Η Καινή Διαθήκη
ΚΑΤΑ ΛΟΥΚΑΝ 12
Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου, ὥστε καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον· Προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης, ⸂ἥτις ἐστὶν ὑπόκρισις, τῶν Φαρισαίων⸃.1 οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται. ἀνθʼ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτὶ ἀκουσθήσεται, καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις κηρυχθήσεται ἐπὶ τῶν δωμάτων.
Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου, μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι. ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ⸂ἔχοντα ἐξουσίαν2 ἐμβαλεῖν εἰς τὴν γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε. οὐχὶ πέντε στρουθία ⸀πωλοῦνται3 ἀσσαρίων δύο; καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ θεοῦ. ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται· ⸀μὴ4 φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε.
Λέγω δὲ ὑμῖν, πᾶς ὃς ἂν ⸀ὁμολογήσῃ5 ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ. καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ τῷ δὲ εἰς τὸ ἅγιον πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. ὅταν δὲ ⸀εἰσφέρωσιν6 ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ ⸀μεριμνήσητε7 πῶς ⸂ἢ τί8 ἀπολογήσησθε ἢ τί εἴπητε· τὸ γὰρ ἅγιον πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.
Εἶπεν δέ τις ⸂ἐκ τοῦ ὄχλου αὐτῷ9 · Διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετʼ ἐμοῦ τὴν κληρονομίαν. ὁ δὲ εἶπεν αὐτῷ· Ἄνθρωπε, τίς με κατέστησεν ⸀κριτὴν10 ἢ μεριστὴν ἐφʼ ὑμᾶς; εἶπεν δὲ πρὸς αὐτούς· Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ ⸀πάσης11 πλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ ⸀αὐτοῦ12 ἐστιν ἐκ τῶν ὑπαρχόντων ⸀αὐτῷ13 εἶπεν δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων· Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα. καὶ διελογίζετο ἐν ⸀ἑαυτῷ14 λέγων· Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; καὶ εἶπεν· Τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα ⸂τὸν σῖτον15 καὶ τὰ ἀγαθά μου, καὶ ἐρῶ τῇ ψυχῇ μου· Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου. εἶπεν δὲ αὐτῷ ὁ θεός· ⸀Ἄφρων16 ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ⸀ἀπαιτοῦσιν17 ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; οὕτως ὁ θησαυρίζων ⸀ἑαυτῷ18 καὶ μὴ εἰς θεὸν πλουτῶν.
Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· Διὰ τοῦτο ⸂λέγω ὑμῖν19, μὴ μεριμνᾶτε τῇ ⸀ψυχῇ20 τί φάγητε, μηδὲ τῷ ⸀σώματι21 τί ἐνδύσησθε. ἡ ⸀γὰρ22 ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος. κατανοήσατε τοὺς κόρακας ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστιν ταμεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν. τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται ⸂ἐπὶ τὴν ἡλικίαν αὐτοῦ προσθεῖναι23 ⸀πῆχυν24 εἰ οὖν ⸀οὐδὲ25 ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε; κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. εἰ δὲ ⸂ἐν ἀγρῷ τὸν χόρτον ὄντα σήμερον26 καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὕτως ⸀ἀμφιέζει27 πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι. καὶ28 ὑμεῖς μὴ ζητεῖτε τί φάγητε ⸀καὶ τί πίητε, καὶ μὴ μετεωρίζεσθε, ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ⸀ἐπιζητοῦσιν29 ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων. πλὴν ζητεῖτε τὴν βασιλείαν ⸀αὐτοῦ30 καὶ ⸀ταῦτα31 προστεθήσεται ὑμῖν.
Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν. πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει· ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.
Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι, καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν πότε ἀναλύσῃ ἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῷ. μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας· ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτοὺς καὶ παρελθὼν διακονήσει αὐτοῖς. ⸂κἂν ἐν τῇ δευτέρᾳ κἂν32 ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὕρῃ οὕτως, μακάριοί ⸀εἰσιν33 ἐκεῖνοι.
Τοῦτο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, ⸂οὐκ ἂν34 ἀφῆκεν ⸀διορυχθῆναι35 τὸν οἶκον αὐτοῦ. καὶ ⸀ὑμεῖς36 γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Εἶπεν ⸀δὲ37 ὁ Πέτρος· Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις ἢ καὶ πρὸς πάντας; ⸂καὶ εἶπεν38 ὁ 39 κύριος· Τίς ἄρα ἐστὶν ὁ πιστὸ40 οἰκονόμος, ⸀ὁ φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι ἐν καιρῷ ⸀τὸ σιτομέτριον; μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως· ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ· Χρονίζει ὁ κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι, ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει. ἐκεῖνος δὲ ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου ⸀αὐτοῦ41 καὶ μὴ ἑτοιμάσας ⸀ἢ42 ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ δαρήσεται πολλάς· ὁ δὲ μὴ γνοὺς ποιήσας δὲ ἄξια πληγῶν δαρήσεται ὀλίγας. παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρʼ αὐτοῦ, καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν.
Πῦρ ἦλθον βαλεῖν ⸀ἐπὶ43 τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη; βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως ⸀ὅτου44 τελεσθῇ. δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; οὐχί, λέγω ὑμῖν, ἀλλʼ ἢ διαμερισμόν. ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν ⸂ἑνὶ οἴκῳ45 διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσὶν καὶ δύο ἐπὶ τρισίν, ⸀διαμερισθήσονται46 πατὴρ ἐπὶ47 υἱῷ καὶ υἱὸς ἐπὶ πατρί, μήτηρ ⸀ἐπὶ ⸀θυγατέρα48 καὶ θυγάτηρ ἐπὶ ⸂τὴν μητέρα49, πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς καὶ νύμφη ἐπὶ τὴν ⸀πενθεράν50
Ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις· Ὅταν ⸀ἴδητε51 νεφέλην ἀνατέλλουσαν ⸀ἐπὶ52 δυσμῶν, εὐθέως λέγετε ⸀ὅτι53 Ὄμβρος ἔρχεται, καὶ γίνεται οὕτως· καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι Καύσων ἔσται, καὶ γίνεται. ὑποκριταί, τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμάζειν, τὸν ⸂δὲ καιρὸν54 τοῦτον πῶς ⸂οὐκ οἴδατε δοκιμάζειν55 ;
Τί δὲ καὶ ἀφʼ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον; ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπʼ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπʼ αὐτοῦ, μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε ⸀παραδώσει56 τῷ πράκτορι, καὶ ὁ πράκτωρ σε ⸀βαλεῖ57 εἰς φυλακήν. λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως ⸂καὶ τὸ58 ἔσχατον λεπτὸν ἀποδῷς.
Source notes (58)
- Footnote ἥτις ἐστὶν ὑπόκρισις τῶν Φαρισαίων WH NA28 ] τῶν Φαρισαίων ἥτις ἐστὶν ὑπόκρισις Treg RP
- Footnote ἔχοντα ἐξουσίαν WH Treg NA28 ] ἐξουσίαν ἔχοντα RP
- Footnote πωλοῦνται WH Treg NA28 ] πωλεῖται RP
- Footnote μὴ WH Treg NA28 ] + οὖν RP
- Footnote ὁμολογήσῃ Treg NA28 RP ] ὁμολογήσει WH
- Footnote εἰσφέρωσιν WH Treg NA28 ] προσφέρωσιν RP
- Footnote μεριμνήσητε WH Treg NA28 ] μεριμνᾶτε RP
- Footnote ἢ τί WH Treg RP NA28 ] – NIV
- Footnote ἐκ τοῦ ὄχλου αὐτῷ WH NA28 ] αὐτῷ ἐκ τοῦ ὄχλου Treg RP
- Footnote κριτὴν WH Treg NA28 ] δικαστὴν RP
- Footnote πάσης WH Treg NA28 ] τῆς RP
- Footnote αὐτοῦ WH Treg NA28 ] αὐτῷ RP
- Footnote αὐτῷ WH Treg NA28 ] αὐτοῦ RP
- Footnote ἑαυτῷ Treg NA28 RP ] αὑτῷ WH
- Footnote τὸν σῖτον WH Treg NA28 ] τὰ γενήματά μου RP
- Footnote Ἄφρων WH Treg NA28 ] Ἄφρον RP
- Footnote ἀπαιτοῦσιν NA28 RP ] αἰτοῦσιν WH Treg
- Footnote ἑαυτῷ Treg NA28 RP ] αὑτῷ WH
- Footnote λέγω ὑμῖν WH Treg NA28 ] ὑμῖν λέγω RP
- Footnote ψυχῇ WH Treg NA28 ] + ὑμῶν RP
- Footnote σώματι Treg NA28 RP ] + ὑμῶν WH
- Footnote γὰρ WH Treg NA28 ] – RP
- Footnote ἐπὶ … αὐτοῦ προσθεῖναι WH NA28 ] προσθεῖναι ἐπὶ … αὐτοῦ Treg RP
- Footnote πῆχυν WH NA28 ] + ἕνα Treg NIV RP
- Footnote οὐδὲ WH Treg NA28 ] οὐτὲ RP
- Footnote ἐν ἀγρῷ τὸν χόρτον ὄντα σήμερον WH NA28 ] τὸν χόρτον σήμερον ἐν τῷ ἀγρῷ ὄντα Treg; τὸν χόρτον ἐν τῷ ἀγρῷ σήμερον ὄντα RP
- Footnote ἀμφιέζει WH Treg NA28 ] ἀμφιέννυσιν RP
- Footnote καὶ WH Treg NA28 ] ἢ RP
- Footnote ἐπιζητοῦσιν WH Treg NA28 ] ἐπιζητεῖ RP
- Footnote αὐτοῦ WH Treg NA28 ] τοῦ θεοῦ RP
- Footnote ταῦτα WH Treg NA28 ] + πάντα RP
- Footnote κἂν ἐν τῇ δευτέρᾳ κἂν WH Treg NA28 ] Καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ καὶ RP
- Footnote εἰσιν WH NA28 ] + οἱ δοῦλοι Treg RP
- Footnote οὐκ ἂν NA28 ] ἐγρηγόρησεν ἂν καὶ οὐκ WH Treg; ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν RP
- Footnote διορυχθῆναι WH NA28 ] διορυγῆναι Treg RP
- Footnote ὑμεῖς WH Treg NA28 ] + οὖν RP
- Footnote δὲ WH Treg NA28 ] + αὐτῷ RP
- Footnote καὶ εἶπεν WH Treg NA28 ] Εἶπεν δὲ RP
- Footnote ὁ WH Treg NA28 ] καὶ RP
- Footnote τὸ WH NA28 RP ] – Treg
- Footnote αὐτοῦ WH Treg NA28 ] ἑαυτοῦ RP
- Footnote ἢ WH NA28 ] μηδὲ Treg RP
- Footnote ἐπὶ WH Treg NA28 ] εἰς RP
- Footnote ὅτου WH Treg NA28 ] οὗ RP
- Footnote ἑνὶ οἴκῳ WH Treg NA28 ] οἴκῳ ἑνὶ RP
- Footnote διαμερισθήσονται WH Treg NA28 ] Διαμερισθήσεται RP
- Footnote ἐπὶ WH Treg RP ] + τὴν NA28
- Footnote θυγατέρα WH Treg NA28 ] θυγατρί RP
- Footnote τὴν μητέρα WH Treg NA28 ] μητρί RP
- Footnote πενθεράν WH Treg NA28 ] + αὐτῆς RP
- Footnote ἴδητε WH Treg ] + τὴν NA28 RP
- Footnote ἐπὶ WH NA28 ] ἀπὸ Treg RP
- Footnote ὅτι WH Treg NA28 ] – RP
- Footnote δὲ καιρὸν Treg RP ] καιρὸν δὲ WH NA28
- Footnote οὐκ οἴδατε δοκιμάζειν WH Treg NA28 ] οὐ δοκιμάζετε RP
- Footnote παραδώσει WH Treg NA28 ] παραδῷ RP
- Footnote βαλεῖ WH Treg NA28 ] βάλῃ RP
- Footnote καὶ τὸ WH Treg NA28 ] οὗ καὶ τὸν RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.