᾶς WH Treg NA28 ] ὑμῖν RP
- Footnote περὶ WH NA28 ] ὑπὲρ Treg RP
- Footnote παντὶ WH NA28 ] + δὲ τῷ Treg RP
- Footnote ἄνθρωποι WH NA28 ] + καὶ ὑμεῖς Treg RP
- Footnote ⸀καὶ Treg NIV RP ] + γὰρ WH NA28
- Footnote ⸁καὶ WH NA28 ] + γὰρ Treg RP
- Footnote δανίσητε WH NA28 ] δανείζετε Treg; δανείζητε RP
- Footnote λαβεῖν WH Treg NA28 ] ἀπολαβεῖν RP
- Footnote καὶ WH NA28 ] + γὰρ Treg RP
- Footnote γίνεσθε WH Treg NA28 ] + οὖν RP
- Footnote καθὼς WH NIV ] + καὶ Treg RP NA28
- Footnote καὶ WH NA28 ] – Treg RP
- Footnote σεσαλευμένον WH Treg NA28 ] καὶ σεσαλευμένον καὶ RP
- Footnote ᾧ γὰρ μέτρῳ WH Treg NA28 ] Τᾧ γὰρ αὐτῷ μέτρῳ ᾧ RP
- Footnote καὶ WH Treg NA28 ] – RP
- Footnote ἐμπεσοῦνται WH Treg NA28 ] πεσοῦνται RP
- Footnote διδάσκαλον WH Treg NA28 ] + αὐτοῦ RP
- Footnote πῶς WH NA28 ] ἢ πῶς Treg RP
- Footnote τὸ κάρφος … σου ἐκβαλεῖν WH NA28 ] ἐκβαλεῖν τὸ κάρφος … σου Treg RP
- Footnote πάλιν WH Treg NA28 ] – RP
- Footnote σταφυλὴν τρυγῶσιν WH Treg NA28 ] τρυγῶσιν σταφυλήν RP
- Footnote αὐτοῦ Treg RP ] – WH NA28
- Footnote πονηρὸς WH Treg NA28 ] + ἄνθρωπος RP
- Footnote πονηροῦ WH Treg NA28 ] + θησαυροῦ τῆς καρδίας αὑτοῦ NIV RP
- Footnote περισσεύματος WH Treg NA28 ] τοῦ περισσεύματος τῆς RP
- Footnote διὰ τὸ καλῶς οἰκοδομῆσθαι αὐτήν WH Treg NA28 ] τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν RP
- Footnote εὐθὺς συνέπεσεν WH Treg NA28 ] εὐθὲως ἔπεσεν RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.