Η Καινή Διαθήκη
ΚΑΤΑ ΛΟΥΚΑΝ 9
Συγκαλεσάμενος δὲ τοὺς δώδεκα ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν, καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ θεοῦ καὶ ἰᾶσθαι ⸂τοὺς ἀσθενεῖς1, καὶ εἶπεν πρὸς αὐτούς· Μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ⸀ῥάβδον2 μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον, μήτε ⸀ἀνὰ3 δύο χιτῶνας ἔχειν. καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε. καὶ ὅσοι ⸀ἂν4 μὴ ⸀δέχωνται5 ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ⸀ἐκείνης6 τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ⸀ἀποτινάσσετε7 εἰς μαρτύριον ἐπʼ αὐτούς. ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.
Ἤκουσεν δὲ Ἡρῴδης ὁ τετραάρχης τὰ ⸀γινόμενα8 πάντα, καὶ διηπόρει διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάννης ⸀ἠγέρθη9 ἐκ νεκρῶν, ὑπό τινων δὲ ὅτι Ἠλίας ἐφάνη, ἄλλων δὲ ὅτι προφήτης ⸀τις10 τῶν ἀρχαίων ἀνέστη. ⸂εἶπεν δὲ11 ⸀ὁ12 Ἡρῴδης· Ἰωάννην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὗ13 ος περὶ ⸀οὗ ἀκούω τοιαῦτα; καὶ ἐζήτει ἰδεῖν αὐτόν.
Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατʼ ἰδίαν εἰς ⸂πόλιν καλουμένην Βηθσαϊδά14. οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ. καὶ ⸀ἀποδεξάμενος15 αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο.
Ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν· προσελθόντες δὲ οἱ δώδεκα εἶπαν αὐτῷ· Ἀπόλυσον τὸν ὄχλον, ἵνα ⸀πορευθέντες16 εἰς τὰς κύκλῳ κώμας ⸀καὶ17 ἀγροὺς καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν, ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν. εἶπεν δὲ πρὸς αὐτούς· Δότε αὐτοῖς ⸂ὑμεῖς φαγεῖν18. οἱ δὲ εἶπαν· Οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ ⸂ἄρτοι πέντε19 καὶ ἰχθύες δύο, εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα. ἦσαν γὰρ ὡσεὶ20 ἄνδρες πεντακισχίλιοι. εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· Κατακλίνατε αὐτοὺς κλισίας ⸀ὡσεὶ ἀνὰ πεντήκοντα. καὶ ἐποίησαν οὕτως καὶ ⸀κατέκλιναν21 ἅπαντας. λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς ⸀παραθεῖναι22 τῷ ὄχλῳ. καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα.
Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον κατὰ μόνας συνῆσαν αὐτῷ οἱ μαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων· Τίνα με ⸂οἱ ὄχλοι λέγουσιν23 εἶναι; οἱ δὲ ἀποκριθέντες εἶπαν· Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη. εἶπεν δὲ αὐτοῖς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ⸂Πέτρος δὲ ἀποκριθεὶς24 εἶπεν· Τὸν χριστὸν τοῦ θεοῦ.
Ὁ δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλεν μηδενὶ ⸀λέγειν25 τοῦτο, εἰπὼν ὅτι Δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ⸀ἐγερθῆναι26
Ἔλεγεν δὲ πρὸς πάντας· Εἴ τις θέλει ὀπίσω μου ⸂ἔρχεσθαι, ἀρνησάσθω⸃ ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ ⸂καθʼ ἡμέραν⸃, καὶ ἀκολουθείτω μοι.27 28 ὃς γὰρ ⸀ἂν29 θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δʼ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν. τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσμον ὅλον ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς; ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων. λέγω δὲ ὑμῖν ἀληθῶς, εἰσίν τινες τῶν ⸀αὐτοῦ30 ⸀ἑστηκότων31 οἳ οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ.
Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτὼ ⸀καὶ32 παραλαβὼν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι. καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων. καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωϋσῆς καὶ Ἠλίας, οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ ἣν ἤμελλεν πληροῦν ἐν Ἰερουσαλήμ. ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ. καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπʼ αὐτοῦ εἶπεν ⸀ὁ33 Πέτρος πρὸς τὸν Ἰησοῦν· Ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν σκηνὰς τρεῖς, μίαν σοὶ καὶ μίαν Μωϋσεῖ καὶ μίαν Ἠλίᾳ, μὴ εἰδὼς ὃ λέγει. ταῦτα δὲ αὐτοῦ λέγοντος ἐγένετο νεφέλη καὶ ⸀ἐπεσκίαζεν34 αὐτούς· ἐφοβήθησαν δὲ ἐν τῷ ⸂εἰσελθεῖν αὐτοὺς35 εἰς τὴν νεφέλην. καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ⸀ἐκλελεγμένος36 αὐτοῦ ἀκούετε. καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν ⸀εὑρέθη37 Ἰησοῦς μόνος. καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑώρακαν.
Ἐγένετο ⸀δὲ38 τῇ ἑξῆς ἡμέρᾳ κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους συνήντησεν αὐτῷ ὄχλος πολύς. καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ⸀ἐβόησεν39 λέγων· Διδάσκαλε, δέομαί σου ἐπιβλέψαι ἐπὶ τὸν υἱόν μου, ὅτι μονογενής ⸂μοί ἐστιν40, καὶ ἰδοὺ πνεῦμα λαμβάνει αὐτόν, καὶ ἐξαίφνης κράζει, καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ καὶ ⸀μόγις41 ἀποχωρεῖ ἀπʼ αὐτοῦ συντρῖβον αὐτόν· καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλωσιν αὐτό, καὶ οὐκ ἠδυνήθησαν. ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν; προσάγαγε ⸂ὧδε τὸν υἱόν σου42. ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν· ἐπετίμησεν δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ. ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ θεοῦ.43
Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς ⸀ἐποίει εἶπεν πρὸς τοὺς μαθητὰς αὐτοῦ· Θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους, ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων. οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπʼ αὐτῶν ἵνα μὴ αἴσθωνται αὐτό, καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου.
Εἰσῆλθεν δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν. ὁ δὲ Ἰησοῦς ⸀εἰδὼς44 τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν ἐπιλαβόμενος ⸀παιδίον45 ἔστησεν αὐτὸ παρʼ ἑαυτῷ, καὶ εἶπεν αὐτοῖς· Ὃς ⸀ἂν46 δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου ἐμὲ δέχεται, καὶ ὃς ⸁ἂν47 ἐμὲ δέξηται δέχεται τὸν ἀποστείλαντά με· ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων οὗτός ⸀ἐστιν48 μέγας.
Ἀποκριθεὶς ⸀δὲ49 Ἰωάννης εἶπεν· Ἐπιστάτα, εἴδομέν τινα ⸀ἐν50 τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ⸀ἐκωλύομεν51 αὐτὸν ὅτι οὐκ ἀκολουθεῖ μεθʼ ἡμῶν. ⸂εἶπεν δὲ52 πρὸς αὐτὸν ⸀ὁ53 Ἰησοῦς· Μὴ κωλύετε, ὃς γὰρ οὐκ ἔστιν καθʼ ⸂ὑμῶν ὑπὲρ ὑμῶν54 ἐστιν.
Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήμψεως αὐτοῦ καὶ αὐτὸς τὸ ⸀πρόσωπον55 ⸀ἐστήρισεν56 τοῦ πορεύεσθαι εἰς Ἰερουσαλήμ, καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαριτῶν, ⸀ὡς57 ἑτοιμάσαι αὐτῷ· καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἰερουσαλήμ. ἰδόντες δὲ οἱ ⸀μαθηταὶ58 Ἰάκωβος καὶ Ἰωάννης εἶπαν· Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι ⸀αὐτούς59 στραφεὶς δὲ ἐπετίμησεν ⸀αὐτοῖς60 ⸀καὶ61 ἐπορεύθησαν εἰς ἑτέραν κώμην.
⸀Καὶ62 πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέν τις πρὸς αὐτόν· Ἀκολουθήσω σοι ὅπου ⸀ἐὰν63 ⸀ἀπέρχῃ64 καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. εἶπεν δὲ πρὸς ἕτερον· Ἀκολούθει μοι. ὁ δὲ εἶπεν· ⸀Κύριε65 ἐπίτρεψόν μοι ⸂ἀπελθόντι πρῶτον66 θάψαι τὸν πατέρα μου. εἶπεν δὲ ⸀αὐτῷ67 Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ θεοῦ. εἶπεν δὲ καὶ ἕτερος· Ἀκολουθήσω σοι, κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου. εἶπεν δὲ ⸂ὁ Ἰησοῦς68 · Οὐδεὶς ἐπιβαλὼν τὴν ⸀χεῖρα69 ἐπʼ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν ⸂τῇ βασιλείᾳ70 τοῦ θεοῦ.
Source notes (70)
- Footnote τοὺς ἀσθενεῖς Treg NA28 ] – WH; τοὺς ἀσθενοῦντας RP
- Footnote ῥάβδον WH Treg NA28 ] ῥάβδους RP
- Footnote ἀνὰ Treg NA28 RP ] – WH
- Footnote ἂν WH Treg NA28 ] ἐάν RP
- Footnote δέχωνται WH Treg NA28 ] δέξωνται RP
- Footnote ἐκείνης WH Treg NA28 ] + καὶ RP
- Footnote ἀποτινάσσετε WH NA28 ] ἀποτινάξατε Treg RP
- Footnote γινόμενα WH Treg NA28 ] + ὑπʼ αὐτοῦ RP
- Footnote ἠγέρθη WH Treg NA28 ] ἐγήγερται RP
- Footnote τις WH Treg NA28 ] εἷς RP
- Footnote εἶπεν δὲ WH Treg NA28 ] Καὶ εἶπεν RP
- Footnote ὁ WH RP ] – Treg NA28
- Footnote οὗ WH NA28 ] + ἐγὼ Treg RP
- Footnote πόλιν καλουμένην Βηθσαϊδά WH Treg NA28 ] τόπον ἔρημον πόλεως καλουμένης Βηθσαϊδάν RP
- Footnote ἀποδεξάμενος WH Treg NA28 ] δεξάμενος RP
- Footnote πορευθέντες WH Treg NA28 ] ἀπελθόντες RP
- Footnote καὶ WH NA28 ] + τοὺς Treg RP
- Footnote ὑμεῖς φαγεῖν Treg NA28 RP ] φαγεῖν ὑμεῖς WH
- Footnote ἄρτοι πέντε WH NA28 ] πέντε ἄρτοι Treg RP
- Footnote ὡσεὶ WH Treg NA28 ] – RP
- Footnote κατέκλιναν WH Treg NA28 ] ἀνέκλιναν RP
- Footnote παραθεῖναι WH Treg NA28 ] παρατιθέναι RP
- Footnote οἱ ὄχλοι λέγουσιν WH Treg ] λέγουσιν οἱ ὄχλοι NA28 RP
- Footnote Πέτρος δὲ ἀποκριθεὶς WH Treg NA28 ] Ἀποκριθεὶς δὲ ὁ Πέτρος RP
- Footnote λέγειν WH Treg NA28 ] εἰπεῖν RP
- Footnote ἐγερθῆναι WH Treg NA28 ] ἀναστῆναι RP
- Footnote ἔρχεσθαι ἀρνησάσθω WH Treg NA28 ] ἐλθεῖν ἀπαρνησάσθω RP
- Footnote καθʼ ἡμέραν WH Treg NA28 ] – RP
- Footnote ἂν WH Treg NA28 ] ἐὰν RP
- Footnote αὐτοῦ WH Treg NA28 ] ὧδε RP
- Footnote ἑστηκότων WH NA28 ] ἑστώτων Treg RP
- Footnote καὶ Treg NA28 RP ] – WH
- Footnote ὁ WH Treg NA28 ] – RP
- Footnote ἐπεσκίαζεν WH Treg NA28 ] ἐπεσκίασεν RP
- Footnote εἰσελθεῖν αὐτοὺς WH Treg NA28 ] ἐκείνους εἰσελθεῖν RP
- Footnote ἐκλελεγμένος WH Treg NA28 ] ἀγαπητός RP
- Footnote εὑρέθη WH Treg NA28 ] + ὁ RP
- Footnote δὲ WH NA28 ] + ἐν Treg RP
- Footnote ἐβόησεν WH Treg NA28 ] ἀνεβόησεν RP
- Footnote μοί ἐστιν WH Treg NA28 ] ἐστίν μοι RP
- Footnote μόγις Treg NA28 RP ] μόλις WH
- Footnote ὧδε τὸν υἱόν σου WH Treg NA28 ] τὸν υἱόν σου ὧδε RP
- Footnote ἐποίει WH Treg NA28 ] ἐποίησεν ὁ Ἰησοῦς RP
- Footnote εἰδὼς WH NA28 ] ἰδὼν Treg RP
- Footnote παιδίον WH Treg NA28 ] παιδίου RP
- Footnote ⸀ἂν WH ] ἐὰν Treg NA28 RP
- Footnote ⸁ἂν WH NA28 ] ἐὰν Treg RP
- Footnote ἐστιν WH Treg NA28 ] ἔσται RP
- Footnote δὲ WH Treg NA28 ] + ὁ RP
- Footnote ἐν WH Treg NA28 ] ἐπὶ RP
- Footnote ἐκωλύομεν WH NA28 ] ἐκωλύσαμεν Treg RP
- Footnote εἶπεν δὲ WH Treg NA28 ] Καὶ εἶπεν RP
- Footnote ὁ Treg NA28 RP ] – WH
- Footnote ὑμῶν … ὑμῶν WH Treg NA28 ] ἡμῶν … ἡμῶν RP
- Footnote πρόσωπον WH NA28 ] + αὐτοῦ Treg RP
- Footnote ἐστήρισεν WH Treg NA28 ] ἐστήριξεν RP
- Footnote ὡς WH NA28 ] ὥστε Treg RP
- Footnote μαθηταὶ WH NA28 ] + αὐτοῦ Treg RP
- Footnote αὐτούς WH Treg NA28 ] + ὡς καὶ Ἠλίας ἐποίησεν RP
- Footnote αὐτοῖς WH Treg NA28 ] αὐτοῖς, καὶ εἶπεν, Οὐκ οἰδατε οἵου πνεύματός ἐστε ὑμεῖς RP
- Footnote καὶ WH Treg NA28 ] ὁ γὰρ ὑιὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν ψυχὰς ἀνθρώπων ἀπολέσαι, ἀλλὰ σῶσαι. Καὶ RP
- Footnote Καὶ WH Treg NA28 ] Ἐγένετο δὲ RP
- Footnote ἐὰν WH Treg NA28 ] ἂν RP
- Footnote ἀπέρχῃ WH Treg NA28 ] + κύριε RP
- Footnote Κύριε Treg NA28 RP ] – WH
- Footnote ἀπελθόντι πρῶτον NA28 RP ] πρῶτον ἀπελθόντι WH Treg
- Footnote αὐτῷ WH Treg NA28 ] + ὁ Ἰησοῦς RP
- Footnote ὁ Ἰησοῦς NIV ] πρὸς αὐτὸν ὁ Ἰησοῦς WH NA28; ὁ Ἰησοῦς πρὸς αὐτὸν Treg RP
- Footnote χεῖρα WH NA28 ] + αὐτοῦ Treg RP
- Footnote τῇ βασιλείᾳ WH Treg NA28 ] εἰς τὴν βασιλείαν RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.