Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΛΟΥΚΑΝ 10

Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ κύριος ⸀καὶ1 ἑτέρους ἑβδομήκοντα ⸀δύο2 καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο ⸁δύο3 πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἤμελλεν αὐτὸς ἔρχεσθαι. ἔλεγεν ⸀δὲ4 πρὸς αὐτούς· Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ⸂ἐργάτας ἐκβάλῃ5 εἰς τὸν θερισμὸν αὐτοῦ. ὑπάγετε· ⸀ἰδοὺ6 ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων. μὴ7 βαστάζετε βαλλάντιον, μὴ πήραν, ⸀μὴ ὑποδήματα, καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε. εἰς ἣν δʼ ἂν ⸂εἰσέλθητε οἰκίαν8 πρῶτον λέγετε· Εἰρήνη τῷ οἴκῳ τούτῳ. καὶ ἐὰν ⸂ᾖ ἐκεῖ9 υἱὸς εἰρήνης, ἐπαναπαήσεται ἐπʼ αὐτὸν ἡ εἰρήνη ὑμῶν· εἰ δὲ μήγε, ἐφʼ ὑμᾶς ἀνακάμψει. ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε, ἐσθίοντες καὶ πίνοντες τὰ παρʼ αὐτῶν, ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ ⸀αὐτοῦ10 μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν. καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν, καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε αὐτοῖς· Ἤγγικεν ἐφʼ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ. εἰς ἣν δʼ ἂν πόλιν ⸀εἰσέλθητε11 καὶ μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε· Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν ⸂εἰς τοὺς πόδας12 ἀπομασσόμεθα ὑμῖν· πλὴν τοῦτο γινώσκετε ὅτι ⸀ἤγγικεν13 ἡ βασιλεία τοῦ θεοῦ. λέγω ὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται ἢ τῇ πόλει ἐκείνῃ.

Οὐαί σοι, Χοραζίν· οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ⸀ἐγενήθησαν14 αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ ⸀καθήμενοι15 μετενόησαν. πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει ἢ ὑμῖν. καὶ σύ, Καφαρναούμ, ⸂μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ16 ; ἕως ⸀τοῦ17 ᾅδου ⸀καταβιβασθήσῃ18

Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με.

Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα ⸀δύο19 μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. εἶπεν δὲ αὐτοῖς· Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. ἰδοὺ ⸀δέδωκα20 ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ⸀ἀδικήσῃ21 πλὴν ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται, χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ⸀ἐγγέγραπται22 ἐν τοῖς οὐρανοῖς.

Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο ⸀τῷ23 πνεύματι ⸂τῷ ἁγίῳ24 καὶ εἶπεν· Ἐξομολογοῦμαί σοι, πάτερ κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ⸂εὐδοκία ἐγένετο25 ἔμπροσθέν σου. ⸀πάντα26 μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου, καὶ οὐδεὶς γινώσκει τίς ἐστιν ὁ υἱὸς εἰ μὴ ὁ πατήρ, καὶ τίς ἐστιν ὁ πατὴρ εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ⸀ἐὰν27 βούληται ὁ υἱὸς ἀποκαλύψαι.

Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατʼ ἰδίαν εἶπεν· Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε. λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε καὶ οὐκ εἶδαν, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν.

Καὶ ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων ⸀αὐτὸν28 λέγων· Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; ὁ δὲ εἶπεν πρὸς αὐτόν· Ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης ⸀τῆς29 καρδίας σου καὶ ⸂ἐν ὅλῃ τῇ ψυχῇ30 σου καὶ ⸂ἐν ὅλῃ τῇ ἰσχύϊ31 σου καὶ ⸂ἐν ὅλῃ τῇ διανοίᾳ32 σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν. εἶπεν δὲ αὐτῷ· Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ.

Ὁ δὲ θέλων ⸀δικαιῶσαι33 ἑαυτὸν εἶπεν πρὸς τὸν Ἰησοῦν· Καὶ τίς ἐστίν μου πλησίον; ὑπολαβὼν ⸀δὲ34 ὁ Ἰησοῦς εἶπεν· Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἰερουσαλὴμ εἰς Ἰεριχὼ καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ⸀ἡμιθανῆ35 κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν· ὁμοίως δὲ καὶ ⸀Λευίτης36 κατὰ τὸν τόπον ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθεν. Σαμαρίτης δέ τις ὁδεύων ἦλθεν κατʼ αὐτὸν καὶ ⸀ἰδὼν37 ἐσπλαγχνίσθη, καὶ προσελθὼν κατέδησεν τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ. καὶ ἐπὶ τὴν ⸀αὔριον38 ἐκβαλὼν ⸂δύο δηνάρια ἔδωκεν39 τῷ πανδοχεῖ καὶ ⸀εἶπεν40 Ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ τι ἂν προσδαπανήσῃς ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. ⸀τίς41 τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; ὁ δὲ42 εἶπεν· Ὁ ποιήσας τὸ ἔλεος μετʼ αὐτοῦ. εἶπεν ⸀δὲ αὐτῷ ὁ Ἰησοῦς· Πορεύου καὶ σὺ ποίει ὁμοίως.

⸂Ἐν δὲ43 τῷ πορεύεσθαι ⸀αὐτοὺς44 αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο ⸀αὐτὸν45 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη ⸀Μαριάμ46 ἣ καὶ ⸂παρακαθεσθεῖσα πρὸς47 τοὺς πόδας τοῦ ⸀Ἰησοῦ48 ἤκουεν τὸν λόγον αὐτοῦ. ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπεν· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με ⸀κατέλειπεν49 διακονεῖν; ⸀εἰπὲ50 οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ ⸀κύριος51 Μάρθα Μάρθα, μεριμνᾷς καὶ ⸀θορυβάζῃ52 περὶ πολλά, ⸂ὀλίγων δέ ἐστιν χρεία ἢ ἑνός53 · ⸂Μαριὰμ γὰρ54 τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται ⸀αὐτῆς55

Source notes (55)
  1. Footnote καὶ Treg RP ] – WH NA28
  2. Footnote ⸀δύο WH NA28 ] – Treg RP
  3. Footnote ⸁δύο WH NA28 ] – Treg RP
  4. Footnote δὲ WH Treg NA28 ] οὖν RP
  5. Footnote ἐργάτας ἐκβάλῃ WH Treg NA28 ] ἐκβάλῃ ἐργάτας RP
  6. Footnote ἰδοὺ WH Treg NA28 ] + ἐγὼ RP
  7. Footnote μὴ WH Treg NA28 ] μηδὲ RP
  8. Footnote εἰσέλθητε οἰκίαν WH Treg NA28 ] οἰκίαν εἰσέρχησθε RP
  9. Footnote ᾖ ἐκεῖ Treg RP ] ἐκεῖ ᾖ WH NA28
  10. Footnote αὐτοῦ WH Treg NA28 ] + ἐστίν RP
  11. Footnote εἰσέλθητε WH Treg NA28 ] εἰσέρχησθε RP
  12. Footnote εἰς τοὺς πόδας WH Treg NA28 ] – RP
  13. Footnote ἤγγικεν WH Treg NA28 ] + ἐφʼ ὑμᾶς RP
  14. Footnote ἐγενήθησαν WH Treg NA28 ] ἐγένοντο RP
  15. Footnote καθήμενοι WH Treg NA28 ] καθήμεναι RP
  16. Footnote μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ WH Treg NA28 ] ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα RP
  17. Footnote τοῦ WH Treg NA28 ] – RP
  18. Footnote καταβιβασθήσῃ Treg RP ] καταβήσῃ WH NA28
  19. Footnote δύο WH NA28 ] – Treg RP
  20. Footnote δέδωκα WH Treg NA28 ] δίδωμι RP
  21. Footnote ἀδικήσῃ NA28 RP ] ἀδικήσει WH Treg
  22. Footnote ἐγγέγραπται WH Treg NA28 ] ἐγράφη RP
  23. Footnote τῷ WH Treg RP ] ἐν τῷ NA28
  24. Footnote τῷ ἁγίῳ WH Treg NA28 ] ὁ Ἰησοῦς RP
  25. Footnote εὐδοκία ἐγένετο WH Treg NA28 ] ἐγένετο εὐδοκία RP
  26. Footnote πάντα WH Treg NA28 ] Καὶ στραφείς πρός τούς μαθητάς εἶπεν πάντα RP
  27. Footnote ἐὰν NA28 RP ] ἂν WH Treg
  28. Footnote αὐτὸν WH NA28 ] + καὶ Treg RP
  29. Footnote τῆς Treg NA28 RP ] – WH
  30. Footnote ἐν ὅλῃ τῇ ψυχῇ WH Treg NA28 ] ἐξ ὅλης τῆς ψυχῆς RP
  31. Footnote ἐν ὅλῃ τῇ ἰσχύϊ WH Treg NA28 ] ἐξ ὅλης τῆς ἰσχύος RP
  32. Footnote ἐν ὅλῃ τῇ διανοίᾳ WH Treg NA28 ] ἐξ ὅλης τῆς διανοίας RP
  33. Footnote δικαιῶσαι WH Treg NA28 ] δικαιοῦν RP
  34. Footnote δὲ RP ] – WH Treg NA28
  35. Footnote ἡμιθανῆ WH Treg NA28 ] + τυγχάνοντα RP
  36. Footnote Λευίτης WH Treg ] + γενόμενος NA28 RP
  37. Footnote ἰδὼν WH NA28 ] + αὐτὸν Treg RP
  38. Footnote αὔριον WH Treg NA28 ] + ἐξελθών RP
  39. Footnote δύο δηνάρια ἔδωκεν WH Treg RP ] ἔδωκεν δύο δηνάρια NA28
  40. Footnote εἶπεν WH Treg NA28 ] + αὐτῷ RP
  41. Footnote τίς WH NA28 ] + οὖν Treg RP
  42. Footnote δὲ WH Treg NA28 ] οὖν RP
  43. Footnote Ἐν δὲ WH Treg NA28 ] Ἐγένετο δὲ ἐν RP
  44. Footnote αὐτοὺς WH NA28 ] + καὶ Treg RP
  45. Footnote αὐτὸν NA28 ] αὐτὸν εἰς τὴν οἰκίαν WH; αὐτὸν εἰς τὸν οἶκον αὐτῆς Treg RP
  46. Footnote Μαριάμ WH NA28 ] Μαρία Treg RP
  47. Footnote παρακαθεσθεῖσα πρὸς WH Treg NA28 ] παρακαθίσασα παρὰ RP
  48. Footnote Ἰησοῦ RP ] κυρίου WH Treg NA28
  49. Footnote κατέλειπεν WH Treg RP ] κατέλιπεν NA28
  50. Footnote εἰπὲ Treg NA28 RP ] εἰπὸν WH
  51. Footnote κύριος WH NA28 ] Ἰησοῦς Treg RP
  52. Footnote θορυβάζῃ WH Treg NA28 ] τυρβάζῃ RP
  53. Footnote ὀλίγων δέ ἐστιν χρεία ἢ ἑνός WH ] ἑνὸς δέ ἐστιν χρεία Treg RP NA28
  54. Footnote Μαριὰμ γὰρ WH NA28 ] Μαρία δὲ Treg RP
  55. Footnote αὐτῆς WH NA28 ] ἀπʼ αὐτῆς Treg RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.