Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΛΟΥΚΑΝ 11

Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο, εἶπέν τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν· Κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, καθὼς καὶ Ἰωάννης ἐδίδαξεν τοὺς μαθητὰς αὐτοῦ. εἶπεν δὲ αὐτοῖς· Ὅταν προσεύχησθε, λέγετε· ⸀Πάτερ1 ἁγιασθήτω τὸ ὄνομά σου2 ἐλθέτω ἡ βασιλεία ⸀σου· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθʼ ἡμέραν· καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ γὰρ αὐτοὶ ἀφίομεν παντὶ ὀφείλοντι ἡμῖν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς ⸀πειρασμόν3

Καὶ εἶπεν πρὸς αὐτούς· Τίς ἐξ ὑμῶν ἕξει φίλον καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου καὶ εἴπῃ αὐτῷ· Φίλε, χρῆσόν μοι τρεῖς ἄρτους, ἐπειδὴ φίλος ⸀μου4 παρεγένετο ἐξ ὁδοῦ πρός με καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ· κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ· Μή μοι κόπους πάρεχε· ἤδη ἡ θύρα κέκλεισται, καὶ τὰ παιδία μου μετʼ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν· οὐ δύναμαι ἀναστὰς δοῦναί σοι. λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι ⸂φίλον αὐτοῦ5, διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ ⸀ὅσων6 χρῄζει.

Κἀγὼ ὑμῖν λέγω, αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν· πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. τίνα δὲ ⸀ἐξ7 ὑμῶν τὸν πατέρα αἰτήσει ὁ ⸀υἱὸς8 ἰχθύν, ⸀καὶ9 ἀντὶ ἰχθύος ὄφιν ⸂αὐτῷ ἐπιδώσει10 ; ἢ καὶ ⸀αἰτήσει11 ᾠόν, ⸀ἐπιδώσει12 αὐτῷ σκορπίον; εἰ οὖν ὑμεῖς πονηροὶ ὑπάρχοντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὁ ἐξ οὐρανοῦ δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν.

Καὶ ἦν ἐκβάλλων ⸀δαιμόνιον13 κωφόν· ἐγένετο δὲ τοῦ δαιμονίου ἐξελθόντος ἐλάλησεν ὁ κωφός. καὶ ἐθαύμασαν οἱ ὄχλοι· τινὲς δὲ ἐξ αὐτῶν εἶπον· Ἐν Βεελζεβοὺλ ⸀τῷ14 ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια· ἕτεροι δὲ πειράζοντες σημεῖον ⸂ἐξ οὐρανοῦ ἐζήτουν παρʼ αὐτοῦ15. αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα εἶπεν αὐτοῖς· Πᾶσα βασιλεία ἐφʼ ἑαυτὴν διαμερισθεῖσα ἐρημοῦται, καὶ οἶκος ἐπὶ οἶκον πίπτει. εἰ δὲ καὶ ὁ Σατανᾶς ἐφʼ ἑαυτὸν διεμερίσθη, πῶς σταθήσεται ἡ βασιλεία αὐτοῦ; ὅτι λέγετε ἐν Βεελζεβοὺλ ἐκβάλλειν με τὰ δαιμόνια. εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; διὰ τοῦτο ⸂αὐτοὶ ὑμῶν κριταὶ16 ἔσονται. εἰ δὲ ἐν δακτύλῳ ⸀θεοῦ17 ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφʼ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ. ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν, ἐν εἰρήνῃ ἐστὶν τὰ ὑπάρχοντα αὐτοῦ· ἐπὰν ⸀δὲ18 ἰσχυρότερος ⸀αὐτοῦ19 ἐπελθὼν νικήσῃ αὐτόν, τὴν πανοπλίαν αὐτοῦ αἴρει ἐφʼ ᾗ ἐπεποίθει, καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν. ὁ μὴ ὢν μετʼ ἐμοῦ κατʼ ἐμοῦ ἐστιν, καὶ ὁ μὴ συνάγων μετʼ ἐμοῦ σκορπίζει.

Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται διʼ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ μὴ ⸀εὑρίσκον20 λέγει· Ὑποστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον· καὶ ἐλθὸν ⸀εὑρίσκει21 σεσαρωμένον καὶ κεκοσμημένον. τότε πορεύεται καὶ παραλαμβάνει ⸂ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ ἑπτά22, καὶ ⸀εἰσελθόντα23 κατοικεῖ ἐκεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων.

Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις ⸂φωνὴν γυνὴ24 ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας· αὐτὸς δὲ εἶπεν· ⸀Μενοῦν25 μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ θεοῦ καὶ ⸀φυλάσσοντες26

Τῶν δὲ ὄχλων ἐπαθροιζομένων ἤρξατο λέγειν· Ἡ γενεὰ27 αὕτη ⸀γενεὰ πονηρά ἐστιν· σημεῖον ⸀ζητεῖ28 καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον ⸀Ἰωνᾶ29 καθὼς γὰρ ἐγένετο ⸀Ἰωνᾶς30 ⸂τοῖς Νινευίταις σημεῖον31, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου τῇ γενεᾷ ταύτῃ. βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτούς· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος, καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε. ἄνδρες ⸀Νινευῖται32 ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε.

⸀Οὐδεὶς33 λύχνον ἅψας εἰς κρύπτην τίθησιν οὐδὲ ὑπὸ τὸν μόδιον ἀλλʼ ἐπὶ τὴν λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι τὸ ⸀φέγγος34 βλέπωσιν. ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός ⸀σου35 ⸀ὅταν36 ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, καὶ ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν· ἐπὰν δὲ πονηρὸς ᾖ, καὶ τὸ σῶμά σου σκοτεινόν. σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν. εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινόν, μὴ ἔχον ⸂μέρος τι37 σκοτεινόν, ἔσται φωτεινὸν ὅλον ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε.

Ἐν δὲ τῷ λαλῆσαι ⸀ἐρωτᾷ38 αὐτὸν ⸀Φαρισαῖος39 ὅπως ἀριστήσῃ παρʼ αὐτῷ· εἰσελθὼν δὲ ἀνέπεσεν. ὁ δὲ Φαρισαῖος ἰδὼν ἐθαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου. εἶπεν δὲ ὁ κύριος πρὸς αὐτόν· Νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας. ἄφρονες, οὐχ ὁ ποιήσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν ἐποίησεν; πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην, καὶ ἰδοὺ πάντα καθαρὰ ὑμῖν ἐστιν.

Ἀλλὰ οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον καὶ πᾶν λάχανον, καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ θεοῦ· ταῦτα ⸀δὲ40 ἔδει ποιῆσαι κἀκεῖνα μὴ ⸀παρεῖναι41 οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς. οὐαὶ ⸀ὑμῖν42 ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα, καὶ οἱ43 ἄνθρωποι ⸀οἱ περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν.

Ἀποκριθεὶς δέ τις τῶν νομικῶν λέγει αὐτῷ· Διδάσκαλε, ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις. ὁ δὲ εἶπεν· Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί, ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα, καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις. οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς. ἄρα ⸂μάρτυρές ἐστε44 καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν, ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτοὺς ὑμεῖς δὲ ⸀οἰκοδομεῖτε45 διὰ τοῦτο καὶ ἡ σοφία τοῦ θεοῦ εἶπεν· Ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσιν καὶ ⸀διώξουσιν46 ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν τὸ ἐκκεχυμένον ἀπὸ καταβολῆς κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης, ⸀ἀπὸ47 αἵματος Ἅβελ ⸀ἕως48 αἵματος Ζαχαρίου τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου· ναί, λέγω ὑμῖν, ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης. οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθατε καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε.

⸂Κἀκεῖθεν ἐξελθόντος αὐτοῦ49 ἤρξαντο οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς ἐνέχειν καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειόνων, ἐνεδρεύοντες ⸀αὐτὸν50 θηρεῦσαί τι ἐκ τοῦ στόματος ⸀αὐτοῦ51

Source notes (51)
  1. Footnote Πάτερ WH Treg NA28 ] + ἡμῶν ὁ ἐν τοῖς οὐρανοις RP
  2. Footnote σου WH Treg NA28 ] + Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῳ καὶ ἐπὶ τῆς γῆς RP
  3. Footnote πειρασμόν WH Treg NA28 ] + ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ RP
  4. Footnote μου WH Treg NA28 ] – RP
  5. Footnote φίλον αὐτοῦ WH Treg NA28 ] αὐτοῦ φίλον RP
  6. Footnote ὅσων WH Treg NA28 ] ὅσον RP
  7. Footnote ἐξ WH Treg NA28 ] – RP
  8. Footnote υἱὸς WH NA28 ] + ἄρτον μὴ λίθον ἐπιδώσει αὐτῷ ἢ καὶ Treg RP
  9. Footnote καὶ NA28 ] μὴ WH Treg RP
  10. Footnote αὐτῷ ἐπιδώσει WH Treg NA28 ] ἐπιδώσει αὐτῷ RP
  11. Footnote αἰτήσει WH Treg NA28 ] ἐὰν αἰτήσῃ RP
  12. Footnote ἐπιδώσει WH NA28 ] μὴ ἐπιδώσει Treg RP
  13. Footnote δαιμόνιον WH ] + καὶ αὐτὸ ἦν Treg NA28 RP
  14. Footnote τῷ WH Treg NA28 ] – RP
  15. Footnote ἐξ οὐρανοῦ ἐζήτουν παρʼ αὐτοῦ WH Treg NA28 ] παρʼ αὐτοῦ ἐζήτουν ἐξ οὐρανοῦ RP
  16. Footnote αὐτοὶ ὑμῶν κριταὶ WH NA28 ] αὐτοὶ κριταὶ ὑμῶν Treg; κριταὶ ὑμῶν αὐτοὶ RP
  17. Footnote θεοῦ RP ] + ἐγὼ WH Treg NA28
  18. Footnote δὲ WH Treg NA28 ] + ὁ RP
  19. Footnote αὐτοῦ WH Treg RP NA28 ] – NIV
  20. Footnote εὑρίσκον Treg RP ] + τότε WH NA28
  21. Footnote εὑρίσκει Treg NA28 RP ] + σχολάζοντα WH
  22. Footnote ἕτερα … ἑαυτοῦ ἑπτά WH Treg NA28 ] ἑπτά ἕτερα … ἑαυτοῦ RP
  23. Footnote εἰσελθόντα WH Treg NA28 ] ἐλθόντα RP
  24. Footnote φωνὴν γυνὴ WH NA28 ] γυνὴ φωνὴν Treg RP
  25. Footnote Μενοῦν WH Treg NA28 ] Μενοῦνγε RP
  26. Footnote φυλάσσοντες WH Treg NA28 ] + αὐτόν RP
  27. Footnote γενεὰ WH Treg NA28 ] – RP
  28. Footnote ζητεῖ WH Treg NA28 ] ἐπιζητεῖ RP
  29. Footnote Ἰωνᾶ WH Treg NA28 ] + τοῦ προφήτου RP
  30. Footnote Ἰωνᾶς Treg NA28 RP ] ὁ Ἰωνᾶς WH
  31. Footnote τοῖς Νινευίταις σημεῖον WH Treg NA28 ] σημεῖον τοῖς Νινευίταις RP
  32. Footnote Νινευῖται WH Treg NA28 ] Νινευῒ RP
  33. Footnote Οὐδεὶς WH Treg NA28 ] + δὲ RP
  34. Footnote φέγγος RP ] φῶς WH Treg NA28
  35. Footnote σου WH Treg NA28 ] – RP
  36. Footnote ὅταν WH Treg NA28 ] + οὖν RP
  37. Footnote μέρος τι WH Treg NA28 ] τι μέρος RP
  38. Footnote ἐρωτᾷ WH Treg NA28 ] ἠρωτᾷ RP
  39. Footnote Φαρισαῖος WH Treg NA28 ] + τις RP
  40. Footnote δὲ WH Treg NA28 ] – RP
  41. Footnote παρεῖναι WH Treg NA28 ] ἀφιέναι RP
  42. Footnote ὑμῖν WH Treg NA28 ] + γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί RP
  43. Footnote οἱ WH Treg NA28 ] – RP
  44. Footnote μάρτυρές ἐστε WH Treg NA28 ] μάρτυρεῖτε RP
  45. Footnote οἰκοδομεῖτε WH Treg NA28 ] + αὐτῶν τὰ μνημεῖα RP
  46. Footnote διώξουσιν WH NA28 ] ἐκδιώξουσιν Treg RP
  47. Footnote ἀπὸ WH Treg NA28 ] + τοῦ NIV RP
  48. Footnote ἕως WH Treg NA28 ] + τοῦ NIV RP
  49. Footnote Κἀκεῖθεν ἐξελθόντος αὐτοῦ WH Treg NA28 ] Λέγοντος δὲ αὐτοῦ ταῦτα πρὸς αὐτούς RP
  50. Footnote αὐτὸν WH NA28 ] + ζητοῦντες Treg RP
  51. Footnote αὐτοῦ WH NA28 ] + ἵνα κατηγορήσωσιν αὐτοῦ Treg RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.