Η Καινή Διαθήκη
ΚΑΤΑ ΛΟΥΚΑΝ 7
⸀Ἐπειδὴ1 ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καφαρναούμ. Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλεν τελευτᾶν, ὃς ἦν αὐτῷ ἔντιμος. ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ. οἱ δὲ παραγενόμενοι πρὸς τὸν Ἰησοῦν παρεκάλουν αὐτὸν σπουδαίως λέγοντες ὅτι Ἄξιός ἐστιν ᾧ ⸀παρέξῃ2 τοῦτο, ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν. ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψεν ⸂φίλους ὁ ἑκατοντάρχης3 λέγων αὐτῷ· Κύριε, μὴ σκύλλου, οὐ γὰρ ⸂ἱκανός εἰμι4 ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς· διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρὸς σὲ ἐλθεῖν· ἀλλὰ εἰπὲ λόγῳ, καὶ ⸀ἰαθήτω5 ὁ παῖς μου· καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπʼ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ· Πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ· Ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου· Ποίησον τοῦτο, καὶ ποιεῖ. ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν· Λέγω ὑμῖν, ⸀οὐδὲ6 ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. καὶ ὑποστρέψαντες ⸂εἰς τὸν οἶκον οἱ πεμφθέντες7 εὗρον ⸀τὸν8 δοῦλον ὑγιαίνοντα. Καὶ ἐγένετο ἐν τῷ ἑξῆς ⸀ἐπορεύθη9 εἰς πόλιν καλουμένην Ναΐν, καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ ⸀αὐτοῦ10 καὶ ὄχλος πολύς. ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς ⸂μονογενὴς υἱὸς11 τῇ μητρὶ αὐτοῦ, καὶ αὐτὴ ⸀ἦν12 χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ⸁ἦν13 σὺν αὐτῇ. καὶ ἰδὼν αὐτὴν ὁ κύριος ἐσπλαγχνίσθη ἐπʼ αὐτῇ καὶ εἶπεν αὐτῇ· Μὴ κλαῖε. καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπεν· Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. ἔλαβεν δὲ φόβος πάντας, καὶ ἐδόξαζον τὸν θεὸν λέγοντες ὅτι Προφήτης μέγας ⸀ἠγέρθη14 ἐν ἡμῖν, καὶ ὅτι Ἐπεσκέψατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ. καὶ15 ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ ⸀καὶ πάσῃ τῇ περιχώρῳ. Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ Ἰωάννης ἔπεμψεν πρὸς τὸν ⸀κύριον16 λέγων· Σὺ εἶ ὁ ἐρχόμενος ἢ ⸀ἄλλον17 προσδοκῶμεν; παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπαν· Ἰωάννης ὁ βαπτιστὴς ⸀ἀπέστειλεν18 ἡμᾶς πρὸς σὲ λέγων· Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν; ἐν ⸀ἐκείνῃ19 τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς ⸀ἐχαρίσατο20 βλέπειν. καὶ ⸀ἀποκριθεὶς21 εἶπεν αὐτοῖς· Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· ⸀τυφλοὶ22 ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται, ⸀κωφοὶ23 ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται· καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. Ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάννου ἤρξατο λέγειν ⸂πρὸς τοὺς ὄχλους24 περὶ Ἰωάννου· Τί ⸀ἐξήλθατε25 εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; ἀλλὰ τί ⸀ἐξήλθατε26 ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν. ἀλλὰ τί ⸀ἐξήλθατε27 ἰδεῖν; προφήτην; ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. οὗτός ἐστιν περὶ οὗ γέγραπται· ⸀Ἰδοὺ28 ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. ⸀λέγω29 ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν ⸀Ἰωάννου30 οὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ μείζων αὐτοῦ ἐστιν. (καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου· οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπʼ αὐτοῦ.) Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι; ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις, ⸂ἃ λέγει31 · Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε· ⸀ἐθρηνήσαμεν32 καὶ οὐκ ἐκλαύσατε· ἐλήλυθεν γὰρ Ἰωάννης ὁ βαπτιστὴς ⸀μὴ33 ⸂ἐσθίων ἄρτον μήτε πίνων οἶνον34, καὶ λέγετε· Δαιμόνιον ἔχει· ἐλήλυθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν. καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ ⸂πάντων τῶν τέκνων αὐτῆς35. Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετʼ αὐτοῦ· καὶ εἰσελθὼν εἰς ⸂τὸν οἶκον36 τοῦ Φαρισαίου ⸀κατεκλίθη37 καὶ ἰδοὺ γυνὴ ⸂ἥτις ἦν ἐν τῇ πόλει38 ἁμαρτωλός, ⸀καὶ39 ἐπιγνοῦσα ὅτι ⸀κατάκειται40 ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου καὶ στᾶσα ⸂ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ41 κλαίουσα, ⸂τοῖς δάκρυσιν ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ42 καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφεν τῷ μύρῳ. ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων· Οὗτος εἰ ⸀ἦν43 προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν. καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν· Σίμων, ἔχω σοί τι εἰπεῖν. ὁ δέ· ⸂Διδάσκαλε, εἰπέ, φησίν⸃.44 δύο χρεοφειλέται ἦσαν δανιστῇ τινι· ὁ εἷς ὤφειλεν δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. μὴ ⸀ἐχόντων45 αὐτῶν46 ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο. τίς οὖν ⸀αὐτῶν πλεῖον ⸂ἀγαπήσει αὐτόν47 ; ⸀ἀποκριθεὶς48 Σίμων εἶπεν· Ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. ὁ δὲ εἶπεν αὐτῷ· Ὀρθῶς ἔκρινας. καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· Βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ ⸀μοι49 ἐπὶ ⸀πόδας50 οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ταῖς ⸀θριξὶν51 αὐτῆς ἐξέμαξεν. φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφʼ ἧς εἰσῆλθον οὐ διέλιπεν καταφιλοῦσά μου τοὺς πόδας. ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψεν ⸂τοὺς πόδας μου52. οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. εἶπεν δὲ αὐτῇ· Ἀφέωνταί σου αἱ ἁμαρτίαι. καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς· Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν; εἶπεν δὲ πρὸς τὴν γυναῖκα· Ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.
Source notes (52)
- Footnote Ἐπειδὴ WH Treg NA28 ] Ἐπει δὲ RP
- Footnote παρέξῃ WH Treg NA28 ] παρέξει RP
- Footnote φίλους ὁ ἑκατοντάρχης WH NA28 ] πρὸς αὐτὸν φίλους ὁ ἑκατόνταρχος Treg; πρὸς αὐτὸν ὁ ἑκατόνταρχος φίλους RP
- Footnote ἱκανός εἰμι WH Treg NA28 ] εἰμι ἱκανός RP
- Footnote ἰαθήτω WH Treg NA28 ] ἰαθήσεται RP
- Footnote οὐδὲ WH Treg NA28 ] οὔτε RP
- Footnote εἰς τὸν οἶκον οἱ πεμφθέντες WH Treg NA28 ] οἱ πεμφθέντες εἰς τὸν οἶκον RP
- Footnote τὸν WH Treg NA28 ] + ἀσθενοῦντα RP
- Footnote ἐπορεύθη WH NA28 ] ἐπορεύετο Treg RP
- Footnote αὐτοῦ WH Treg NA28 ] + ἱκανοί RP
- Footnote μονογενὴς υἱὸς WH Treg NA28 ] υἱὸς μονογενὴς RP
- Footnote ⸀ἦν WH Treg NA28 ] – RP
- Footnote ⸁ἦν WH Treg NA28 ] – RP
- Footnote ἠγέρθη WH Treg NA28 ] ἐγήγερται RP
- Footnote καὶ WH NA28 ] + ἐν Treg RP
- Footnote κύριον WH Treg NA28 ] Ἰησοῦν RP
- Footnote ἄλλον NA28 RP ] ἕτερον WH Treg
- Footnote ἀπέστειλεν WH NA28 ] ἀπέσταλκεν Treg RP
- Footnote ἐκείνῃ WH Treg NA28 ] αὐτῇ δὲ RP
- Footnote ἐχαρίσατο WH Treg NA28 ] + τὸ RP
- Footnote ἀποκριθεὶς WH Treg NA28 ] + ὁ Ἰησοῦς RP
- Footnote τυφλοὶ WH NA28 ] ὅτι τυφλοὶ Treg RP
- Footnote κωφοὶ Treg RP ] καὶ κωφοὶ WH NA28
- Footnote πρὸς τοὺς ὄχλους WH Treg NA28 ] τοῖς ὄχλοις RP
- Footnote ἐξήλθατε WH Treg NA28 ] ἐξεληλύθατε RP
- Footnote ἐξήλθατε WH Treg NA28 ] ἐξεληλύθατε RP
- Footnote ἐξήλθατε WH Treg NA28 ] ἐξεληλύθατε RP
- Footnote Ἰδοὺ WH Treg NA28 ] + ἐγώ RP
- Footnote λέγω WH Treg NA28 ] + γὰρ RP
- Footnote Ἰωάννου WH NA28 ] προφήτης Ἰωάννου Treg; προφήτης Ἰωάννου τοῦ βαπτιστοῦ RP
- Footnote ἃ λέγει WH NA28 ] λέγοντες Treg; καὶ λέγουσιν RP
- Footnote ἐθρηνήσαμεν WH Treg NA28 ] + ὑμῖν RP
- Footnote μὴ WH NA28 ] μήτε Treg RP
- Footnote ἐσθίων ἄρτον μήτε πίνων οἶνον WH Treg NA28 ] ἄρτον ἐσθίων μὴτὲ οἶνον πίνων RP
- Footnote πάντων τῶν τέκνων αὐτῆς WH Treg NA28 ] τῶν τέκνων αὐτῆς πάντων RP
- Footnote τὸν οἶκον WH Treg NA28 ] τὴν οἶκὶαν RP
- Footnote κατεκλίθη WH Treg NA28 ] ἀνεκλίθη RP
- Footnote ἥτις ἦν ἐν τῇ πόλει WH Treg NA28 ] ἐν τῇ πόλει ἥτις ἦν RP
- Footnote καὶ WH Treg NA28 ] – RP
- Footnote κατάκειται WH Treg NA28 ] ἀνάκειται RP
- Footnote ὀπίσω παρὰ … αὐτοῦ WH Treg NA28 ] παρὰ … αὐτοῦ ὀπίσω RP
- Footnote τοῖς δάκρυσιν ἤρξατο … αὐτοῦ WH Treg NA28 ] ἤρξατο … αὐτοῦ τοῖς δάκρυσιν RP
- Footnote ἦν Treg NA28 RP ] + ὁ WH
- Footnote Διδάσκαλε εἰπέ φησίν WH Treg NA28 ] φησίν Διδάσκαλε εἰπέ RP
- Footnote ἐχόντων WH Treg NA28 ] + δὲ RP
- Footnote αὐτῶν WH Treg NA28 ] + εἶπέ RP
- Footnote ἀγαπήσει αὐτόν WH Treg NA28 ] αὐτὸν ἀγαπήσει RP
- Footnote ἀποκριθεὶς WH NA28 ] + ὁ Treg; + δὲ ὁ RP
- Footnote μοι WH Treg NA28 ] – RP
- Footnote πόδας WH Treg NA28 ] τοὺς πόδας μου RP
- Footnote θριξὶν WH Treg NA28 ] + τὴς κεφαλῆς RP
- Footnote τοὺς πόδας μου WH Treg NA28 ] μου τοὺς πόδας RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.