Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΛΟΥΚΑΝ 8

Καὶ ἐγένετο ἐν τῷ καθεξῆς καὶ αὐτὸς διώδευεν κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ θεοῦ, καὶ οἱ δώδεκα σὺν αὐτῷ, καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία ἡ καλουμένη Μαγδαληνή, ἀφʼ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει, καὶ Ἰωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου καὶ Σουσάννα καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουν αὐτοῖς ⸀ἐκ1 τῶν ὑπαρχόντων αὐταῖς.

Συνιόντος δὲ ὄχλου πολλοῦ καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτὸν εἶπεν διὰ παραβολῆς· Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό. καὶ ἕτερον ⸀κατέπεσεν2 ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα. καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό. καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησεν καρπὸν ἑκατονταπλασίονα. ταῦτα λέγων ἐφώνει· Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.

Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ ⸀αὐτοῦ3 τίς ⸂αὕτη εἴη ἡ παραβολή4. ὁ δὲ εἶπεν· Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσιν καὶ ἀκούοντες μὴ συνιῶσιν.

Ἔστιν δὲ αὕτη ἡ παραβολή· Ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ θεοῦ. οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ⸀ἀκούσαντες5 εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν. οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅταν ἀκούσωσιν μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσιν καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται. τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται καὶ οὐ τελεσφοροῦσιν. τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κατέχουσιν καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.

Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν6 ἀλλʼ ἐπὶ λυχνίας ⸀τίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσιν τὸ φῶς. οὐ γάρ ἐστιν κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον ὃ οὐ ⸂μὴ γνωσθῇ7 καὶ εἰς φανερὸν ἔλθῃ. βλέπετε οὖν πῶς ἀκούετε· ὃς ⸂ἂν γὰρ8 ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς ⸀ἂν9 μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπʼ αὐτοῦ.

⸀Παρεγένετο10 δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον. ⸂ἀπηγγέλη δὲ11 ⸀αὐτῷ12 Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν ⸂σε θέλοντες13. ὁ δὲ ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς· Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ θεοῦ ἀκούοντες καὶ ⸀ποιοῦντες14

⸂Ἐγένετο δὲ15 ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ εἶπεν πρὸς αὐτούς· Διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης, καὶ ἀνήχθησαν. πλεόντων δὲ αὐτῶν ἀφύπνωσεν. καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο καὶ ἐκινδύνευον. προσελθόντες δὲ διήγειραν αὐτὸν λέγοντες· Ἐπιστάτα ἐπιστάτα, ἀπολλύμεθα· ὁ δὲ ⸀διεγερθεὶς16 ἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος, καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη. εἶπεν δὲ αὐτοῖς· ⸀Ποῦ17 ἡ πίστις ὑμῶν; φοβηθέντες δὲ ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους· Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ;

Καὶ κατέπλευσαν εἰς τὴν χώραν τῶν ⸀Γερασηνῶν18 ἥτις ἐστὶν ἀντιπέρα τῆς Γαλιλαίας. ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ⸀ὑπήντησεν19 ἀνήρ τις ἐκ τῆς πόλεως ⸀ἔχων20 δαιμόνια· ⸂καὶ χρόνῳ ἱκανῷ οὐκ ἐνεδύσατο ἱμάτιον21, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν ἀλλʼ ἐν τοῖς μνήμασιν. ἰδὼν δὲ τὸν ⸀Ἰησοῦν22 ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπεν· Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή με βασανίσῃς· ⸀παρήγγελλεν23 γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ⸀ἐδεσμεύετο24 ἁλύσεσιν καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ⸀ὑπὸ25 τοῦ ⸀δαιμονίου26 εἰς τὰς ἐρήμους. ἐπηρώτησεν δὲ αὐτὸν ὁ ⸀Ἰησοῦς27 Τί σοι ⸂ὄνομά ἐστιν28 ; ὁ δὲ εἶπεν· Λεγιών, ὅτι ⸂εἰσῆλθεν δαιμόνια πολλὰ29 εἰς αὐτόν. καὶ ⸀παρεκάλουν30 αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν.

Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν ⸀βοσκομένη31 ἐν τῷ ὄρει· καὶ ⸀παρεκάλεσαν32 αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς. ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη.

Ἰδόντες δὲ οἱ βόσκοντες τὸ ⸀γεγονὸς33 ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονὸς καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν, καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον ἀφʼ οὗ τὰ δαιμόνια ⸀ἐξῆλθεν34 ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐφοβήθησαν. ἀπήγγειλαν δὲ ⸀αὐτοῖς35 οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς. καὶ ⸀ἠρώτησεν36 αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν ⸀Γερασηνῶν37 ἀπελθεῖν ἀπʼ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς ⸀εἰς38 πλοῖον ὑπέστρεψεν. ἐδεῖτο δὲ αὐτοῦ ὁ ἀνὴρ ἀφʼ οὗ ἐξεληλύθει τὰ δαιμόνια εἶναι σὺν αὐτῷ· ἀπέλυσεν δὲ ⸀αὐτὸν39 λέγων· Ὑπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα ⸂σοι ἐποίησεν40 ὁ θεός. καὶ ἀπῆλθεν καθʼ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.

⸂Ἐν δὲ41 τῷ ⸀ὑποστρέφειν42 τὸν Ἰησοῦν ἀπεδέξατο αὐτὸν ὁ ὄχλος, ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν. καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάϊρος, καὶ ⸀οὗτος43 ἄρχων τῆς συναγωγῆς ὑπῆρχεν, καὶ πεσὼν παρὰ τοὺς πόδας ⸀τοῦ44 Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα καὶ αὐτὴ ἀπέθνῃσκεν.

Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν. καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ⸂ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον45 οὐκ ἴσχυσεν ⸀ἀπʼ46 οὐδενὸς θεραπευθῆναι, προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. καὶ εἶπεν ὁ Ἰησοῦς· Τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ ⸀Πέτρος47 Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσίν σε καὶ ⸀ἀποθλίβουσιν.48 ὁ δὲ Ἰησοῦς εἶπεν· Ἥψατό μού τις, ἐγὼ γὰρ ἔγνων δύναμιν ⸀ἐξεληλυθυῖαν49 ἀπʼ ἐμοῦ. ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν τρέμουσα ἦλθεν καὶ προσπεσοῦσα αὐτῷ διʼ ἣν αἰτίαν ἥψατο αὐτοῦ ⸀ἀπήγγειλεν50 ἐνώπιον παντὸς τοῦ λαοῦ καὶ ὡς ἰάθη παραχρῆμα. ὁ δὲ εἶπεν αὐτῇ· ⸀Θυγάτηρ51 ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.

Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου ⸀λέγων52 ὅτι Τέθνηκεν ἡ θυγάτηρ σου, ⸀μηκέτι53 σκύλλε τὸν διδάσκαλον. ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη ⸀αὐτῷ54 Μὴ φοβοῦ, μόνον ⸀πίστευσον55 καὶ σωθήσεται. ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν ⸂τινα σὺν αὐτῷ56 εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα. ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. ὁ δὲ εἶπεν· Μὴ κλαίετε, ⸂οὐ γὰρ57 ἀπέθανεν ἀλλὰ καθεύδει. καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. αὐτὸς ⸀δὲ58 κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησεν λέγων· Ἡ παῖς, ⸀ἔγειρε59 καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.

Source notes (59)
  1. Footnote ἐκ WH Treg NA28 ] ἀπὸ RP
  2. Footnote κατέπεσεν WH Treg NA28 ] ἔπεσεν RP
  3. Footnote αὐτοῦ WH Treg NA28 ] + λέγοντες RP
  4. Footnote αὕτη εἴη ἡ παραβολή WH NA28 ] εἴη ἡ παραβολὴ αὕτη Treg RP
  5. Footnote ἀκούσαντες WH Treg NA28 ] ἀκούοντες RP
  6. Footnote τίθησιν WH Treg NA28 ] ἐπιτίθησιν RP
  7. Footnote μὴ γνωσθῇ WH Treg NA28 ] γνωσθήσεται RP
  8. Footnote ἂν γὰρ WH Treg NA28 ] γὰρ ἐὰν RP
  9. Footnote ἂν WH Treg NA28 ] ἐὰν RP
  10. Footnote Παρεγένετο WH Treg NA28 ] Παρεγένοντο RP
  11. Footnote ἀπηγγέλη δὲ WH Treg NA28 ] Καὶ ἀπηγγέλη RP
  12. Footnote αὐτῷ WH Treg NA28 ] + λέγοντων RP
  13. Footnote σε θέλοντες RP ] θέλοντές σε WH Treg NA28
  14. Footnote ποιοῦντες WH Treg NA28 ] + αὐτόν RP
  15. Footnote Ἐγένετο δὲ WH Treg NA28 ] Καὶ ἐγένετο RP
  16. Footnote διεγερθεὶς WH Treg NA28 ] ἐγερθεὶς RP
  17. Footnote Ποῦ WH Treg NA28 ] + ἐστιν RP
  18. Footnote Γερασηνῶν WH Treg NA28 ] Γαδαρηνῶν RP
  19. Footnote ὑπήντησεν WH NA28 ] + αὐτῷ Treg RP
  20. Footnote ἔχων WH NA28 ] ὃς εἶχεν Treg RP
  21. Footnote καὶ χρόνῳ ἱκανῷ οὐκ ἐνεδύσατο ἱμάτιον WH Treg NA28 ] ἐκ χρόνων ἱκανῶν καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο RP
  22. Footnote Ἰησοῦν WH Treg NA28 ] + καὶ RP
  23. Footnote παρήγγελλεν WH Treg ] παρήγγειλεν NA28 RP
  24. Footnote ἐδεσμεύετο WH Treg NA28 ] ἐδεσμεῖτο RP
  25. Footnote ὑπὸ Treg NA28 RP ] ἀπὸ WH
  26. Footnote δαιμονίου WH Treg NA28 ] δαίμονος RP
  27. Footnote Ἰησοῦς WH NA28 ] + λέγων Treg RP
  28. Footnote ὄνομά ἐστιν WH Treg NA28 ] ἐστιν ὄνομα RP
  29. Footnote εἰσῆλθεν δαιμόνια πολλὰ WH NA28 ] δαιμόνια πολλὰ εἰσῆλθεν Treg RP
  30. Footnote παρεκάλουν WH Treg NA28 ] παρεκάλει RP
  31. Footnote βοσκομένη WH NA28 ] βοσκομένων Treg RP
  32. Footnote παρεκάλεσαν WH Treg NA28 ] παρεκάλουν RP
  33. Footnote γεγονὸς WH Treg NA28 ] γεγενημένον RP
  34. Footnote ἐξῆλθεν WH NA28 ] ἐξεληλύθει Treg RP
  35. Footnote αὐτοῖς WH Treg NA28 ] + καὶ RP
  36. Footnote ἠρώτησεν WH Treg NA28 ] ἠρώτησαν RP
  37. Footnote Γερασηνῶν WH Treg NA28 ] Γαδαρηνῶν RP
  38. Footnote εἰς WH Treg NA28 ] + τὸ RP
  39. Footnote αὐτὸν WH Treg NA28 ] + ὁ Ἰησοῦς RP
  40. Footnote σοι ἐποίησεν WH Treg NA28 ] ἐποίησεν σοι RP
  41. Footnote Ἐν δὲ WH Treg NA28 ] Ἐγένετο δὲ ἐν RP
  42. Footnote ὑποστρέφειν WH NA28 ] ὑποστρέψαι Treg RP
  43. Footnote οὗτος WH Treg NA28 ] αὐτὸς RP
  44. Footnote τοῦ Treg NA28 RP ] – WH
  45. Footnote ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον Treg RP NA28 ] – WH NIV
  46. Footnote ἀπʼ WH Treg NA28 ] ὑπʼ RP
  47. Footnote Πέτρος WH NA28 ] + καὶ οἱ σὺν αὐτῷ Treg; + καὶ οἱ μετʼ αὐτοῦ RP
  48. Footnote ἀποθλίβουσιν WH NA28 ] + καὶ λέγεις Τίς ὁ ἁψάμενός μου Treg RP
  49. Footnote ἐξεληλυθυῖαν WH Treg NA28 ] ἐξελθοῦσαν RP
  50. Footnote ἀπήγγειλεν WH Treg NA28 ] + αὐτῷ RP
  51. Footnote Θυγάτηρ WH Treg NA28 ] Θάρσει θύγατερ RP
  52. Footnote λέγων WH NA28 ] + αὐτῷ Treg RP
  53. Footnote μηκέτι WH Treg NA28 ] μὴ RP
  54. Footnote αὐτῷ WH Treg NA28 ] + λέγων RP
  55. Footnote πίστευσον WH Treg NA28 ] πίστευε RP
  56. Footnote τινα σὺν αὐτῷ WH Treg NA28 ] οὐδένα RP
  57. Footnote οὐ γὰρ WH Treg NA28 ] οὐκ RP
  58. Footnote δὲ WH Treg NA28 ] + ἐκβαλὼν ἔξω πάντας καὶ RP
  59. Footnote ἔγειρε WH Treg NA28 ] ἔγειρου RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.